- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg005.humanitext-grc2:9-10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尤利安叙述了自己初任恺撒时君士坦提乌斯的猜忌与亲信们的监视排挤,以及在精锐部队调离的严令下,他如何被迫顺从并面临军心动荡的危局。
Καὶ τὰ πρὸ τούτου δὲ ὁποῖός τις γέγονα περὶ αὐτὸν ἐντεῦθεν εἴσεσθε. αἰσθόμενος, ὅτι τῶν ἁμαρτανομένων κληρονομήσω μὲν αὐτὸς τὴν ἀδοξίαν καὶ τὸν κίνδυνον, ἐξεργασθήσεται δὲ ἑτέροις τὰ πλεῖστα, πρῶτον μὲν ἱκέτευον, εἰ ταῦτα πράττειν αὐτῷ φαίνοιτο καὶ πάντως ἐμὲ προσαγορεύειν καίσαρα δεδογμένον εἴη, ἄνδρας ἀγαθοὺς καὶ σπουδαίους δοῦναί μοι τοὺς ὑπουργοῦντας· ὁ δὲ πρότερον ἔδωκε τοὺς μοχθηροτάτους. ὡς δὲ ὁ μὲν εἷς ὁ πονηρότατος καὶ μάλα ἄσμενος ὑπήκουσεν, οὐδεὶς δὲ ἠξίου τῶν ἄλλων, ἄνδρα δίδωσιν ἄκων ἐμοὶ καὶ μάλα ἀγαθὸν Σαλούστιον, ὃς διὰ τὴν ἀρετὴν εὐθέως αὐτῷ γέγονεν ὕποπτος. οὐκ ἀρκεσθεὶς ἐγὼ τῷ τοιούτῳ, βλέπων δὲ πρὸς τὸ διάφορον τοῦ τρόπου καὶ κατανοήσας τῷ μὲν ἄγαν αὐτὸν πιστεύοντα, τῷ δὲ οὐδ’ ὅλως προσέχοντα,1 τῆς δεξιᾶς αὐτοῦ καὶ τῶν γονάτων ἁψάμενος· Τούτων, ἔφην, οὐδείς ἐστί μοι συνήθης οὐδὲ γέγονεν ἔμπροσθεν· ἐπιστάμενος δὲ αὐτοὺς ἐκ φήμης, σοῦ κελεύσαντος, ἑταίρους ἐμαυτοῦ καὶ φίλους νομίζω, τοῖς πάλαι γνωρίμοις ἐπ’ ἴσης τιμῶν. οὐ μὴν δίκαιον ἢ τούτοις ἐπιτετράφθαι τὰ ἐμὰ ἢ τὰ τούτων ἡμῖν συγκινδυνεῦσαι. τί οὖν ἱκετεύω; γραπτοὺς ἡμῖν δὸς ὥσπερ νόμους, τίνων ἀπέχεσθαι χρὴ καὶ ὅσα πράττειν ἐπιτρέπεις. δῆλον γάρ, ὅτι τὸν μὲν πειθόμενον ἐπαινέσεις, τὸν δὲ ἀπειθοῦντα κολάσεις, εἰ καὶ ὅ, τι μάλιστα νομίζω μηδένα ἀπειθήσειν.
在此之前我对他究竟如何,你们从下文便可得知。我察觉到,倘若出了过失,我自己将承受耻辱与危险,而绝大部分事情却将由他人经办,于是我首先恳求他:如果他决定要这么做,并且无论如何都已决意称我为恺撒,就请赐予我贤良且忠诚的人作为助手;但他最初却给了我最邪恶的人。当其中一个最邪恶之徒极其乐意地遵从、而其他人无一愿意接受时,他才勉强给了我一位极其优秀的人士萨卢斯提乌斯,而此人由于其德行立即遭到了他的猜忌。我对这样的局面并不满意,看到他们性情迥异,又察觉到他过分信任其中一人而对另一人完全不予理睬,便握住他的右手并抚摩他的膝头说道:‘这些人中没有一个是我的旧交,以前也不曾相识;但凭着传闻知道他们,并且遵从您的命令,我将他们视作自己的同僚与朋友,与昔日相识之人同等对待。然而,将我的事务完全托付给他们,或者让他们的事务使我们共同涉险,这是不公道的。那么我恳求什么呢?请赐予我们书面的准则,犹如法律一般,指明应当戒除何事,允许我们处理何事。因为很显然,对于服从者您将予以称赞,对于不服从者您将予以惩罚,尽管我深信绝不会有人不服从。’
Ὅσα μὲν οὖν ἐπεχείρησεν ὁ Πεντάδιος αὐτίκα καινοτομεῖν, οὐδὲν χρὴ λέγειν· ἀντέπραττον δὲ καινοτομεῖν καὶ γίνεταί μοι δυσμενὴς ἐκεῖθεν. εἶτ’ ἄλλον λαβὼν καὶ παρασκευάσας δεύτερον καὶ τρίτον, Παῦλον, Γαυδέντιον, τοὺς ὀνομαστοὺς ἐπ’ ἐμὲ μισθωσάμενος συκοφάντας, Σαλούστιον μὲν ὡς ἐμοὶ φίλον ἀποστῆναι παρασκευάζει, Λουκιλιανὸν δὲ δοθῆναι διάδοχον αὐτίκα. καὶ μικρὸν ὕστερον καὶ Φλωρέντιος ἦν ἐχθρὸς ἐμοὶ διὰ τὰς πλεονεξίας, αἷς ἠναντιούμην. πείθουσιν