← 朱利安

致雅典元老院与人民书

§8

高卢的辉煌军功与君士坦提乌斯的寡恩

尤利安回顾了自己在高卢取得的辉煌战功,包括斯特拉斯堡之役的告捷、平定莱茵河边境与建造船队,申明自己对君士坦提乌斯的竭诚效忠,并驳斥了皇帝无端的指控与寡恩背义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8

ἐν τούτοις οὖσαν καταλαβὼν ἐγὼ τὴν Γαλατίαν πόλιν τε ἀνέλαβον τὴν Ἀγριππίναν ἐπὶ τῷ Ῥήνῳ, πρὸ μηνῶν ἑαλωκυῖάν που δέκα, καὶ τεῖχος Ἀργέντορα πλησίον πρὸς ταῖς ὑπωρείαις αὐτοῦ τοῦ Βοσέγου, καὶ ἐμαχεσάμην οὐκ ἀκλεῶς. ἴσως καὶ εἰς ὑμᾶς ἀφίκετο ἡ τοιαύτη μάχη. ἔνθα τῶν θεῶν δόντων μοι τὸν βασιλέα τῶν πολεμίων αἰχμάλωτον, οὐκ ἐφθόνησα τοῦ κατορθώματος Κωνσταντίῳ.1 καίτοι εἰ μὴ θριαμβεύειν ἐξῆν, ἀποσφάττειν τὸν πολέμιον κύριος ἦν, καὶ μέντοι διὰ πάσης αὐτὸν ἄγων τῆς Κελτίδος ταῖς πόλεσιν ἐπιδεικνύειν καὶ ὥσπερ ἐντρυφᾶν τοῦ Χνοδομαρίου ταῖς συμφοραῖς. τούτων οὐδὲν ᾠήθην δεῖν πράττειν, ἀλλὰ πρὸς τὸν Κωνστάντιον αὐτὸν εὐθέως ἀπέπεμψα, τότε ἀπὸ τῶν Κουάδων καὶ Σαυροματῶν ἐπανιόντα. συνέβη τοίνυν, ἐμοῦ μὲν ἀγωνισαμένου, ἐκείνου δὲ ὁδεύσαντος μόνον καὶ φιλίως ἐντυχόντος τοῖς παροικοῦσι τὸν Ἴστρον ἔθνεσιν, οὐχ ἡμᾶς, ἀλλ’ ἐκεῖνον θριαμβεῦσαι. Τὸ δὴ μετὰ τοῦτο δεύτερος ἐνιαυτὸς καὶ τρίτος, καὶ πάντες μὲν ἀπελήλαντο τῆς Γαλατίας οἱ βάρβαροι, πλεῖσται δὲ ἀνελήφθησαν τῶν πόλεων, παμπληθεῖς δὲ ἀπὸ τῆς Βρεττανίδος ναῦς ἀνήχθησαν. ἑξακοσίων νηῶν ἀνήγαγον στόλον, ὧν τὰς τετρακοσίας ἐν οὐδὲ ὅλοις μησὶ δέκα ναυπηγησάμενος πάσας εἰσήγαγον εἰς τὸν Ῥῆνον, ἔργον οὐ μικρὸν διὰ τοὺς ἐπικειμένους καὶ παροικοῦντας πλησίον βαρβάρους. ὁ γοῦν Φλωρέντιος οὕτως ᾤετο τοῦτο ἀδύνατον, ὥστε ἀργύρου δισχιλίας λίτρας ὑπέσχετο μισθὸν ἀποτίσειν τοῖς βαρβάροις ὑπὲρ τῆς παρόδου, καὶ ὁ Κωνστάντιος ὑπὲρ τούτου μαθών· ἐκοινώσατο γὰρ αὐτῷ περὶ τῆς δόσεως· ἐπέστειλε πρός με τὸ αὐτὸ πράττειν κελεύσας, εἰ μὴ παντάπασιν αἰσχρόν μοι φανείη. πῶς δὲ οὐκ ἦν αἰσχρόν, ὅπου Κωνσταντίῳ τοιοῦτον ἐφάνη, λίαν εἰωθότι θεραπεύειν τοὺς βαρβάρους; ἐδόθη μὴν αὐτοῖς οὐδέν· ἀλλ’ ἐπ’ αὐτοὺς στρατεύσας, ἀμυνόντων μοι καὶ παρεστώτων τῶν θεῶν, ὑπεδεξάμην μὲν μοῖραν τοῦ Σαλίων ἔθνους, Χαμάβους δὲ ἐξήλασα, πολλὰς βοῦς καὶ γύναια μετὰ παιδαρίων συλλαβών. οὕτω δὲ πάντας ἐφόβησα καὶ παρεσκεύασα καταπτῆξαι τὴν ἐμὴν ἔφοδον, ὥστε παραχρῆμα λαβεῖν ὁμήρους καὶ τῇ σιτοπομπίᾳ παρασχεῖν ἀσφαλῆ κομιδήν. Μακρόν ἐστι πάντα ἀπαριθμεῖσθαι καὶ τὰ καθ’ ἕκαστον γράφειν, ὅσα ἐν ἐνιαυτοῖς ἔπραξα τέτταρσι· τὰ κεφάλαια δέ· τρίτον ἐπεραιώθην καῖσαρ ἔτι τὸν Ῥῆνον· δισμυρίους ἀπῄτησα παρὰ τῶν βαρβάρων ὑπὲρ τὸν Ῥῆνον ὄντας αἰχμαλώτους· ἐκ δυοῖν ἀγώνοιν καὶ μιᾶς πολιορκίας χιλίους ἐξελὼν ἐζώγρησα, οὐ τὴν ἄχρηστον ἡλικίαν, ἄνδρας δὲ ἡβῶντας· ἔπεμψα τῷ Κωνσταντίῳ τέτταρας ἀριθμοὺς τῶν κρατίστων πεζῶν, τρεῖς ἄλλους τῶν ἐλαττόνων, ἱππέων τάγματα δύο τὰ ἐντιμότατα· πόλεις ἀνέλαβον νῦν μὲν δὴ τῶν θεῶν ἐθελόντων πάσας, τότε δὲ ἀνειλήφειν ἐλάττους ὀλίγῳ τῶν τεσσαράκοντα. μάρτυρας καλῶ τὸν Δία καὶ πάντας θεοὺς πολιούχους τε καὶ ὁμογνίους ὑπὲρ τῆς ἐμῆς προαιρέσεως εἰς αὐτὸν καὶ πίστεως, ὅτι τοιοῦτος γέγονα περὶ αὐτόν, οἷον ἂν εἱλόμην ἐγὼ υἱὸν περὶ ἐμὲ γενέσθαι. τετίμηκα μὲν οὖν αὐτὸν ὡς οὐδεὶς καισάρων οὐδένα τῶν ἔμπροσθεν αὐτοκρατόρων. οὐδὲν γοῦν εἰς τὴν τήμερον ὑπὲρ ἐκείνων ἐγκαλεῖ μοι, καὶ ταῦτα παρρησιασαμένῳ πρὸς αὐτόν, ἀλλὰ γελοίους αἰτίας ὀργῆς ἀναπλάττει. Λουππικῖνον, φησί, καὶ τρεῖς ἄλλους ἀνθρώπους κατέσχες· οὓς εἰ καὶ κτείνας ἤμην2 ἐπιβουλεύσαντας ἔμοιγε φανερῶς, ἐχρῆν τὴν ὑπὲρ τῶν παθόντων ὀργὴν ἀφεῖναι τῆς ὁμονοίας ἕνεκα. τούτους δὲ οὐδὲν ἄχαρι διαθεὶς ὡς ταραχώδεις φύσει καὶ πολεμοποιοὺς κατέσχον, πολλὰ πάνυ δαπανῶν εἰς αὐτοὺς ἐκ τῶν δημοσίων, ἀφελόμενος δ’ οὐδὲν τῶν ὑπαρχόντων ἐκείνοις. ὁρᾶτε, πῶς ἐπεξιέναι τούτοις ὁ Κωνστάντιος νομοθετεῖ. ὁ γὰρ χαλεπαίνων ὑπὲρ τῶν προσηκόντων μηδὲν ἆρ’ οὐκ ὀνειδίζει μοι καὶ κατεγελᾷ τῆς μωρίας, ὅτι τὸν φονέα πατρός, ἀδελφῶν, ἀνεψιῶν, ἁπάσης ὡς ἔπος εἰπεῖν τῆς κοινῆς ἡμῶν ἑστίας καὶ συγγενείας τὸν δήμιον εἰς τοῦτο ἐθεράπευσα;3 σκοπεῖτε δὲ ὅπως καὶ γενόμενος αὐτοκράτωρ ἔτι θεραπευτικῶς αὐτῷ προσηνέχθην ἐξ ὧν ἐπέστειλα.

