← 朱利安

致雅典元老院与人民书

§7

受封恺撒与派驻高卢的艰辛

尤利安顺从神意接受了恺撒之位,却处于严密监视之下,并仅率少数兵力被派往高卢;经历初年的战功与被困,在前线指挥官被撤换后,他最终获授全军统领权,直面日耳曼人造成的广大荒废防线。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7

ταύτην ἐγὼ νομίσας οὐκ ἀσφαλῆ μόνον, ἀλλὰ πρέπουσαν ἀνδρὶ μετρίῳ γνώμην, ἐπεὶ καὶ τὰ τῶν θεῶν ἐσήμαινε ταύτῃ· τὸ γὰρ ἐπιβουλὰς εὐλαβούμενον τὰς μελλούσας εἰς αἰσχρὸν καὶ προὖπτον ἐμβαλεῖν ἑαυτὸν κίνδυνον δεινῶς ἐφαίνετό μοι θορυβῶδες·1 εἶξα καὶ ὑπήκουσα. καὶ τὸ μὲν ὄνομά μοι ταχέως καὶ τὸ χλανίδιον περιεβλήθη τοῦ καίσαρος· ἡ δὲ ἐπὶ τούτῳ δουλεία καὶ τὸ καθ’ ἑκάστην ἡμέραν ὑπὲρ αὐτῆς τῆς ψυχῆς ἐπικρεμάμενον δέος Ἡράκλεις ὅσον καὶ οἷον· κλεῖθρα θυρῶν, θυρωροί, τῶν οἰκετῶν αἱ χεῖρες ἐρευνώμεναι, μή τίς μοι παρὰ τῶν φίλων γραμματίδιον κομίζῃ, θεραπεία ξένη· μόλις ἠδυνήθην οἰκέτας ἐμαυτοῦ τέτταρας, παιδάρια μὲν δύο κομιδῇ μικρά, δύο δὲ μείζονας, εἰς τὴν αὐλὴν οἰκειότερόν με θεραπεύσοντας εἰσαγαγεῖν, ὧν εἷς μοι μόνος καὶ τὰ πρὸς θεοὺς συνειδὼς καὶ ὡς ἐνεδέχετο λάθρᾳ συμπράττων· ἐπεπίστευτο δὲ τῶν βιβλίων μου τὴν φυλακήν, ὢν μόνος τῶν ἐμοὶ πολλῶν ἑταίρων καὶ φίλων πιστῶν, εἷς ἰατρός, ὃς καί, ὅτι φίλος ὢν ἐλελήθει, συναπεδήμησεν.2 οὕτω δὲ ἐδεδίειν ἐγὼ ταῦτα καὶ ψοφοδεῶς εἶχον πρὸς αὐτά, ὥστε καὶ βουλομένους εἰσιέναι τῶν φίλων πολλοὺς παρ’ ἐμὲ καὶ μάλ’ ἄκων ἐκώλυον, ἰδεῖν μὲν αὐτοὺς ἐπιθυμῶν, ὀκνῶν δὲ ἐκείνοις τε καὶ ἐμαυτῷ γενέσθαι συμφορῶν αἴτιος. ἀλλὰ ταῦτα μὲν ἔξωθέν ἐστι, τάδε δὲ ἐν αὐτοῖς τοῖς πράγμασι. Τριακοσίους ἑξήκοντά μοι δοὺς στρατιώτας εἰς τὸ τῶν Κελτῶν ἔθνος ἀνατετραμμένον ἔστειλε, μεσοῦντος ἤδη τοῦ χειμῶνος, οὐκ ἄρχοντα μᾶλλον τῶν ἐκεῖσε στρατοπέδων ἢ τοῖς ἐκεῖσε στρατηγοῖς ὑπακούοντα. ἐγέγραπτο γὰρ αὐτοῖς καὶ ἐνετέταλτο διαρρήδην οὐ τοὺς πολεμίους μᾶλλον ἢ ἐμὲ παραφυλάττειν, ὡς ἂν μὴ νεώτερόν τι πράξαιμι. τούτων δὲ ὃν ἔφην τρόπον γενομένων, περὶ τὰς τροπὰς τὰς θερινὰς ἐπιτρέπει μοι βαδίζειν εἰς τὰ στρατόπεδα τὸ σχῆμα καὶ τὴν εἰκόνα περιοίσοντι τὴν ἑαυτοῦ· καὶ γάρ τοι καὶ τοῦτο εἴρητο καὶ ἐγέγραπτο, ὅτι τοῖς Γάλλοις οὐ βασιλέα δίδωσιν, ἀλλὰ τὸν τὴν ἑαυτοῦ πρὸς ἐκείνους εἰκόνα κομιοῦντα. Οὐ κακῶς δέ, ὡς ἀκηκόατε, τοῦ πρώτου στρατηγηθέντος ἐνιαυτοῦ καὶ πραχθέντος σπουδαίου, πρὸς τὰ χειμάδια πάλιν ἐπανελθὼν εἰς τὸν ἔσχατον κατέστην κίνδυνον. οὔτε γὰρ ἀθροίζειν ἐξῆν μοι στρατόπεδον· ἕτερος γὰρ ἦν ὁ τούτου κύριος· αὐτός τε ξὺν ὀλίγοις ἀποκεκλεισμένος, εἶτα παρὰ τῶν πλησίον πόλεων αἰτηθεὶς ἐπικουρίαν, ὧν εἶχον τὸ πλεῖστον ἐκείνοις δούς, αὐτὸς ἀπελείφθην μόνος. ἐκεῖνα μὲν οὖν οὕτως ἐπράχθη τότε. ὡς δὲ καὶ ὁ τῶν στρατοπέδων ἄρχων ἐν ὑποψίᾳ γενόμενος αὐτῷ παρῃρέθη καὶ ἀπηλλάγη τῆς ἀρχῆς, οὐ σφόδρα ἐπιτήδειος δόξας, ἔγωγε ἐνομίσθην ἥκιστα σπουδαῖος καὶ δεινὸς στρατηγός, ἅτε πρᾷον ἐμαυτὸν παρασχὼν καὶ μέτριον. οὐ γὰρ ᾤμην δεῖν ζυγομαχεῖν οὐδὲ παραστρατηγεῖν, εἰ μή πού τι τῶν λίαν ἐπικινδύνων ἑώρων ἢ δέον γενέσθαι παρορώμενον ἢ καὶ τὴν ἀρχὴν μὴ δέον γενέσθαι γιγνόμενον. ἅπαξ δὲ καὶ δεύτερον οὐ καθηκόντως μοί τινων χρησαμένων, ἐμαυτὸν ᾠήθην χρῆναι τιμᾶν τῇ σιωπῇ, καὶ τοῦ λοιποῦ τὴν χλανίδα περιέφερον καὶ τὴν εἰκόνα· τούτων γὰρ τὸ τηνικαῦτα διενοούμην ἀποπεφάνθαι κύριος. Ἐξ ὧν ὁ Κωνστάντιος νομίσας ὀλίγον μὲν ἐπιδώσειν, οὐκ εἰς τοσοῦτον δὲ μεταβολῆς ἥξειν τὰ τῶν Κελτῶν πράγματα, δίδωσί μοι τῶν στρατοπέδων τὴν ἡγεμονίαν ἦρος ἀρχῇ. καὶ στρατεύω μὲν ἀκμάζοντος τοῦ σίτου, πολλῶν πάνυ Γερμανῶν περὶ τὰς πεπορθημένας ἐν Κελτοῖς πόλεις ἀδεῶς κατοικούντων. τὸ μὲν οὖν πλῆθος τῶν πόλεων πέντε που καὶ τεσσαράκοντά ἐστι, τείχη τὰ διηρπασμένα δίχα τῶν πύργων καὶ τῶν ἐλασσόνων φρουρίων. ἧς δ’ ἐνέμοντο γῆς ἐπὶ τάδε τοῦ Ῥήνου πάσης οἱ βάρβαροι τὸ μέγεθος ὁπόσον ἀπὸ τῶν πηγῶν αὐτῶν ἀρχόμενος ἄχρι τοῦ Ὠκεανοῦ περιλαμβάνει·3 τριακόσια δὲ ἀπεῖχον τῆς ᾐόνος τοῦ Ῥήνου στάδια οἱ πρὸς ἡμᾶς οἰκοῦντες ἔσχατοι, τριπλάσιον δὲ ἦν ἔτι τούτου πλάτος τὸ καταλειφθὲν ἔρημον ὑπὸ τῆς λεηλασίας, ἔνθα οὐδὲ νέμειν ἐξῆν τοῖς Κελτοῖς τὰ βοσκήματα, καὶ πόλεις τινὲς ἔρημοι τῶν ἐνοικούντων, αἷς οὔπω παρῴκουν οἱ βάρβαροι.

