- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg005.humanitext-grc2:5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尤利安叙述了君士坦提乌斯因流言与西尔瓦努斯的反叛恐慌而将他从希腊召回,并强行将其剃须、换上军装的屈辱遭遇。接着他追忆了在被迫前往仇敌阵营之前,自己如何在雅典卫城洒泪向雅典娜祈求庇护。
Ὅσα μὲν οὖν ἔπραξε πρός με πρὶν ὀνόματος μὲν μεταδοῦναί μοι τοῦ σεμνοτάτου, ἔργῳ δὲ εἰς πικροτάτην καὶ χαλεπωτάτην ἐμβαλεῖν δουλείαν, εἰ καὶ μὴ πάντα, τὰ πλεῖστα γοῦν ὅμως ἀκηκόατε πορευομένου δὴ λοιπὸν ἐπὶ τὴν ἑστίαν, ἀγαπητῶς τε καὶ μόγις ἀποσωζομένου,1 συκοφάντης τις ἀνεφάνη περὶ τὸ Σίρμιον, ὃς τοῖς ἐκεῖ πράγματα ἔρραψεν ὡς νεώτερα διανοουμένοις· ἴστε δήπουθεν ἀκοῇ τὸν Ἀφρικανὸν καὶ τὸν Μαρῖνον· οὔκουν ὑμᾶς οὐδὲ ὁ Φῆλιξ ἔλαθεν οὐδὲ ὅσα ἐπράχθη περὶ τοὺς ἀνθρώπους. ἀλλ’ ὡς τοῦτο αὐτῷ κατεμηνύθη τὸ πρᾶγμα, καὶ Δυνάμιος ἐξαίφνης, ἄλλος συκοφάντης, ἐκ Κελτῶν ἤγγειλεν ὅσον οὔπω2 τὸν Σιλουανὸν αὐτῷ πολέμιον ἀναφανεῖσθαι, δείσας παντάπασι καὶ φοβηθεὶς αὐτίκα ἐπ’ ἐμὲ πέμπει, καὶ μικρὸν εἰς τὴν Ἑλλάδα κελεύσας ὑποχωρῆσαι πάλιν ἐκεῖθεν ἐκάλει παρ’ ἑαυτόν, οὔπω πρότερον τεθεαμένος πλὴν ἅπαξ μὲν ἐν Καππαδοκίᾳ, ἅπαξ δὲ ἐν Ἰταλίᾳ, ἀγωνισαμένης Εὐσεβίας, ὡς ἂν ὑπὲρ τῆς σωτηρίας τῆς ἐμαυτοῦ θαρρήσαιμι. καίτοι τὴν αὐτὴν αὐτῷ πόλιν ἓξ ᾤκησα μηνῶν, καὶ μέντοι καὶ ὑπέσχετό με θεάσεσθαι πάλιν. ἀλλ’ ὁ θεοῖς ἐχθρὸς ἀνδρόγυνος, ὁ πιστὸς αὐτοῦ κατακοιμιστής, ἔλαθέ μου καὶ ἄκων εὐεργέτης γενόμενος·3 οὐ γὰρ εἴασεν ἐντυχεῖν με πολλάκις αὐτῷ, τυχὸν μὲν οὐδὲ ἐθέλοντι, πλὴν ἀλλὰ τὸ κεφάλαιον ἐκεῖνος ἦν· ὤκνει γὰρ ὡς ἂν μή τινος συνηθείας ἐγγενομένης ἡμῖν πρὸς ἀλλήλους ἔπειτα ἀγαπηθείην καὶ πιστὸς ἀναφανεὶς