οὗτοι τὸν Κωνστάντιον ἀφελέσθαι με τῶν στρατοπέδων ἁπάντων, ἴσως τι καὶ ὑπὸ τῆς ζηλοτυπίας τῶν κατορθωμάτων κνιζόμενον, καὶ γράφει γράμματα πολλῆς μὲν ἀτιμίας εἰς ἐμὲ πλήρη, Κελτοῖς δὲ ἀνάστασιν ἀπειλοῦντα· μικροῦ γὰρ δέω φάναι2 τὸ στρατιωτικὸν ἅπαν ἀδιακρίτως τὸ μαχιμώτατον ἀπαγαγεῖν τῆς Γαλατίας ἐκέλευσεν, ἐπιτάξας τοῦτο τὸ ἔργον Λουππικίνῳ τε καὶ Γιντωνίῳ, ἐμοὶ δὲ ὡς ἂν πρὸς μηδὲν ἐναντιωθείην αὐτοῖς ἐπέστειλεν. Ἐνταῦθα μέντοι τίνα τρόπον τὰ τῶν θεῶν εἴποιμ’ ἂν ἔργα πρὸς ὑμᾶς; διενοούμην· μάρτυρες δὲ αὐτοί· πᾶσαν ἀπορρίψας τὴν βασιλικὴν πολυτέλειαν καὶ παρασκευὴν ἡσυχάζειν, πράττειν δὲ οὐδὲν ὅλως. ἀνέμενον δὲ Φλωρέντιον παραγενέσθαι καὶ τὸν Λουππικῖνον· ἦν γὰρ ὁ μὲν περὶ τὴν Βίενναν, ὁ δὲ ἐν ταῖς Βρεττανίαις. ἐν τούτῳ θόρυβος πολὺς ἦν περὶ πάντας τοὺς ἰδιώτας καὶ τοὺς στρατιώτας, καὶ γράφει τις ἀνώνυμον γραμματεῖον εἰς τὴν ἀστυγείτονά μοι πόλιν πρὸς τοὺς Πετουλάντας τουτουσὶ καὶ Κελτούς· ὀνομάζεται δὲ οὕτω τὰ τάγματα· ἐν ᾧ πολλὰ μὲν ἐγέγραπτο κατ’ ἐκείνου, πολλοὶ δὲ ὑπὲρ τῆς Γαλλιῶν προδοσίας ὀδυρμοί· καὶ μέντοι καὶ τὴν ἐμὴν ἀτιμίαν ὁ τὸ γραμματεῖον συγγράψας ἀπωδύρετο. τοῦτο κομισθὲν ἐκίνησε πάντας, οἳ τὰ Κωνσταντίου μάλιστα ἐφρόνουν, ἐπιθέσθαι μοι κατὰ τὸ καρτερώτατον, ὅπως ἤδη τοὺς στρατιώτας ἐκπέμψαιμι, πρὶν καὶ εἰς τοὺς ἄλλους ἀριθμοὺς ὅμοια ῥιφῆναι. καὶ γὰρ οὐδὲ ἄλλος τις παρῆν τῶν δοκούντων εὔνως ἔχειν ἐμοί, Νεβρίδιος δέ, Πεντάδιος, Δεκέντιος, ὁ παρ’ αὐτοῦ πεμφθεὶς ἐπ’ αὐτὸ τοῦτο Κωνσταντίου. λέγοντος δέ μου χρῆναι περιμένειν ἔτι Λουππικῖνον καὶ Φλωρέντιον, οὐδεὶς ἤκουσεν, ἀλλ’ ἔλεγον πάντες τοὐναντίον ὅτι δεῖ ποιεῖν, εἰ μὴ βούλομαι ταῖς προλαβούσαις ὑποψίαις ὥσπερ ἀπόδειξιν καὶ τεκμήριον τοῦτο προσθεῖναι. εἶτα προσέθεσαν ὡς Νῦν μὲν ἐκπεμφθέντων αὐτῶν σόν ἐστι τὸ ἔργον, ἀφικομένων δὲ τούτων οὐ σοὶ τοῦτο, ἀλλ’ ἐκείνοις λογιεῖται Κωνστάντιος, σὺ δὲ ἐν αἰτίᾳ γενήσῃ. γράψαι δή με ἔπεισαν αὐτῷ, μᾶλλον δὲ ἐβιάσαντο· πείθεται μὲν γὰρ ἐκεῖνος, ᾧπερ ἔξεστι καὶ μὴ πεισθῆναι, βιάζεσθαι δὲ οἷς ἂν ἐξῇ, τοῦ πείθειν οὐδὲν προσδέονται· οὔκουν οὐδὲ οἱ βιασθέντες τῶν πεπεισμένων εἰσίν, ἀλλὰ τῶν ἀναγκασθέντων. ἐσκοποῦμεν ἐνταῦθα, ποίαν ὁδὸν αὐτοὺς χρὴ βαδίζειν, διττῆς οὔσης. ἐγὼ μὲν ἠξίουν ἑτέραν τραπῆναι, οἱ δὲ αὖθις ἀναγκάζουσιν ἐκείνην ἰέναι, μὴ τοῦτο αὐτὸ γενόμενον ὥσπερ ἀφορμήν τινα στάσεως τοῖς στρατιώταις παράσχῃ3 καὶ ταραχῆς τινος αἴτιον γένηται, εἶτα στασιάζειν ἅπαξ ἀρξάμενοι πάντα ἀθρόως ταράξωσιν.
