- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg005.humanitext-grc2:11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
士兵包围宫殿并在神意的驱使下强行推举尤利安为帝,随后士兵们因君士坦提乌斯派系的阴谋被激怒而冲入宫殿。
ἐδόκει τὸ δέος οὐ παντάπασιν ἄλογον εἶναι τῶν ἀνθρώπων. Ἦλθε τὰ τάγματα, ὑπήντησα κατὰ τὸ νενομισμένον αὐτοῖς, ἔχεσθαι τῆς ὁδοῦ προύτρεψα· μίαν ἡμέραν ἐπέμεινεν, ἄχρις ἧς οὐδὲν ᾔδειν ἐγὼ τῶν βεβουλευμένων αὐτοῖς· ἴστω Ζεύς, Ἥλιος, Ἄρης, Ἀθηνᾶ καὶ πάντες θεοί, ὡς οὐδὲ ἐγγὺς ἀφίκετό μού τις τοιαύτη ὑπόνοια ἄχρι δείλης αὐτῆς· ὀψίας δὲ ἤδη περὶ ἡλίου δυσμὰς ἐμηνύθη μοι, καὶ αὐτίκα τὰ βασίλεια περιείληπτο, καὶ ἐβόων πάντες, ἔτι φροντίζοντός μου τί χρὴ ποιεῖν καὶ οὔπω σφόδρα πιστεύοντος· ἔτυχον γὰρ ἔτι τῆς γαμετῆς ζώσης μοι ἀναπαυσόμενος ἰδίᾳ πρὸς τὸ πλησίον ὑπερῷον ἀνελθών.1 εἶτα ἐκεῖθεν· ἀνεπέπτατο γὰρ ὁ τοῖχος· προσεκύνησα τὸν Δία. γενομένης δὲ ἔτι μείζονος τῆς βοῆς καὶ θορυβουμένων πάντων ἐν τοῖς βασιλείοις, ᾐτέομεν τὸν θεὸν δοῦναι τέρας. αὐτὰρ ὅ γ’ ἡμῖν δεῖξε καὶ ἠνώγει πεισθῆναι καὶ μὴ προσεναντιοῦσθαι τοῦ στρατοπέδου τῇ προθυμίᾳ. γενομένων ὅμως ἐμοὶ καὶ τούτων τῶν σημείων, οὐκ εἶξα ἑτοίμως, ἀλλ’ ἀντέσχον εἰς ὅσον ἠδυνάμην, καὶ οὔτε τὴν πρόσρησιν οὔτε τὸν στέφανον προσιέμην. ἐπεὶ δὲ οὔτε εἷς ὢν πολλῶν ἠδυνάμην κρατεῖν οἵ τε τοῦτο βουλόμενοι γενέσθαι θεοὶ τοὺς μὲν παρώξυνον, ἐμοὶ δὲ ἔθελγον τὴν γνώμην, ὥρᾳ που τρίτῃ σχεδὸν οὐκ οἶδα οὗτινός μοι στρατιώτου δόντος2 μανιάκην περιεθέμην καὶ ἦλθον εἰς τὰ βασίλεια, ἔνδοθεν ἀπ’ αὐτῆς, ὡς ἴσασιν οἱ θεοί, στένων τῆς καρδίας. καίτοι χρῆν δήπουθεν πιστεύοντα τῷ φήναντι θεῷ τὸ τέρας θαρρεῖν· ἀλλ’ ᾐσχυνόμην δεινῶς καὶ κατεδυόμην, εἰ δόξαιμι μὴ πιστῶς ἄχρι τέλους ὑπακοῦσαι Κωνσταντίῳ.3 Πολλῆς οὖν οὔσης περὶ τὰ βασίλεια κατηφείας, τοῦτον εὐθὺς οἱ Κωνσταντίου φίλοι τὸν καιρὸν ἁρπάσαι διανοηθέντες ἐπιβουλήν μοι ῥάπτουσιν αὐτίκα καὶ διένειμαν τοῖς στρατιώταις χρήματα, δυοῖν θάτερον προσδοκῶντες, ἢ διαστήσειν ἀλλήλους ἢ καὶ παντάπασιν ἐπιθήσεσθαι μοι φανερῶς. αἰσθόμενός τις τῶν ἐπιτεταγμένων τῇ προόδῳ τῆς ἐμῆς γαμετῆς λάθρᾳ πραττόμενον αὐτὸ ἐμοὶ μὲν πρῶτον ἐμήνυσεν, ὡς δὲ ἑώρα με μηδὲν προσέχοντα, παραφρονήσας ὥσπερ οἱ θεόληπτοι δημοσίᾳ βοᾶν ἤρξατο κατὰ τὴν ἀγοράν· Ἄνδρες στρατιῶται καὶ ξένοι καὶ πολῖται, μὴ προδῶτε τὸν αὐτοκράτορα. εἶτα ἐμπίπτει θυμὸς εἰς τοὺς στρατιώτας, καὶ πάντες εἰς τὰ βασίλεια μετὰ τῶν ὅπλων ἔθεον. καταλαβόντες δέ με ζῶντα καὶ χαρέντες ὥσπερ οἱ τοὺς ἐξ ἀνελπίστων ὀφθέντας φίλους4 ἄλλος ἄλλοθεν περιέβαλλον καὶ περιέπλεκον καὶ ἐπὶ τῶν ὤμων ἔφερον, καὶ ἦν πως τὸ πρᾶγμα θέας ἄξιον, ἐνθουσιασμῷ γὰρ ἐῴκει. ὡς δέ με ἁπανταχόθεν περιέσχον, ἐξῄτουν ἅπαντας τοὺς Κωνσταντίου φίλους ἐπὶ τιμωρίᾳ. πηλίκον ἠγωνισάμην ἀγῶνα σῶσαι βουλόμενος αὐτούς, ἴσασιν οἱ θεοὶ πάντες.