在发现高卢处于这种境地之后,我收复了莱茵河畔大约十个月前沦陷的阿格里皮娜城,以及紧邻孚日山山麓的阿根托拉图姆要塞,并且打了一场战功显赫的战役。也许这样一场大战的消息也已经传到了你们那里。在那里,诸神将敌军的首领交与我作为俘虏,我并未嫉恨君士坦提乌斯坐享这件功业。尽管即使我不被允许举行凯旋式,我也有权将敌人处斩,甚至带领他穿过整个凯尔特人地区向各城市示众,并且可以说纵情嘲弄诺多马尔的灾难。但我认为这些事一件也不该做,而是立即将他押送给君士坦提乌斯本人,当时皇帝正从夸迪人与萨尔马提亚人的战役中归来。于是便出现了这样的结果:我浴血奋战,而他仅仅行军并在伊斯特尔河沿岸与各族友好会晤,却不是我们,而是他举行了凯旋式。随后是第二年和第三年,所有蛮族都被逐出了高卢,绝大多数城市被收复,大批船只从不列颠被调遣而来。我率领了一支由六百艘船组成的船队,其中四百艘是我在不足十个月的时间里建造出来的,并将它们全部驶入莱茵河;鉴于蛮族的迫近与近邻居住,这绝非轻而易举之举。无论如何,弗洛伦提乌斯认为此事绝无可能,以至于他承诺向蛮族支付两千磅白银作为借道费;君士坦提乌斯得知此事后——因为弗洛伦提乌斯曾就这笔款项向他请示——便给我写信,命我照此办理,除非我觉得这完全有失尊严。而这又怎能不令人感到可耻呢,既然连向来极其习惯于讨好蛮族的君士坦提乌斯都觉得此事可耻?然而蛮族终究分文未得;相反,在诸神襄助与护佑下,我率军讨伐他们,接纳了萨利安族一部的归降,逐出了卡马维人,缴获了许多牛只,俘获了妇女和孩童。我让所有人如此胆寒,使他们对我军的进击望风披靡,以至于我当即取得人质,并为粮食运输提供了安全的运送。要将我在四年中所做的一切全部枚举并详加叙述未免篇幅太长;但扼要而言:在仍为恺撒期间,我曾三次渡过莱茵河;我向蛮族索回了散落在莱茵河彼岸的两万名战俘;在两次战斗和一次围城战中,我甄选出生俘了一千人,并非老弱无用之辈,而是正当盛年的壮汉;我给君士坦提乌斯送去了四支最精锐的步兵大队、另外三支次等部队以及两支最负盛名的骑兵部队;至于城市,如今在诸神眷顾下已全部收复,而在当时我也已收复了近四十座。我呼请宙斯以及城邦的所有守护神与宗族神,为我对他的心意与忠诚作证,我对待他就像我期望自己的儿子对待我一样。我尊敬他,实乃前无古人,任何一位恺撒都不曾如此尊敬先前的皇帝。至少直到今日,对于那些事,他甚至在听我坦诚直言之后也未曾对我提出任何指责,反而捏造出荒唐可笑的动怒借口。他说:‘你扣押了卢皮基努斯和其他三个人’;即使我在他们公然图谋反叛我之后将他们处死,为了国家的和谐,也理应平息为受难者发泄的愤怒。但我并未施加任何残酷虐待,只是因为他们天性骚乱且好战而将他们拘禁,从国库中为他们耗费巨资,丝毫未没收属于他们的财产。你们看,君士坦提乌斯是如何立法追究这些事情的!一个为与自己毫无瓜葛之人大动干戈的人,岂不是正在责怪并嘲笑我的愚蠢,嘲笑我竟将杀死我父亲、兄弟、堂表兄弟的凶手,将几乎灭绝我们共同家园与宗族的刽子手奉承到这等地步?你们再看看,即使在我成为奥古斯都之后,根据我写给他的书信,我仍然多么恭顺地对待他。