至于彭塔迪乌斯随即企图进行哪些专断的革新,无需多言;但我反对他的专横妄为,从此他便对我怀恨在心。随后他又拉拢了一人,并安排了第二人、第三人——保卢斯与高登提乌斯,雇佣了这些臭名昭著的诬告者来对付我——促使萨卢斯提乌斯因作为我的朋友而被免职,并立即任命卢基利安努斯作为继任者。不久之后,弗洛伦提乌斯也因其贪得无厌遭到我的抵制而成为我的仇敌。这些人说服了君士坦提乌斯剥夺我的全部军队,而皇帝或许也在一定程度上因对我战功的嫉妒而受到刺激,于是写来了一封对我充满了极大侮辱、对凯尔特人威胁予以毁灭的书信;因为可以说,他命令不分青红皂白地将几乎全部最具战斗力的军队撤出高卢,并将这项任务委派给卢皮基努斯和金托尼乌斯,同时致信给我,命我不得对他们有任何违抗。 然而在此刻,我该如何向你们述说诸神的作为呢?我当时本打算——诸神亲自为我作证——抛弃所有帝王般的奢华与排场,安分守己,绝不采取任何行动。我在等待弗洛伦提乌斯和卢皮基努斯的到来;因为前者在维埃纳附近,而后者在不列颠。在此期间,所有的平民和士兵中间都发生了巨大的骚动,有人向我的邻近城镇、向这支佩图兰特斯军团和凯尔特军团——这些部队便是如此命名的——写了一份匿名文书;文书中写满了对君士坦提乌斯的控诉,以及对背叛高卢的深切哀怨;甚至文书的作者也为我所受的屈辱而哀叹。这份文书送达后,激起了所有最倾向于君士坦提乌斯派系的人极力向我施压,要求我立即将士兵派走,以免类似的文字也被散播到其他部队中。因为当时在场的并没有其他被认为对我怀有善意的人,只有内布里迪乌斯、彭塔迪乌斯,以及君士坦提乌斯专为此事派来的德肯提乌斯。当我表示仍应等待卢皮基努斯和弗洛伦提乌斯时,无人听从,反而全都说必须做相反的事,除非我想给皇帝原有的猜疑添上如同确凿的证据。随后他们补充道:‘如果现在将他们派走,功劳归你;但一旦那两人抵达,君士坦提乌斯就不会将此功归于你,而是归于他们,而你将受到责咎。’于是他们说服我给他写信,或者不如说是强迫了我;因为能够被说服的人,乃是拥有不被说服之自由的人,而对于拥有强迫之力的人来说,根本无需任何说服;因此,被强迫的人并不属于被说服之列,而是属于被逼迫之列。当时我们在考虑,鉴于有两条道路,军队应当走哪一条。我主张走另一条,但他们再次强迫他们走那一条,唯恐这本身会给士兵提供某种叛乱的借口并引起某种骚乱,从而使他们一旦开始叛乱,便会将一切顿时搞乱。
- 281dτῷ μὲν ἄγαν αὐτὸν πιστεύοντα, τῷ δὲ οὐδ’ ὅλως προσέχοντα
由表示察觉认知的动词分词 κατανοήσας 所支配的补充性分词结构,以宾格 αὐτόν(君士坦提乌斯)为主语。与格短语 τῷ μὲν ... τῷ δὲ 分别指代前文提到的两位截然相反的侍从,即邪恶的助手与贤良的萨卢斯提乌斯。
- 282dμικροῦ γὰρ δέω φάναι
意为“几乎可以说”(μικροῦ δέω + 不定词)的习惯性插入语。置于句首用以修饰并强调后文主句(ἐκέλευσεν)所表达的极端命令,即撤走几乎全军的精锐部队。
- 284aμὴ τοῦτο αὐτὸ γενόμενον ὥσπερ ἀφορμήν τινα στάσεως τοῖς στρατιώταις παράσχῃ
由否定连词 μή 引导的从属从句,表示顾虑或防止发生之事,解释了主动词 ἀναγκάζουσιν 的动机。它表明身边的官员们唯恐“这一举动本身会为士兵提供叛乱的借口”。
