← 朱利安

致塞米斯提乌斯书

§1-2

对过高期望的畏惧与从政的踌躇

作者对受信人过度的赞誉以及将其与古代英雄、立法者相提并论的崇高期待表示畏惧与惶恐,并通过航海的比喻指出,这种过高的要求与其说是在激励人投身政坛,不如说是在令人望而却步。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

Ἐγώ σοι βεβαιῶσαι μέν, ὥσπερ οὖν γράφεις, τὰς ἐλπίδας καὶ σφόδρα εὔχομαι, δέδοικα δὲ μὴ διαμάρτω, μείζονος οὔσης τῆς ὑποσχέσεως, ἣν ὑπὲρ ἐμοῦ πρός τε τοὺς ἄλλους ἅπαντας καὶ ἔτι μᾶλλον πρὸς σεαυτὸν ποιῇ· καί μοι πάλαι μὲν οἰομένῳ πρός τε τὸν Ἀλέξανδρον καὶ τὸν Μάρκον, καὶ εἴ τις ἄλλος γέγονεν ἀρετῇ διαφέρων, εἶναι τὴν ἅμιλλαν φρίκη τις προσῄει καὶ δέος θαυμαστόν, μὴ τοῦ μὲν ἀπολείπεσθαι παντελῶς τῆς ἀνδρείας δόξω, τοῦ δὲ τῆς τελείας ἀρετῆς οὐδὲ ἐπ’ ὀλίγον ἐφίκωμαι.1 εἰς ταῦτα ἀφορῶν ἀνεπειθόμην τὴν σχολὴν ἐπαινεῖν, καὶ τῶν Ἀττικῶν διαιτημάτων αὐτός τε ἡδέως ἐμεμνήμην καὶ τοῖς φίλοις ὑμῖν προσᾴδειν ἠξίουν, ὥσπερ οἱ τὰ βαρέα φορτία φέροντες ἐν ταῖς ᾠδαῖς ἐπικουφίζουσιν αὑτοῖς τὴν ταλαιπωρίαν. σὺ δέ μοι νῦν μεῖζον ἐποίησας διὰ τῆς ἔναγχος ἐπιστολῆς τὸ δέος καὶ τὸν ἀγῶνα τῷ παντὶ χαλεπώτερον ἔδειξας, ἐν ταύτῃ παρὰ τοῦ θεοῦ τετάχθαι με τῇ μερίδι λέγων, ἐν ᾗ πρότερον Ἡρακλῆς καὶ Διόνυσος ἐγενέσθην φιλοσοφοῦντες ὁμοῦ καὶ βασιλεύοντες καὶ πᾶσαν σχεδὸν τῆς ἐπιπολαζούσης κακίας ἀνακαθαιρόμενοι γῆν τε καὶ θάλατταν. κελεύεις δὲ πᾶσαν ἀποσεισάμενον σχολῆς ἔννοιαν καὶ ῥᾳστώνης σκοπεῖν, ὅπως τῆς ὑποθέσεως ἀξίως ἀγωνιούμεθα· εἶτα ἐπ’ αὐτοῖς τῶν νομοθετῶν μέμνησαι, Σόλωνος, Πιττακοῦ, Λυκούργου, καὶ τούτων ἁπάντων μείζονα χρῆναι παρ’ ἡμῶν λέγεις τοὺς ἀνθρώπους ἐν δίκῃ νῦν περιμένειν.

就我而言,正如您所写的那样,我极力祈求能够证实您的期望,但我担心自己会有所辜负,因为您向其他所有人,尤其是向您自己所作的关于我的许诺实在太大了。从前,当我认为自己的竞赛对手是亚历山大和马可,以及其他在德性上卓尔不群的人时,一种战栗和极大的恐惧便袭上心头,唯恐自己显得完全配不上前者的英勇,又丝毫达不到后者的完满德性。面对这些,我曾被说服去赞美闲暇,自己欣然怀念雅典式的生活方式,并认为应当以此向各位朋友歌唱,正如那些身负重荷的人用歌声减轻自己的辛劳一样。然而现在,您通过近来的书信使我的恐惧更甚,并将这场竞赛展示得彻底艰难得多——您说我被神安置在赫拉克勒斯与狄俄尼索斯从前所处的岗位上,他们既行哲学又执王权,几乎扫除了弥漫于整片陆地与海洋的邪恶。您命令我摒除一切关于闲暇与安逸的念头,考虑如何使我们不辱使命地奋战;接着您又提到了立法者们——梭伦、庇塔库斯、莱库古,并且说人们现在理当期待我们做出比他们所有人更伟大的作为。

