← 朱利安

致塞米斯提乌斯书

§5

援引柏拉图《法律篇》与统治者的神性重责

作者援引柏拉图《法律篇》中关于命运、神性统治以及克洛诺斯时代神话的论述,强调统治者所肩负的神圣品格与维护法律的重任,并辩明自己并非为了贪图清闲而回避政务劳苦。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5

Ὅτι δὲ οὐκ ἐγὼ μόνος τὴν τύχην ἐπὶ πλεῖστον ἐν τοῖς πρακτέοις κρατεῖν νενόμικα, λέγοιμ’ ἂν ἤδη σοι τὰ τοῦ Πλάτωνος ἐκ τῶν θαυμασίων Νόμων, εἰδότι μὲν καὶ διδάξαντί με, ἀπόδειξιν δὲ ὥσπερ τοῦ μὴ ῥᾳθυμεῖν ποιούμενος παραγέγραφά σοι τὴν ῥῆσιν ὧδέ πως ἔχουσαν. Θεὸς μὲν πάντα καὶ μετὰ θεοῦ τύχη καὶ καιρὸς τὰ ἀνθρώπινα διακυβερνῶσι ξύμπαντα. ἡμερώτερον μὴν τούτοις συγχωρῆσαι τρίτον δεῖν ἕπεσθαι τέχνην. εἶτα ὁποῖον εἶναι χρὴ τὸν τεχνίτην καὶ δημιουργὸν τῶν καλῶν πράξεων καὶ βασιλέα θεῖον ὑπογράφων· Γινώσκων ὁ Κρόνος ἄρα, καθάπερ ἡμεῖς, φησί, διεληλύθαμεν, ὡς ἀνθρωπεία φύσις οὐδαμῇ οὐδεμία ἱκανὴ τὰ ἀνθρώπινα διοικοῦσα αὐτοκράτωρ πάντα μὴ οὐχ ὕβρεώς τε καὶ ἀδικίας μεστοῦσθαι,1 ταῦτ’ οὖν διανοούμενος ἐφίστη τότε βασιλέας καὶ ἄρχοντας ταῖς πόλεσιν ἡμῶν οὐκ ἀνθρώπους, ἀλλὰ γένους θειοτέρου καὶ ἀμείνονος, δαίμονας, οἷον νῦν ἡμεῖς δρῶμεν τοῖς ποιμνίοις καὶ ὅσων ἥμεροί εἰσιν ἀγέλαι· οὐ βοῦς βοῶν οὐδὲ αἶγας αἰγῶν ἄρχοντας ποιοῦμεν αὐτοῖς τινας, ἀλλ’ ἡμεῖς αὐτῶν δεσπόζομεν, ἄμεινον ἐκείνων γένος. ταὐτὸν δὴ καὶ ὁ θεὸς φιλάνθρωπος ὢν γένος ἄμεινον ἡμῶν ἐφίστη τὸ τῶν δαιμόνων, ὃ διὰ πολλῆς μὲν αὐτοῖς ῥᾳστώνης, διὰ πολλῆς δ’ ἡμῖν, ἐπιμελόμενον ἡμῶν, εἰρήνην τε καὶ αἰδῶ καὶ δὴ ἀφθονίαν δίκης παρεχόμενον, ἀστασίαστα καὶ εὐδαίμονα τὰ τῶν ἀνθρώπων ἀπειργάζετο γένη. λέγει δὴ καὶ νῦν οὗτος ὁ λόγος ἀληθείᾳ χρώμενος, ὅσων πόλεων μὴ θεός, ἀλλά τις ἄρχει θνητός, οὐκ ἔστι κακῶν αὐτοῖς οὐδὲ πόνων ἀνάψυξις· ἀλλὰ μιμεῖσθαι δεῖν ἡμᾶς οἴεται πάσῃ μηχανῇ τὸν ἐπὶ τοῦ Κρόνου λεγόμενον βίον, καὶ ὅσον ἐν ἡμῖν ἀθανασίας ἔνεστι, τούτῳ πειθομένους δημοσίᾳ καὶ ἰδίᾳ τάς τε οἰκήσεις καὶ τὰς πόλεις διοικεῖν, τὴν τοῦ νοῦ διανομὴν ὀνομάζοντας νόμον.2 εἰ δὲ ἄνθρωπος εἷς ἢ ὀλιγαρχία τις ἢ δημοκρατία ψυχὴν ἔχουσα ἡδονῶν καὶ ἐπιθυμιῶν ὀρεγομένην καὶ πληροῦσθαι τούτων δεομένην ἄρξει δὴ πόλεώς τινος ἢ ἰδιώτου καταπατήσας3 τοὺς νόμους, οὐκ ἔστι σωτηρίας μηχανή. Ταύτην ἐγώ σοι τὴν ῥῆσιν ἐξεπίτηδες ὅλην παρέγραψα, μή με κλέπτειν ὑπολάβῃς καὶ κακουργεῖν μύθους ἀρχαίους προφέροντα, τυχὸν μὲν ἐμφερῶς, οὐ μὴν ἀληθῶς πάντη ξυγκειμένους. ἀλλ’ ὅ γε ἀληθὴς ὑπὲρ αὐτῶν λόγος τί φησιν; ἀκούεις ὅτι, κἂν ἄνθρωπός τις ᾖ τῇ φύσει, θεῖον εἶναι χρὴ τῇ προαιρέσει καὶ δαίμονα, πᾶν ἁπλῶς ἐκβαλόντα τὸ θνητὸν καὶ θηριῶδες τῆς ψυχῆς, πλὴν ὅσα ἀνάγκη διὰ τὴν τοῦ σώματος παραμένειν σωτηρίαν; ταῦτα εἴ τις ἐννοῶν δέδοικεν ἐπὶ τηλικοῦτον ἑλκόμενος βίον, ἆρά σοι φαίνεται τὴν Ἐπικούρειον θαυμάζειν ἀπραγμοσύνην καὶ τοὺς κήπους καὶ τὸ προάστειον τῶν Ἀθηνῶν καὶ τὰς μυρρίνας καὶ τὸ Σωκράτους δωμάτιον; ἀλλ’ οὐκ ἔστιν ὅπου γε ἐγὼ ταῦτα προτιμήσας τῶν πόνων ὤφθην.

