- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg005.humanitext-grc2:6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在米兰期间,尤利安本拟向皇妃欧塞比亚递交请求归乡的请愿书,但在获得诸神警告后放弃,并由此反思了应当遵从神明的先见与正义,将自身命运全凭神意安排。
Συνέβη δέ τι καὶ τοιοῦτον. ἐλθὼν ἐς τὸ Μεδιόλανον ᾤκουν ἔν τινι προαστείῳ. ἐνταῦθα ἔπεμπεν Εὐσεβία πολλάκις πρός με φιλοφρονουμένη καὶ γράφειν κελεύουσα καὶ θαρρεῖν, ὑπὲρ ὅτου ἂν δέωμαι. γράψας ἐγὼ πρὸς αὐτὴν ἐπιστολήν, μᾶλλον δὲ ἱκετηρίαν ὅρκους ἔχουσαν τοιούτους· Οὕτω παισὶ χρήσαιο κληρονόμοις· οὕτω τὰ καὶ τὰ θεός σοι δοίη,1 πέμπε με οἴκαδε τὴν ταχίστην, ἐκεῖνο ὑπειδόμην ὡς οὐκ ἀσφαλὲς2 εἰς τὰ βασίλεια πρὸς αὐτοκράτορος γυναῖκα γράμματα εἰσπέμπειν. ἱκέτευσα δὴ τοὺς θεοὺς νύκτωρ δηλῶσαί μοι, εἰ χρὴ πέμπειν παρὰ τὴν βασιλίδα τὸ γραμματεῖον· οἱ δὲ ἐπηπείλησαν, εἰ πέμψαιμι, θάνατον αἴσχιστον. ὡς δὲ ἀληθῆ ταῦτα γράφω, καλῶ τοὺς θεοὺς ἅπαντας μάρτυρας. τὰ μὲν δὴ γράμματα διὰ τοῦτο ἐπέσχον εἰσπέμψαι. ἐξ ἐκείνης δέ μοι τῆς νυκτὸς λογισμὸς εἰσῆλθεν, οὗ καὶ ὑμᾶς ἴσως ἄξιον ἀκοῦσαι. Νῦν, ἔφην, ἐγὼ τοῖς θεοῖς ἀντιτάττεσθαι διανοοῦμαι, καὶ ὑπὲρ ἐμαυτοῦ βουλεύεσθαι κρεῖττον νενόμικα τῶν πάντα εἰδότων. καίτοι φρόνησις ἀνθρωπίνη πρὸς τὸ παρὸν ἀφορῶσα μόνον ἀγαπητῶς ἂν τύχοι καὶ μόγις τοῦ πρὸς ὀλίγον ἀναμαρτήτου.3 διόπερ οὐδεὶς οὔθ’ ὑπὲρ τῶν εἰς τριακοστὸν ἔτος βουλεύεται οὔτε ὑπὲρ τῶν ἤδη γεγονότων· τὸ μὲν γὰρ περιττόν, τὸ δὲ ἀδύνατον· ἀλλ’ ὑπὲρ τῶν ἐν χερσὶ καὶ ὧν ἀρχαί τινές εἰσιν ἤδη καὶ σπέρματα. φρόνησις δὲ ἡ παρὰ τοῖς θεοῖς ἐπὶ τὸ μήκιστον, μᾶλλον δὲ ἐπὶ πᾶν βλέπουσα μηνύει τε ὀρθῶς καὶ πράττει τὸ λῷον· αἴτιοι γάρ εἰσιν αὐτοὶ καθάπερ τῶν ὄντων, οὕτω δὲ καὶ τῶν ἐσομένων. οὐκοῦν εἰκὸς αὐτοὺς ὑπὲρ τῶν παρόντων ἐπίστασθαι. τέως μὲν οὖν ἐδόκει μοι κατὰ τοῦτο συνετωτέρα τῆς ἔμπροσθεν ἡ δευτέρα γνώμη. σκοπῶν δὲ εἰς τὸ δίκαιον εὐθέως ἔφην· Εἶτα σὺ μὲν ἀγανακτεῖς, εἴ τι τῶν σῶν κτημάτων ἀποστεροίη σε τῆς ἑαυτοῦ χρήσεως ἢ καὶ ἀποδιδράσκοι καλούμενον, κἂν ἵππος τύχῃ κἂν πρόβατον κἂν βοίδιον, ἄνθρωπος δὲ εἶναι βουλόμενος οὐδὲ τῶν ἀγελαίων οὐδὲ τῶν συρφετωδῶν, ἀλλὰ τῶν ἐπιεικῶν καὶ μετρίων ἀποστερεῖς σεαυτοῦ τοὺς θεοὺς καὶ οὐκ ἐπιτρέπεις ἐφ’ ὅ, τι ἂν ἐθέλωσι χρήσασθαί σοι; ὅρα μὴ πρὸς τῷ λίαν ἀφρόνως καὶ τῶν δικαίων τῶν πρὸς τοὺς θεοὺς ὀλιγώρως πράττῃς.4 ἡ δὲ ἀνδρεία ποῦ καὶ τίς; γελοῖον. ἕτοιμος γοῦν εἶ καὶ θωπεῦσαι καὶ κολακεῦσαι δέει τοῦ θανάτου, ἐξὸν ἅπαντα καταβαλεῖν5 καὶ τοῖς θεοῖς ἐπιτρέψαι πράττειν ὡς βούλονται, διελόμενον πρὸς αὐτοὺς τὴν ἐπιμέλειαν τὴν ἑαυτοῦ, καθάπερ καὶ ὁ Σωκράτης ἠξίου, καὶ τὰ μὲν ἐπὶ σοὶ πράττειν ὡς ἂν ἐνδέχηται, τὸ δὲ ὅλον ἐπ’ ἐκείνοις ποιεῖσθαι, κεκτῆσθαι δὲ μηδὲν μηδὲ ἁρπάζειν, τὰ διδόμενα δὲ παρ’ αὐτῶν ἀφελῶς δέχεσθαι.