§2

τούτοις ἐγὼ τοῖς λόγοις ἐντυχὼν ἐξεπλάγην μικροῦ· σοὶ μὲν γὰρ ὑπελάμβανον οὐδαμῶς θεμιτὸν κολακεύειν ἢ ψεύδεσθαι, ἐμαυτῷ δὲ συνειδὼς φύσεως μὲν ἕνεκα διαφέρον οὐδὲν οὔτε ἐξ ἀρχῆς οὔτε νῦν ὑπάρξαν, φιλοσοφίας δὲ ἐρασθέντι μόνον· τὰς γὰρ ἐν μέσῳ σιγῶ τύχας, αἵ μοι τὸν ἔρωτα τοῦτον ἀτελῆ τέως ἐφύλαξαν· οὐκ εἶχον οὖν ὅ, τι χρὴ περὶ τῶν τοιούτων λόγων συμβαλεῖν, ἕως ἐπὶ νοῦν ἤγαγεν ὁ θεός, μή ποτε ἄρα προτρέπειν ἐθέλεις διὰ τῶν ἐπαίνων καὶ τῶν ἀγώνων δεῖξαι τὸ μέγεθος, οἷς ἀνάγκη πᾶσα τὸν ἐν πολιτείᾳ ζῶντα παραβεβλῆσθαι τὸν ἅπαντα χρόνον. Τοῦτο δὲ ἀποτρέποντός ἐστι πλέον ἢ πρὸς τὸν βίον παρορμῶντος. ὥσπερ γὰρ εἴ τις τὸν πορθμὸν τὸν παρ’ ὑμῖν πλέων καὶ οὐδὲ τοῦτον ῥᾳδίως οὐδὲ εὐκόλως ὑφιστάμενος ἀκούοι παρά του μαντικὴν ἐπαγγελλομένου τέχνην, ὡς χρεὼν αὐτὸν τὸν Αἰγαῖον ἀναμετρῆσαι καὶ τὸν Ἰόνιον καὶ τῆς ἔξω θαλάσσης ἅψασθαι, καὶ Νῦν μὲν ὁρᾷς ὁ προφήτης λέγοι τείχη καὶ λιμένας,2 ἐκεῖ δὲ γενόμενος οὐδὲ σκοπιὰν οὐδὲ πέτραν ὄψει, ἀλλ’ ἀγαπήσεις καὶ ναῦν πόρρωθεν κατιδὼν προσειπεῖν τοὺς ἐμπλέοντας, καὶ τῆς γῆς ὀψέ ποτε ἁψάμενος, τῷ θεῷ πολλάκις προσεύξῃ, πρὸς αὐτῷ γοῦν τῷ τέλει τοῦ βίου τυχεῖν ὅρμου καὶ τήν τε ναῦν σώαν παραδοῦναι καὶ τοὺς ἐμπλέοντας ἀπαθεῖς τοῖς οἰκείοις κακῶν παραστῆσαι καὶ τὸ σῶμα τῇ μητρὶ γῇ δοῦναι, τοῦτο δὲ ἐσόμενον ἴσως ἄδηλον ἔσται σοι μέχρι τῆς τελευταίας ἐκείνης ἡμέρας· ἆρ’ οἴει τούτων ἀκούσαντα τῶν λόγων ἐκεῖνον πόλιν γ’ ἂν οἰκεῖν ἑλέσθαι3 πλησίον θαλάσσης, οὐχὶ δὲ χαίρειν εἰπόντα πλούτῳ καὶ τοῖς ἐξ ἐμπορίας ἀγαθοῖς περιγιγνομένοις, γνωρίμων πολλῶν, ξενικῆς φιλίας, ἱστορίας ἐθνῶν καὶ πόλεων ὑπεριδόντα σοφὸν ἀποφαίνειν τὸν τοῦ Νεοκλέους,4 ὃς κελεύει λαθεῖν βιώσαντα; καὶ σὺ δὲ ἔοικας τοῦτο καταμαθὼν προκαταλαμβάνειν ἡμᾶς ταῖς εἰς τὸν Ἐπίκουρον λοιδορίαις καὶ προεξαιρεῖν τὴν τοιαύτην γνώμην. φὴς γάρ που σχολὴν ἐπαινεῖν ἀπράγμονα καὶ διαλέξεις ἐν περιπάτοις προσήκειν ἐκείνῳ· ἐγὼ δὲ ὅτι μὲν οὐ καλῶς Ἐπικούρῳ ταῦτα ἐδόκει, πάλαι καὶ σφόδρα πείθομαι· εἰ δὲ πάνθ’ ὁντινοῦν ἐπὶ πολιτείαν προτρέπειν ἄξιον, καὶ τὸν ἧττον πεφυκότα καὶ τὸν οὔπω τελέως δυνάμενον, ἐπὶ πλεῖστον ἴσως διαπορῆσαι χρή. λέγουσι γάρ τοι καὶ τὸν Σωκράτη πολλοὺς μὲν οὐ σφόδρα εὐφυῶς ἔχοντας ἀπαγαγεῖν τοῦ βήματος, καὶ Γλαύκωνα ἐκεῖνον, Ξενοφῶν λέγει· τὸν δὲ τοῦ Κλεινίου παῖδα πειραθῆναι μὲν ἐπισχεῖν, οὐ δυνηθῆναι δὲ περιγενέσθαι τοῦ νεανίσκου τῆς ὁρμῆς.