为了表明并非仅有我一人认为命运在实际事务中拥有极大的支配力,我现在可以向你引述柏拉图那部奇妙的《法律篇》中的话——尽管你早已熟知并且曾教导过我,但我还是为你誊抄了这段文字,就如同作为我未尝怠惰的明证一般;其文大体如下: “神掌管万物,随同神一起,命运与时机统领着人事的一切;然而,若承认第三种要素——技艺——应当伴随其后,则更为恰当。” 随后,在描摹那应当成为美好功业的工匠与创造者、神圣之王的形象时,他说: “‘克洛诺斯既已认识到——正如我们所阐述的那样——没有任何人的本性有能力以专断的权力治理一切人事,而不至充满骄横与不义;因此他考虑到这一点,在当时为我们的城邦所设立的国王与统治者并非人类,而是更为神圣且优秀的族类,即精灵,正如我们如今对待羊群以及所有驯养的畜群那样:我们绝不让公牛统领公牛,也不让山羊统领山羊,而是由我们作为优于它们的族类来统辖它们。正是以同样的方式,神因其热爱人类,亦设立了优于我们的族类,即精灵的族类;他们照管我们,既给自己带来极大的轻松,亦给我们带来极大的安泰,并赐予和平、敬畏与丰盈的正义,使得人类的族类免于纷争,享有幸福。而这个故事至今仍在依循真理教导我们:凡不是由神、而是由某种凡人统治的城邦,其苦难与劳碌便永无止息;相反,它认为我们必须千方百计地效法那相传在克洛诺斯时期的生活,并在我们内部尚存不死性的限度内顺从它,在公共与私人生活中治理我们的居所与城邦,将理智的分配命名为“法律”。但若是一个人,或某种寡头政体,抑或民主政体,怀着渴求快乐与欲望、急需充填这些欲望的灵魂,在践踏法律之后统治了某个城邦或个人,那么便绝无获救的途径。’” 我特意为你将这段话完整抄录下来,免得你以为我在投机取巧、玩弄手段,搬出那些偶有形似却绝非完全合乎真理的古代神话。然而,关于这些事情的真正道理又说了什么呢?你难道没有听明白:即便一个人在本性上是人类,在决意上也必须成为神圣者与精灵,将灵魂中凡俗与兽性的一切全然摒弃,只留下为了肉体的保全所必需留存的部分?如果有人在深思这些事情之后,对被推向如此崇高的人生感到畏惧,在你看来,他难道就是在艳羡伊壁鸠鲁派的无为、花园、雅典的郊野、香桃木以及苏格拉底的小屋吗?但我绝未曾在任何时候被看出将这些事物看得重于劳苦。

语法注3 条
  1. 258aμὴ οὐχ ὕβρεώς τε καὶ ἀδικίας μεστοῦσθαι

    在否定性表达 οὐδεμία ἱκανή(没有任何本性有能力……)之后,不定式搭配双重否定 μὴ οὐ,表示“没有任何人的本性有能力……而不充满骄横与不义”,即具有绝对权力的凡人必然走向骄横与不义。

  2. 258dτὴν τοῦ νοῦ διανομὴν ὀνομάζοντας νόμον

    此处包含柏拉图式的词源联想,将 νοῦς(理智)、διανομή(分配,源自 νέμω)与 νόμος(法律)相联系。分词 ὀνομάζοντας 在格上与不定式的逻辑主语 ἡμᾶς(宾格)保持一致。

  3. 258dεἰ δὲ ἄνθρωπος εἷς ἢ ὀλιγαρχία τις ἢ δημοκρατία ... ἄρξει δὴ πόλεώς τινος ἢ ἰδιώτου καταπατήσας

    条件从句列举了不同性的主语(ἄνθρωπος εἷς 阳性,ὀλιγαρχία 与 δημοκρατία 阴性),但紧随其后的分词 καταπατήσας 采用了阳性单数主格,属于依从语意(synesis)或受首个主语 ἄνθρωπος 吸引而产生的不规则呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg006.humanitext-grc2:5