此外,还发生了这样一件事。我抵达米兰后,居住在某座郊区小镇上。欧塞比亚屡屡派人前来探问,对我关怀备至,嘱咐我有任何需求皆可写信直言并放心安心。我于是给她写了一封信,更确切地说是一份包含如下誓愿的请愿书:“愿您能有子嗣作为继承人;愿神明赐予您诸般福祉,请尽快送我归乡。”然而我暗中疑虑,向王宫内的皇帝之妻递送书信并非安全之举。于是我趁夜向诸神祈求,请他们指示我是否应当将这块书写板送至皇妃手中;但诸神却威吓我道,若我寄出,便会招致最可耻的死亡。对于我所写之事的真实性,我唤来全体诸神作证。正因如此,我便打消了寄送书信的念头。从那一夜起,我心中升起了一个念头,这念头或许也值得你们一听。“如今,”我自思道,“我竟打算违抗诸神,并自以为在为自己谋划方面胜过了洞察万物的神明。然而,人类的智谋仅着眼于眼前,即便勉为其难也只能侥幸在短时间内不犯差错。因此,无人会为三十年之后的事情谋划,也不会为既成之事谋划——因为前者纯属徒劳,后者则绝无可能——而只会针对当下切近之事以及已有端倪和征兆之事进行谋划。相反,诸神的智谋注视着最远之处,或者说注视着一切,他们不仅指示得当,且行事最为良善;因为他们自身既是现存事物的原因,亦是未来事物的原因。由此可见,诸神对当下之事自然也洞若观火。”在那时,以此而论,这第二种想法似乎比前一种更为明智。然而,当我审视正义的要求时,我便立刻对自己说道:“倘若你的一件财产,无论是马匹、绵羊还是小牛,剥夺你对其自身的使用权,或者在被呼唤时逃跑,你尚且感到愤慨,而你身为一个人,不愿归入平庸的大众与乌合之众,却渴望跻身正直与审慎之列,难道反倒要使诸神失去对你的使用,而不许他们随心所欲地驱使你吗?小心你在极其愚蠢之外,还对敬奉诸神的正义职责掉以轻心。那么勇气又何在,何谓勇气?简直可笑。你因惧怕死亡甚至甘愿谄媚阿谀,而你本可抛下一切,任由诸神按其意愿行事;如苏格拉底所倡导的那样,将自身的照料与神明共同分担,在力所能及的范围内做尽本分,而将全局交由他们掌管,无所占有亦无所攫取,坦然接受由他们所赐予的一切。”
- 275cΟὕτω παισὶ χρήσαιο κληρονόμοις· οὕτω τὰ καὶ τὰ θεός σοι δοίη
οὕτω后接祈愿希求法(χρήσαιο, δοίη)是请愿和起誓中的固定程式(“愿您能……,因而……”),与后文的祈使动词(πέμπε)相呼应,构成带有条件保证性质的祝祷表达。
- 275cἐκεῖνο ὑπειδόμην ὡς οὐκ ἀσφαλὲς
指示代词 ἐκεῖνο 先行引出后续由 ὡς 引导的名词性从句(先行先取句式)。表语形容词 ἀσφαλές 后的系动词 ἐστί 被省略。
- 276aτοῦ πρὸς ὀλίγον ἀναμαρτήτου
由动词 τύχοι(源自 τυγχάνω)所要求的属格补足语。冠词 τοῦ 将介词短语 πρὸς ὀλίγον 与中性名词化形容词 ἀναμαρτήτου 结合为一个名词短语,意为“暂时的无差错”。
- 276cὅρα μὴ πρὸς τῷ λίαν ἀφρόνως καὶ τῶν δικαίων τῶν πρὸς τοὺς θεοὺς ὀλιγώρως πράττῃς
由 ὅρα μή 后接从属连接法(πράττῃς)构成的警告与顾虑句式(“当心……/注意切勿……”)。介词短语 πρὸς τῷ 充当副词性表达(“在……之外”),引出副词短语 λίαν ἀφρόνως [πράττειν],并与后续支配目的格性属格 τῶν δικαίων 的 ὀλιγώρως πράττῃς 并列连接。
- 276dἐξὸν ἅπαντα καταβαλεῖν
由非人称动词 ἔξεστι 的中性单数宾格分词(ἐξόν)构成的宾格独立结构(accusative absolute),在此处作让步状语从句(“在完全可以抛下一切的时候”)。