ἐπιτραπείην τι. Παραγενόμενον δή με τότε πρῶτον ἀπὸ τῆς Ἑλλάδος αὐτίκα διὰ τῶν περὶ τὴν θεραπείαν εὐνούχων ἡ μακαρῖτις Εὐσεβία καὶ λίαν ἐφιλοφρονεῖτο. μικρὸν δὲ ὕστερον ἐπελθόντος τούτου· καὶ γάρ τοι καὶ τὰ περὶ Σιλουανὸν ἐπέπρακτο· λοιπὸν εἴσοδός τε εἰς τὴν αὐλὴν δίδοται, καὶ τὸ λεγόμενον ἡ Θετταλικὴ περιβάλλεται πειθανάγκη.4 ἀρνουμένου γάρ μου τὴν συνουσίαν στερεῶς ἐν τοῖς βασιλείοις, οἱ μὲν ὥσπερ ἐν κουρείῳ συνελθόντες ἀποκείρουσι τὸν πώγωνα, χλανίδα δὲ ἀμφιεννύουσι καὶ σχηματίζουσιν, ὡς τότε ὑπελάμβανον, πάνυ γελοῖον στρατιώτην· οὐδὲν γάρ μοι τοῦ καλλωπισμοῦ τῶν καθαρμάτων ἥρμοζεν· ἐβάδιζον δὲ οὐχ ὥσπερ ἐκεῖνοι περιβλέπων καὶ σοβῶν ἀλλ’ εἰς γῆν βλέπων, ὥσπερ εἰθίσμην ὑπὸ τοῦ θρέψαντός με παιδαγωγοῦ. τότε μὲν οὖν αὐτοῖς παρέσχον γέλωτα, μικρὸν δὲ ὕστερον ὑποψίαν, εἶτα ἀνέλαμψεν ὁ τοσοῦτος φθόνος. Ἀλλ’ ἐνταῦθα χρὴ μὴ παραλείπειν ἐκεῖνα, πῶς ἐγὼ συνεχώρησα, πῶς ἐδεχόμην ὁμωρόφιος ἐκείνοις γενέσθαι, οὓς ἠπιστάμην παντὶ μέν μου λυμηναμένους τῷ γένει, ὑπώπτευον δὲ οὐκ εἰς μακρὰν ἐπιβουλεύσοντας καὶ ἐμοί. πηγὰς μὲν οὖν ὁπόσας ἀφῆκα δακρύων καὶ θρήνους οἵους, ἀνατείνων εἰς τὴν ἀκρόπολιν τὴν παρ’ ὑμῖν τὰς χεῖρας, ὅτε ἐκαλούμην, καὶ τὴν Ἀθηνᾶν ἱκετεύων σώζειν τὸν ἱκέτην καὶ μὴ ἐκδιδόναι, πολλοὶ τῶν παρ’ ὑμῖν ἑορακότες εἰσί μοι μάρτυρες, αὐτὴ δὲ ἡ θεὸς πρὸ τῶν ἄλλων, ὅτι καὶ θάνατον ᾐτησάμην παρ’ αὐτῆς Ἀθήνησι πρὸ τῆς τότε ὁδοῦ. ὡς μὲν οὖν οὐ προύδωκεν ἡ θεὸς τὸν ἱκέτην οὐδὲ ἐξέδωκεν, ἔργοις ἔδειξεν· γὰρ ἁπανταχοῦ μοι καὶ παρέστησεν ἁπανταχόθεν τοὺς φύλακας, ἐξ Ἡλίου καὶ Σελήνης ἀγγέλους λαβοῦσα.