那些人的担忧似乎并非完全毫无根据。 各军团抵达了;我依循惯例迎接了他们,并敦促他们继续前行。他们停留了一天,在此期间我对他们的图谋一无所知。让宙斯、赫利俄斯、阿瑞斯、雅典娜以及众神见证,直到那日傍晚,我心中连这般怀疑的念头都未曾产生过。然而夜幕降临、日落时分,有人向我通报,宫殿顿时被包围,众人群情汹涌、大声呼喊,而我此时仍在思量该当如何,并且尚不敢全信;因为当时我妻子仍在世,我正巧独自上了邻近的楼上房间去歇息。接着从那里——因为墙上开有一扇窗——我向宙斯祈祷。随着呼喊声愈发高涨,宫殿内所有人都陷入混乱,我们恳求神明赐下兆示。神便向我们显现了征兆,命令我顺从,不可抗拒军队的热望。然而,尽管这些征象已经向我显现,我并未轻易屈服,而是竭尽全力抵抗,既不接受那称号,也不接受王冠。但是,既然我孑然一人无法制服众人,且意欲促成此事的众神一方面激励着他们,另一方面又消解着我的意志,于是在大约第三时,我戴上了不知哪个士兵递来的项圈,走进了宫殿,正如众神所知,我的心底深处在不住叹息。诚然,本应信赖那显现兆示的神明而鼓起勇气;但我却深感羞愧、无地自容,唯恐自己被认为未曾忠心服从君士坦提乌斯直至最后。 由于宫殿周围弥漫着浓重的沮丧之情,君士坦提乌斯的党羽打算立即抓住这个时机,随即谋划了针对我的阴谋,并向士兵们分发金钱,期盼达成两者之一:要么使他们彼此分裂,要么干脆公然彻底向我袭击。负责我妻子出行仪从的一人察觉到此事正在秘密进行,首先向我通报;但见我全然不予理睬,他便如中邪之人般发狂,开始在市集上公开高呼:“军士们、同盟者与公民们,切勿背叛皇帝!”于是愤怒笼罩了士兵们,所有人手持武器奔向宫殿。见我依然活着,他们便像那些见到绝处逢生之友人的人一样欢喜,从各处将我团团拥抱、紧紧拉住,并将我抬在肩上;这景象实属蔚为壮观,宛如神圣的狂热。当他们从四面八方将我围住时,便要求交出君士坦提乌斯的所有党羽以施惩戒。为了拯救他们,我付出了何等激烈的搏斗,众神尽皆知晓。
- 284cἔτυχον γὰρ ἔτι τῆς γαμετῆς ζώσης μοι ἀναπαυσόμενος ἰδίᾳ πρὸς τὸ πλησίον ὑπερῷον ἀνελθών
限定动词 ἔτυχον 连带两个主格分词:表示方式与先行行动的过去分词 ἀνελθών,以及表示目的的将来分词 ἀναπαυσόμενος(‘碰巧走上了……去歇息’)。中间插入的 τῆς γαμετῆς ζώσης 为属格独立结构,代词 μοι 为表示关涉的与格(‘当时妻子尚健在’)。
- 284dοὐκ οἶδα οὗτινός μοι στρατιώτου δόντος
惯用表达 οὐκ οἶδα ὅστις(‘不知是谁的某人’)在此屈折为属格 οὗτινος,修饰名词 στρατιώτου,共同构成属格独立结构 οὗτινος στρατιώτου δόντος(‘某个不知名的士兵递给……’)。代词 μοι 作分词 δόντος 的间接宾语(‘给我’)。
- 285aεἰ δόξαιμι μὴ πιστῶς ἄχρι τέλους ὑπακοῦσαι Κωνσταντίῳ
从属从句由表示羞愧与畏缩的动词(ᾐσχυνόμην, κατεδυόμην)引出,连词 εἰ 搭配转述祈愿语气(δόξαιμι),在过去时语境下表达某种担忧或假设性考量(‘唯恐被认为未能……/若是被看作……’)。
- 285cὥσπερ οἱ τοὺς ἐξ ἀνελπίστων ὀφθέντας φίλους
由 ὥσπερ 引导的省略比较分句,承前文的 χαρέντες 省略了相应的谓语动词或分词(如 χαίροντες 或 ἀσπαζόμενοι,意为‘如同那些[见到/欢庆]意外现身之友人的人一样’)。冠词 οἱ 实词化作主语,宾格短语 τοὺς ... φίλους 作被省略分词的直接宾语。
