- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg006.humanitext-grc2:11-13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者列举了未执掌政权却生活崇高的哲学家之例,称赞受信人自身的教化与道德影响力之深远。随后他辩白自己对执掌国政的迟疑并非出于图谋安逸,而是基于对自身资质的清醒自知,并祈愿得到神的庇佑与哲学家们的协助,以此作结全篇。
Ἀλλ’ ἐπειδὴ πάλιν ἐοίκαμεν εἰς τὸν θεωρηματικὸν ὁρμήσαντες βίον τούτῳ παραβάλλειν τὸν πρακτικόν, ἐξ ἀρχῆς παραιτησαμένου καὶ σοῦ τὴν σύγκρισιν, αὐτῶν ἐκείνων, ὧν ἐπεμνήσθης, Ἀρείου, Νικολάου, Θρασύλλου καὶ Μουσωνίου μνημονεύσω. τούτων γὰρ οὐχ ὅπως1 τις ἦν κύριος τῆς αὑτοῦ πόλεως, ἀλλ’ ὁ μὲν Ἄρειος, ὡς φασί, καὶ διδομένην αὐτῷ τὴν Αἴγυπτον ἐπιτροπεῦσαι παρῃτήσατο, Θράσυλλος δὲ Τιβερίῳ πικρῷ καὶ φύσει χαλεπῷ τυράννῳ ξυγγενόμενος, εἰ μὴ διὰ τῶν καταλειφθέντων ὑπ’ αὐτοῦ λόγων ἀπελογήσατο, δείξας ὅστις ἦν, ὦφλεν ἂν εἰς τέλος αἰσχύνην ἀναπάλλακτον, οὕτως αὐτὸν οὐδὲν ὤνησεν ἡ πολιτεία, Νικόλαος δὲ πράξεων μὲν οὐ μεγάλων αὐτουργὸς γέγονε, γνώριμος δέ ἐστι μᾶλλον διὰ τοὺς ὑπὲρ αὐτῶν λόγους, καὶ Μουσώνιος ἐξ ὧν ἔπαθεν ἀνδρείως καὶ νὴ Δί’ ἤνεγκεν ἐγκρατῶς τὴν τῶν τυράννων ὠμότητα γέγονε γνώριμος, ἴσως οὐκ ἔλαττον εὐδαιμονῶν ἐκείνων τῶν τὰς μεγάλας ἐπιτροπευσάντων βασιλείας. Ἄρειος δὲ ὁ τὴν ἐπιτροπὴν τῆς Αἰγύπτου παραιτησάμενος ἑκὼν αὑτὸν ἀπεστέρει τοῦ κρατίστου τέλους εἰ τοῦτ’ ᾤετο κυριώτατον. σὺ δὲ αὐτὸς ἡμῖν ἄπρακτος εἶ, μήτε στρατηγῶν μήτε δημηγορῶν μήτε ἔθνους ἢ πόλεως ἄρχων; ἀλλ’ οὐκ ἂν φαίη νοῦν ἔχων ἀνήρ. ἔξεστι γάρ σοι φιλοσόφους πολλοὺς ἀποφήναντι, εἰ δὲ μή, τρεῖς ἢ τέτταρας μείζονα τὸν βίον εὐεργετῆσαι τῶν ἀνθρώπων πολλῶν ὁμοῦ βασιλέων.2 οὐ μικρᾶς γὰρ μερίδος ὁ φιλόσοφος προέστηκεν, οὐδέ, καθάπερ ἔφης, συμβουλῆς ἐστι μόνης τῆς ὑπὲρ τῶν κοινῶν ἐκεῖνος κύριος, οὐδὲ ἡ πρᾶξις εἰς λόγον αὖθις αὐτῷ περιίσταται, ἔργῳ δὲ βεβαιῶν τοὺς λόγους καὶ φαινόμενος τοιοῦτος, ὁποίους βούλεται τοὺς ἄλλους εἶναι, πιθανώτερος ἂν εἴη καὶ πρὸς τὸ πράττειν ἀνυσιμώτερος τῶν ἐξ ἐπιτάγματος ἐπὶ τὰς καλὰς πράξεις παρορμώντων.