至于他在名义上授予我至尊称号、实则将我推入最痛苦严酷的奴役之前对我所做的一切,即便你们未曾尽悉全貌,至少绝大部分想必已有所听闻。当时我正动身前往母亲的故居,因侥幸脱险而满心庆幸,不料在西尔米乌姆附近出现了一个告密者,捏造罪名陷害当地人,声称他们图谋叛乱。想必你们风闻过阿非利加努斯与马里努斯的事迹;你们当然也不会不知晓费利克斯其人,以及那些人所遭受的处置。然而,当此事向皇帝告发,且另一个告密者杜纳米奥斯又突然从高卢送来急报,称西尔瓦努斯即刻便要公开反叛,皇帝登时陷入极度恐慌与战栗,立即派人前来征召我。他原本命令我暂退避至希腊,此刻却又从那里召我前往他身边;此前除在卡帕多细亚见过一次、并在欧塞比亚的大力斡旋下于意大利见过一次以使我对自身安危放心之外,他与我从未谋面。尽管我曾与他在同一座城市居住了六个月,且他确实答应过要再次接见我。然而那个为诸神所憎恶的阉竖,即他的心腹内侍长,却阴差阳错地成了我的恩人;因为他不容许我频频进见皇帝——或许〔皇帝〕也并不情愿,但他是关键所在——他唯恐我们彼此之间一旦建立起熟稔之情,我便会受到宠爱,在显露出忠诚之后被委以重任。 当时我初从希腊赶到,已故的欧塞比亚立即通过服侍她的宦官们对我关怀备至。不久之后皇帝驾临(因为有关西尔瓦努斯的事宜已告平定),我终于获准进入宫廷,并被迫承受了所谓‘忒萨利亚式的强求’。因为当我坚决拒绝留在王宫内生活时,他们便像在理发铺里一样蜂拥而上,剃掉了我的胡须,给我披上战袍,将我装扮成他们当时所认为的极其滑稽的军人模样;因为那些卑鄙之徒的华美装扮没有一样适合我。我行走时也不像他们那样顾盼自雄、趾高气扬,而是低头注视地面,正如抚育我的启蒙教师所教导的那样。因此,起初我成了他们的笑料,不久之后招致了猜忌,随后便燃起了那般炽烈的嫉妒。 但在此处绝不可忽略我是如何妥协的,我又是如何同意与那些人同处一室的——我明知他们残害了我的全家,且怀疑他们不久之后也将图谋陷害我。当我被征召之时,我向着你们那里的卫城伸出双手,祈求雅典娜保佑她的祈求者而不予舍弃,彼时我流下了多少泪泉,发出了何等悲啼,你们城中许多亲眼目睹者皆可为我作证;而在所有人之上,女神亲自作证,我在那趟行程之前甚至曾在雅典恳求她赐我一死。至于女神并未背弃也未舍弃她的祈求者,她已用事实证明;因为她处处作为我的向导,从太阳与月亮召得使者,从四面八方为我安设了守护者。
- 273cπορευομένου δὴ λοιπὸν ἐπὶ τὴν ἑστίαν, ἀγαπητῶς τε καὶ μόγις ἀποσωζομένου
指代说话人(尤利安本人)的独立属格结构。鉴于主句主语为不定指的第三人称名词短语(συκοφάντης τις),此处采用独立属格以交代动作的时间与背景环境(“正当我动身前往母家、因侥幸脱险而满心庆幸之际”)。
- 273dὅσον οὔπω
固定副词短语,意为“即刻”、“眼看就要”或“随时”。字面意义为“仅仅还差一点便未发生”,用于强调某事已迫在眉睫。
- 274aἔλαθέ μου καὶ ἄκων εὐεργέτης γενόμενος
动词 λανθάνω 加分词的惯用句式,表示“不知不觉地做某事”。此处与人称属格 μου 及形容词 ἄκων(“非出于自愿地”)搭配,表明主语在违背其主观意愿的情况下,客观上在不知不觉中成为了尤利安的恩人。
- 274cἡ Θετταλικὴ περιβάλλεται πειθανάγκη
希腊谚语构词(“忒萨利亚式的强求/逼迫”)。复合词 πειθανάγκη 兼有“劝说”(πειθώ)与“必然/强迫”(ἀνάγκη)之意,形成矛盾修辞,指表面如同规劝实则不容抗拒的绝对强制。此处作被动语态动词 περιβάλλεται 的主语,意为“强加于我”。