我认为这一想法不仅安全,而且符合一个有节制之人的品格,况且诸神的征兆也指引着这个方向——因为因戒备未来的图谋而将自己置于可耻且明显的危险之中,在我看来实在极其荒谬——于是我屈服并顺从了。恺撒的称号与短斗篷旋即加于我身;然而随之而来的奴役,以及每天悬在性命之上的恐惧,凭赫拉克勒斯起誓,那是何等巨大、何等可怖!紧闭的门锁,守门人,仆役们的双手受到搜查以防有人从我的朋友那里带来小字条,陌生的侍从。我好不容易才将四名自己的仆人带进宫廷来更贴心地侍奉我——两个年纪极小的僮仆和两个年长些的仆人——他们之中仅有一人知晓我对神明的敬奉并在力所能及的范围内暗中协助;而受托保管我的书籍的,是我众多同伴和忠实朋友中唯一在此的一名医生,他也因未被察觉是我的朋友才得以一同出行。我对这些情况畏惧至深,对其惊恐敏感,以至于许多朋友渴望来见我时,我都极其违心地予以阻拦,我固然渴望见到他们,却唯恐给自己和他们招来灾祸。然而这些只是外在之事,而在实际的军务中情况则如下所述。 他拨给我三百六十名士兵,在已是隆冬时节将我派往遭受摧残的凯尔特人地区,我与其说是那里的军队统帅,毋宁说是受制于当地的将领。因为皇帝已向他们明确下达书面命令,监视我甚于防范敌人,以免我有任何谋反异动。当这些事如我所说的那样发生之后,夏至前后他允许我前往军营,去到处展示他本人的仪容与画像;因为事实上也曾有这样的言论与文告,宣称他并非赐予高卢人一位君王,而是派去向他们展示其画像之人。 正如你们所听闻的那样,第一年的军事行动指挥得非但不差,反而取得了显著战绩,然而当我退回冬营时,却陷入了极度危险之中。因为我无权集结军队,掌握这一权力的是另一个人;我自己与少数人被围困其中,随后邻近城市又向我请求援助,我将手中绝大部分兵力派去援助他们,自己却孤立无援地留了下来。当时的情形便是如此。当那名军队指挥官受到皇帝猜忌,被认为并不称职而遭撤职解任时,我却因表现得温和克制而被视作最无用、最不熟练的将领。因为我认为,除非目睹极其危险之事、当行之事被忽视、抑或根本不当行之事正在发生,否则自己绝不应当发生争执或擅自干预指挥。然而在一两次有人对我无礼之后,我认为自己应当以沉默来保全尊严,自此我便只管随身携带那件短斗篷与画像;因为在当时我自认为受命掌管的仅仅是这些而已。 因此,君士坦提乌斯认为局势纵然稍有起色,凯尔特人的状况也不会发生太大的根本转变,便在初春将军队的统领权交给了我。我在谷物成熟之际出征,当时有极其庞大数量的日耳曼人毫无顾忌地定居在凯尔特地区被洗劫的城镇周边。城墙被捣毁的城市数量大约有四十五座,这还不算塔楼与较小的堡垒。至于蛮族在莱茵河此岸所占领的全部土地的范围,相当于〔莱茵河〕自源头本身开始直至大洋所环抱的全部区域。定居在离我们最近的边境上的蛮族距离莱茵河岸有三百斯塔德,而被劫掠所遗弃为荒芜的土地宽度更有其三倍之广,在那些地方凯尔特人甚至不能放牧牲畜,还有一些居民死绝的空城,蛮族甚至都尚未定居在其近旁。

