← 朱利安

致塞米斯提乌斯书

§3-4

命运的支配力量与斯多亚德性论的局限

作者阐述了命运在实际事务中无可抗拒的支配力量与不可预测性,驳斥了斯多亚派关于仅凭德性即可获得幸福的观点,并通过历史事例说明从政者所面临的沉重责任与所需具备的周全准备。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3

ἡμεῖς δὲ καὶ ἄκοντας καὶ ξυνιέντας αὑτῶν1 προσαναγκάσομεν, θαρρεῖν ὑπὲρ τηλικούτων ἔργων κελεύοντες, ὧν οὐκ ἀρετὴ μόνον ἐστὶν οὐδὲ προαίρεσις ὀρθὴ κυρία, πολὺ δὲ πλέον ἡ τύχη κρατοῦσα πανταχοῦ καὶ βιαζομένη ῥέπειν ᾗπερ ἂν ἐθέλῃ τὰ πράγματα; Χρύσιππος δὲ δοκεῖ τὰ μὲν ἄλλα σοφὸς εἶναι καὶ νομισθῆναι δικαίως, ἀγνοήσας δὲ τὴν τύχην καὶ τὸ αὐτόματον καί τινας ἄλλας αἰτίας τοιαύτας ἔξωθεν τοῖς πρακτικοῖς παρεμπιπτούσας οὐ σφόδρα ὁμολογούμενα λέγειν οἷς ὁ χρόνος ἡμᾶς διὰ μυρίων ἐναργῶς διδάσκει παραδειγμάτων. ποῦ γὰρ εὐτυχῆ καὶ μακάριον Κάτωνα φήσομεν; ποῦ δὲ Δίωνα τὸν Σικελιώτην εὐδαίμονα; οἷς τοῦ μὲν ἀποθανεῖν ἔμελεν ἴσως οὐδέν, τοῦ δὲ μὴ λείπειν ἀτελεῖς τὰς πράξεις, ἐφ’ ἃς ἐξ ἀρχῆς ὥρμησαν, καὶ σφόδρα ἔμελε, καὶ πάντα ἂν εἵλοντο παθεῖν ὑπὲρ τούτου. σφαλέντες δὲ ἐν ἐκείνοις εἰ μὲν εὐσχημόνως ἔφερον, ὥσπερ οὖν λέγεται, τὴν τύχην παραμυθίαν ἔσχον2 ἐκ τῆς ἀρετῆς οὐ μικράν, εὐδαίμονες δὲ οὐκ ἂν λέγοιντο τῶν καλλίστων πράξεων διημαρτηκότες, πλὴν ἴσως διὰ τὴν Στωικὴν ἔνστασιν· πρὸς ἣν ῥητέον, ὡς οὐ ταὐτόν ἐστιν ἐπαινεῖσθαι καὶ μακαρίζεσθαι, καὶ εἰ φύσει τὸ ζῷον εὐδαιμονίας ὀρέγεται, κρεῖττον εἶναι τὸ κατ’ ἐκείνην μακαριστὸν τέλος τοῦ κατ’ ἀρετὴν ἐπαινετοῦ.

难道我们要去强迫那些不情愿且自知其局限的人,命他们对如此重大的事务抱有勇气吗?在这些事务上,并非只有德性与正确的决意才是决定者,反而那处处居于统治地位、迫使事态随其意愿偏转的命运起着大得多的作用。克律西波斯在其他方面似乎是睿智的,并且理应受到如此评价;但他忽视了命运、偶然以及其他从外部降临到实际事务中的此类原因,因而所说的话似乎与时间通过无数事例明确昭示我们的道理大相径庭。事实上,我们在哪里能称加图是幸运且有福的?又在哪里能说西西里的狄翁是幸福的?对他们而言,死亡或许无足轻重,但使自己从一开始便投身其中的事业不至半途而废,却是极为关切之事,为此他们情愿遭受任何苦难。然而在那些事业中失败之后,即使如人们所说的那样,他们体面地承受了命运,并从德性中获得了不小的慰藉,但既然错失了最美好的功业,他们就不能被称为幸福的人——除非是出于斯多亚派的反驳。对此必须指出,受赞美与被视为有福并非同一回事;如果生灵本性上渴望幸福,那么依从幸福而来的有福结局便胜过依从德性而来的受赞美结局。