语法注3 条
  1. 279cοὐκ ἐφθόνησα τοῦ κατορθώματος Κωνσταντίῳ

    动词 φθονέω 支配表人的与格(Κωνσταντίῳ)和表所嫉恨事物或原因的属格(τοῦ κατορθώματος)。此处意为尤利安并未因俘获敌酋而与君士坦提乌斯争夺功绩的荣誉,而是主动将凯旋的荣耀让给了皇帝。

  2. 281aεἰ καὶ κτείνας ἤμην

    由连词 εἰ καί 与主动过去分词 κτείνας 以及 εἰμί 的未完成过去时 ἤμην 构成的迂回式过去反事实条件句,代替直陈式过去时或过去完成时,表达退一步的假定:“即便我当时将他们处决了”。

  3. 281bτὸν δήμιον εἰς τοῦτο ἐθεράπευσα

    倒装(hyperbaton)与强化同位语构成的句式。宾语 τὸν δήμιον 承接前面的 τὸν φονέα πατρός, ἀδελφῶν, ἀνεψιῶν 并紧置于主要动词 ἐθεράπευσα 之前,极其尖锐地强调了尤利安对自己在过去竟然如此竭力侍奉屠杀全家血亲之刽子手的辛辣讽刺与自嘲。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg005.humanitext-grc2:8