语法注3 条
  1. 277aτὸ γὰρ ἐπιβουλὰς εὐλαβούμενον τὰς μελλούσας εἰς αἰσχρὸν καὶ προὖπτον ἐμβαλεῖν ἑαυτὸν κίνδυνον δεινῶς ἐφαίνετό μοι θορυβῶδες·

    带冠词不定式短语 τὸ ... ἐμβαλεῖν ἑαυτὸν κίνδυνον 作主语,与表语形容词 θορυβῶδες 及动词 ἐφαίνετο 构成主谓结构。不定式的逻辑主语并未单独出现代词,而是通过宾格分词 εὐλαβούμενον(“戒备未来的图谋”)直接修饰并内嵌在不定式短语之中。

  2. 277bὧν εἷς μοι μόνος καὶ τὰ πρὸς θεοὺς συνειδὼς καὶ ὡς ἐνεδέχετο λάθρᾳ συμπράττων· ἐπεπίστευτο δὲ τῶν βιβλίων μου τὴν φυλακήν, ὢν μόνος τῶν ἐμοὶ πολλῶν ἑταίρων καὶ φίλων πιστῶν, εἷς ἰατρός, ὃς καί, ὅτι φίλος ὢν ἐλελήθει, συναπεδήμησεν.

    此处出现大幅度的语序隔置与句式延展。关系代词短语 ὧν εἷς(“他们〔四名仆人〕之中有一人”)省略系动词,仅以分词 συνειδὼς 和 συμπράττων 收束;随后的过去完成时中被动态 ἐπεπίστευτο δὲ(“而被托付以……”)则转向另一人物,其主语延迟至句末才由 εἷς ἰατρός 及关系从句 ὃς ... συναπεδήμησεν 标明。

  3. 279aἧς δ’ ἐνέμοντο γῆς ἐπὶ τάδε τοῦ Ῥήνου πάσης οἱ βάρβαροι τὸ μέγεθος ὁπόσον ἀπὸ τῶν πηγῶν αὐτῶν ἀρχόμενος ἄχρι τοῦ Ὠκεανοῦ περιλαμβάνει·

    先行词 γῆς 被吸收入关系从句 ἧς ... γῆς πάσης(“蛮族所占据的全部土地之……”)中,作为主句主语 τὸ μέγεθος 的定语属格。主句省略系动词而以关联从句 ὁπόσον ... περιλαμβάνει 作表语,阳性主格分词 ἀρχόμενος 与动词 περιλαμβάνει 的主语均承前 τοῦ Ῥήνου 补出阳性名词 ὁ Ῥῆνος(莱茵河)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg005.humanitext-grc2:7