§4

ἥκιστα δὲ φιλεῖ τῆς εὐδαιμονίας ἡ βεβαιότης τῇ τύχῃ πιστεύειν. καὶ τοὺς ἐν πολιτείᾳ ζῶντας οὐκ ἔνεστιν ἄνευ ταύτης ἀναπνεῖν τὸ δὴ λεγόμενον ἀληθῶς θεωροῦντες εἴτε καὶ πεποιήκασι καὶ στρατηγὸν λόγῳ, καθάπερ οἱ τὰς ἰδέας εἴτε καὶ ψευδῶς ξυντιθέντες, ἐν τοῖς ἀσωμάτοις καὶ νοητοῖς ἱδρῦσθαί που τῶν τυχαίων ὑπεράνω πάντων, ἢ τὸν Διογένους ἐκεῖνον "Ἄπολιν, ἄοικον, πατρίδος ἐστερημένον," οὐκ ἔχοντα μὲν εἰς ὅ,τι παρ’ αὐτῆς εὖ πάθῃ καὶ τοὐναντίον ἐν τίνι σφαλῇ· τοῦτον δὲ ὃν ἡ συνήθεια καλεῖν εἴωθε καὶ Ὅμηρος πρῶτος, "Ὧι λαοί τ’ ἐπιτετράφαται καὶ τόσσα μέμηλεν," πῶς ἄν τις ἔξω τύχης ἀπαγαγὼν τὴν θέσιν φυλάσσοι; πάλιν δ’ ὁ αὑτὸν ὑποτιθεὶς ταύτῃ πόσης αὑτῷ δεῖν οἰήσεται παρασκευῆς καὶ φρονήσεως πηλίκης ὥστε τὰς ἐφ’ ἑκάτερα ῥοπάς, καθάπερ πνεύματος κυβερνήτην, εὐσχημόνως φέρειν; Οὐκ ἔστι θαυμαστὸν ἀντιτάξασθαι προσπολεμούσῃ μόνον αὐτῇ, πολὺ δὲ θαυμασιώτερον τῶν ὑπαρξάντων παρ’ αὐτῆς ἀγαθῶν ἄξιον φανῆναι. τούτοις ὁ μέγιστος ἑάλω βασιλεὺς ὁ τὴν Ἀσίαν καταστρεψάμενος Δαρείου καὶ Ξέρξου χαλεπώτερος καὶ μᾶλλον ἀλαζὼν φανείς, ἐπειδὴ τῆς ἐκείνων ἀρχῆς κατέστη κύριος, τούτοις ἁλόντες τοῖς βέλεσιν ἄρδην ἀπώλοντο Πέρσαι, Μακεδόνες, ὁ τῶν Ἀθηναίων δῆμος, Συρακούσιοι, τὰ Λακεδαιμωνίων τέλη, Ῥωμαίων στρατηγοὶ καὶ ἐπ’ αὐτοῖς αὐτοκράτορες μυρίοι. πολὺ μῆκος ἂν γένοιτο πάντας ἀπαριθμουμένῳ τοὺς διὰ πλοῦτον καὶ νίκας καὶ τρυφὴν ἀπολομένους· ὅσοι δὲ ὑπὸ τῶν δυσπραγιῶν ἐπικλυσθέντες δοῦλοι μὲν ἀντ’ ἐλευθέρων, ταπεινοὶ δὲ ἀντὶ γενναίων καὶ σφόδρα εὐτελεῖς ἀντὶ τῶν πρόσθεν σεμνῶν ἅπασιν ὤφθησαν, τί με χρὴ νῦν ὥσπερ ἐκ δέλτου μεταγράφοντα καταλέγειν; εἰ γὰρ ὤφελεν ὁ τῶν ἀνθρώπων βίος ἀπορεῖν3 παραδειγμάτων τοιούτων. ἀλλ’ οὔτε ἐστὶν οὔτ’ ἂν γένοιτό ποτε τῶν τοιούτων ἐνδεὴς παραδειγμάτων, ἕως ἂν τὸ τῶν ἀνθρώπων διαμένῃ γένος.

此外,幸福的稳固性绝不惯于信赖命运。那些真正洞悉政治生活中的人没有命运便所谓无法喘息的人——抑或那些在言辞中虚构出一位统帅的人,正如同那些虚妄地拼凑理念的人一样,将其安置在超乎一切偶然之事的无形体与理知世界中——又或者如同狄奥根尼那般: “无城、无家,丧失祖国”,既无由从命运那里得利,亦无处因此受挫;与他们不同,对于习俗乃至荷马最早称呼的这种人: “人民托付于他,如此重任系于其身”,人们若将他置于命运之外,又如何能保全其位置?反之,将自身置于命运之下的人,又当认为自己需要何等的准备和何其广大的明智,才能如应对暴风的舵手一般,体面地承受命运向任一方的偏转? 在命运与自己交战时只是加以抵挡,这并非不可思议之事;而显得配得上从命运那里得来的善物,则要惊人得多。征服亚洲的至大之王正是被这些善物所俘获,他在成为大流士与薛西斯帝国的统治者后,显得比他们更为苛暴与狂妄;波斯人、马其顿人、雅典民众、叙拉古人、拉栖代梦的长官、罗马的将官以及后来的无数皇帝,都中此箭矢而彻底倾覆。若要一一列举所有因财富、胜利和奢靡而毁灭的人,那将冗长无比;至于那些被厄运淹没,在所有人眼中化为奴隶而非自由人、卑微而非高贵、极度潦倒而非往昔尊荣的人,我又何必如今如同照板誊抄一般将他们一一列出?但愿人类的生活缺乏此类例证!然而,只要人类的族类延续一天,生活就既不缺乏、也绝不会缺乏此类例证。

语法注3 条
  1. 3ξυνιέντας αὑτῶν

    动词 ξυνίημι 在此意为“自知其局限、有自知之明”,支配反身代词属格 αὑτῶν 作为宾语(而非通常的宾格),用以表达对自身能力与分寸的自觉。

  2. 256bτὴν τύχην παραμυθίαν ἔσχον

    在语境中,τὴν τύχην 实际上充当前置条件分句动词 εὐσχημόνως ἔφερον 的宾语(“体面地承受了命运”),而主句的核心结构是 παραμυθίαν ἔσχον ἐκ τῆς ἀρετῆς。倒装(hyperbaton)使得 τὴν τύχην 被提前至主句开头。

  3. 257cεἰ γὰρ ὤφελεν ὁ τῶν ἀνθρώπων βίος ἀπορεῖν

    表达愿望的虚词 εἰ γάρ 与 ὀφείλω 的过去时 ὤφελεν 及不定式 ἀπορεῖν 连用,构成对当下现实与事实相反的愿望表达(“但愿人类的生活缺乏……[而实际上并不缺乏]”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg006.humanitext-grc2:3-4