然而,既然我们在投身于观照生活之后,似乎又再次把实践的生活同它相比拟,尽管起初你也曾拒绝这种比较,那么我便要提一提你所提及的那些人本身:阿雷乌斯、尼古劳斯、斯拉苏卢斯以及穆索尼乌斯。因为他们之中不仅没有任何一个人是他自己城邦的统治者,而且据人们所说,阿雷乌斯甚至推辞了赐予他的埃及总督之位;而斯拉苏卢斯与提比略这位残酷且生性严苛的僭主交往,若非凭借他所留下的文字为自己辩护、表明他究竟是怎样的人,他最终势必蒙受无可摆脱的羞辱——政治生活竟是如此未曾给他带来任何益处;尼古劳斯并未成为重大功业的亲历者,却主要是因其记述这些功业的文字而闻名;穆索尼乌斯则是因其英勇地承受苦难、且对天发誓凭着克制忍耐了僭主们的残暴而闻名,他在幸福上恐怕绝不逊色于那些统辖大王国的统治者。而推辞了埃及总督职位的阿雷乌斯,如果认为这是最关键之事,便是在自愿剥夺自己的至善目标。至于你自己,难道因为既不作统帅、也不向民众发表演说、也不统治一邦或一城,在我们看来就是无所作为的吗?凡是有头脑的人绝不会这样说。因为你完全可以通过造就众多哲学家,退一步说,造就三四个哲学家,从而使人类的生活获益,这种贡献甚至超越许多君王联合起来所作的。因为哲学家所执掌的绝非微不足道的份额,他也并不像你所说的那样仅仅掌握关于公共事务的建议权,行动在他那里也绝不会再次退化为清谈;相反,他以行动印证言辞,将自己展现为他期望他人成为的模样,因而比起那些凭借法令驱使人们从事高尚行为的人,会更具说服力,在推动实践上也更为有效。
Ἀλλ’ ἐπανιτέον εἰς ἀρχὴν καὶ συμπεραντέον τὴν ἐπιστολὴν μείζονα ἴσως οὖσαν τοῦ δέοντος. ἔστι δὲ ἐν αὐτῇ τὸ κεφάλαιον, ὅτι μήτε τὸν πόνον φεύγων μήτε τὴν ἡδονὴν θηρεύων μήτε ἀπραγμοσύνης καὶ ῥᾳστώνης ἐρῶν τὸν ἐν τῇ πολιτείᾳ δυσχεραίνω βίον· ἀλλ’, ὅπερ ἔφην ἐξ ἀρχῆς, οὔτε παιδείαν ἐμαυτῷ συνειδὼς τοσαύτην οὔτε φύσεως ὑπεροχήν, καὶ προσέτι δεδιώς, μὴ φιλοσοφίαν, ἧς ἐρῶν οὐκ ἐφικόμην, εἰς τοὺς νῦν ἀνθρώπους οὐδὲ ἄλλως εὐδοκιμοῦσαν διαβάλλω, πάλαι τε ἔγραφον ἐκεῖνα καὶ νῦν τὰς παρ’ ὑμῶν ἐπιτιμήσεις ἀπελυσάμην εἰς δύναμιν.