读到这些话,我几乎惊愕不已。因为一方面,我认为您绝不至于奉承阿谀或弄虚作假;另一方面,我自知就天资而言无论起初还是现在都无过人之处,唯独热爱哲学而已——至于其间使我这份热爱至今未竟的诸多际遇,我且隐忍不言。因此,我不知该对这番话作何理解,直到神点醒了我的头脑:或许您是希望通过赞美来激励我,并向我展示那些身处政制生活中的人终其一生必须置身于其中的巨大竞赛。 然而,这与其说是在策励人投身这种生活,不如说是在劝退。因为这就好比一个人在渡过你们那里的海峡时,即便连这也不能轻松自如地承受,却听到一位自称通晓预言之术的人说,他必须横渡爱琴海与伊奥尼亚海,涉足外海,并且那预言者会说:“现在你所见的乃是城墙与港口,但到了那里,你连哨所与礁石都看不见,反而只要远远望见一艘船并能向船员打声招呼,就会感到欣慰;在历经波折踏上陆地之后,你将多次向神祈祷,求能在生命的终点获得泊位,将完好无损的船只交割,使船员不受灾祸地归还其亲人,并把遗体归还给大地母亲;而这能否实现,对你而言或许直到最后那一天也是未卜之数。” 您认为那个人听了这些话之后,还会选择在近海的城市居住,而不会向财富和贸易所得的利益告别,蔑视众多的熟人、异邦的友谊以及对各族城邦的考察,转而宣称那位教导人“隐逸而生”的尼奥克勒斯之子是智慧的吗?您似乎也察觉到了这一点,便以对伊壁鸠鲁的斥责来先发制人,预先排除这种想法。因为您好像说,赞美无所作为的闲暇并在漫步中交谈才适合于那个人;而我久已深信伊壁鸠鲁持有这些观点是不妥的。但是,是否值得把任何人都推向政制生活,包括那些天资较差和尚未充分胜任的人,这或许是非常需要仔细推敲的。人们确实传说,苏格拉底也曾劝阻过许多天资不足的人离开讲台,色诺芬说他对那位著名的格劳孔就是如此;而对克莱尼亚斯之子,苏格拉底虽曾试图制止,却无法压制住那个年轻人的冲动。

语法注4 条
  1. 253aμὴ τοῦ μὲν ἀπολείπεσθαι παντελῶς τῆς ἀνδρείας δόξω, τοῦ δὲ τῆς τελείας ἀρετῆς οὐδὲ ἐπ’ ὀλίγον ἐφίκωμαι

    由 δέος(恐惧)所引出的表担忧的虚拟语气从句。τοῦ μέν 与 τοῦ δέ 分别指代前文提到的亚历山大(Ἀλέξανδρον)与马可(Μάρκον)。ἀπολείπεσθαι(逊色于)支配表示比较或分离的属格 τῆς ἀνδρείας,而 ἐφίκωμαι(达到)支配宾格性属格 τῆς τελείας ἀρετῆς。

  2. 254cὥσπερ γὰρ εἴ τις ... ἀκούοι ... καὶ Νῦν μὲν ὁρᾷς ὁ προφήτης λέγοι τείχη καὶ λιμένας

    在 ὥσπερ εἴ τις ... ἀκούοι 这一假设性比较句中,嵌入了预言者的话语。ὁ προφήτης λέγοι(预言者或会说)属于插入性的希求法结构,被置于直接引语(Νῦν μὲν ... ὁρᾷς ... τείχη καὶ λιμένας)的词句之间。

  3. 255aἆρ’ οἴει τούτων ἀκούσαντα τῶν λόγων ἐκεῖνον πόλιν γ’ ἂν οἰκεῖν ἑλέσθαι

    由 ἆρ’ οἴει 支配的带主词的不定式结构(主格成分为对格 ἐκεῖνον,动词为不定式 ἑλέσθαι)。小词 ἄν 与不定式 ἑλέσθαι 结合(ἂν ... ἑλέσθαι),构成表示潜在或与事实相反结论的归结从句(“你认为他会选择……吗?”)。ἀκούσαντα 是与 ἐκεῖνον 一致的修饰分词。

  4. 255bτὸν τοῦ Νεοκλέους

    代词性与习用的父名指代结构(省略了 παῖδα 或 υἱόν),指哲学家伊壁鸠鲁(“尼奥克勒斯之子”),在紧接着的下一句中被直接称作 Ἐπίκουρος。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg006.humanitext-grc2:1-2