然而,我们应当回到开端,并结束这封或许比所需篇幅更长的信件了。信中的主旨在于:我既不是为了逃避劳苦,也不是为了追逐享乐,亦不是出于贪恋无为与安逸而对城邦公职的生活感到厌烦;而是正如我从一开始所说的,我自知既没有如此深厚的学养,也没有过人的天赋,加之我担心自己所挚爱却未能企及的哲学,在当今人们中间本就不受尊崇,如今反因我而蒙受谤议,所以我先前才写下那些话,如今又竭尽所能为自己洗刷你们的指责。
Διδοίη δὲ ὁ θεὸς τὴν ἀρίστην τύχην καὶ φρόνησιν ἀξίαν τῆς τύχης, ὡς ἐγὼ νῦν ἔκ τε τοῦ κρείττονος τό γε πλέον καὶ παρ’ ὑμῶν τῶν φιλοσοφούντων ἁπάσῃ μηχανῇ βοηθητέος εἶναί μοι δοκῶ,3 προτεταγμένος ὑμῶν καὶ προκινδυνεύων. εἰ δέ τι μεῖζον ἀγαθὸν τῆς ἡμετέρας παρασκευῆς καὶ ἧς ὑπὲρ ἐμαυτοῦ γνώμης ἔχω τοῖς ἀνθρώποις δι’ ἡμῶν ὁ θεὸς παράσχοι, χαλεπαίνειν οὐ χρὴ πρὸς τοὺς ἐμοὺς λόγους. ἐγὼ γὰρ οὐδὲν ἐμαυτῷ συνειδὼς ἀγαθὸν πλὴν τοῦτο μόνον, ὅτι μηδὲ οἴομαι τὰ μέγιστα ἔχειν ἔχων τε οὐδέν, ὡς ὁρᾷς αὐτός, εἰκότως βοῶ καὶ μαρτύρομαι μὴ μεγάλα παρ’ ἡμῶν ἀπαιτεῖν, ἀλλὰ τῷ θεῷ τὸ πᾶν ἐπιτρέπειν· οὕτω γὰρ ἐγὼ τῶν τε ἐλλειμμάτων εἴην ἂν ἀνεύθυνος καί, γενομένων ἁπάντων δεξιῶν, εὐγνώμων ἂν καὶ μέτριος εἴην, οὐκ ἀλλοτρίοις ἐμαυτὸν ἔργοις ἐπιγράφων, τῷ θεῷ δέ, ὥσπερ οὖν δίκαιον, προσανατεθεικὼς ἅπαντα αὐτός τε εἴσομαι καὶ ὑμᾶς προτρέπω τὴν χάριν εἰδέναι.4
愿神赐予最好的运气,以及配得上这运气的明智;因为在我看来,我如今既被置于你们的前哨并替你们冒着危险,理应通过一切手段获得援助,首要且主要来自于至高者,其次则来自于你们这些研习哲学的人。然而,如果神借着我们赐予人类的某些福祉,超越了我们的准备以及我对自己所抱有的看法,人们也不应当对我的这些言论感到恼怒。因为我自知身上毫无长处,唯有这一点:正如你自己所见,在我一无所有之时,我绝不自以为拥有最伟大的事物;正因如此,我才理所当然地大声疾呼并郑重作证,不要向我们索求伟大的成就,而当把一切托付于神。因为唯有这样,若有不足之处我便无需承担罪责;而若一切顺利,我也能成为心存感激且知所节制之人,不将他人的功业题写在自己名下,而是如其正当的那样,将一切归功于神,我自身将常怀感恩,同时也劝勉你们心存感恩。
- 265cοὐχ ὅπως
成语性短语 οὐχ ὅπως(相当于 οὐχ ὅτι)在此表示“不仅不……”或“远非……”,引出一个与实际相反的让步前提,下文承接更加鲜明的对比。
- 266aμείζονα τὸν βίον εὐεργετῆσαι τῶν ἀνθρώπων πολλῶν ὁμοῦ βασιλέων
此处 μείζονα 作中性宾格副词性用法修饰不定式 εὐεργετῆσαι,属格 πολλῶν ὁμοῦ βασιλέων 是比较属格(意为“比许多君王联合起来更加大地造福人类的生活”)。前文的 ἀποφήναντι 是与 ἔξεστι 的补足语 σοι 保持性数格一致的与格分词。
- 267aβοηθητέος εἶναί μοι δοκῶ
动词性形容词 βοηθητέος 采用人称构文,与主格主语 ἐγώ 保持一致(意为“我自身理应受到援助”)。与格代词 μοι 依附于表示感觉或判断的动词 δοκῶ,指“在我看来”,而非动词性形容词的施动者与格。
- 267bαὐτός τε εἴσομαι καὶ ὑμᾶς προτρέπω τὴν χάριν εἰδέναι
动词形式 εἴσομαι 是动词 οἶδα 的将来时,它共享了下文成语 χάριν εἰδέναι(“感恩、知恩”)中的宾语 τὴν χάριν。因此整句意为“我自己将心怀感恩,并且劝勉你们也当心存感恩”。
