← 朱利安

致雅典元老院与人民书

§4

加卢斯的不公处决与遗产遭夺

尤利安揭露其兄加卢斯因恶劣的成长环境、宫廷嫉恨与佞幸宦官的挑唆而惨遭未经审判的处决,指出若非欧塞比亚皇后相助自己也难逃毒手,并痛陈君士坦提乌斯侵吞了他所有的父系遗产。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4

Ἐντεῦθεν ἐγὼ μὲν μόγις ἀφείθην διὰ τοὺς θεοὺς εὐτυχῶς, ὁ δὲ ἀδελφὸς ὁ ἐμὸς εἰς τὴν αὐλὴν καθείρχθη δυστυχῶς, εἴπερ τις ἄλλος τῶν πώποτε. καὶ γὰρ εἴ τι περὶ τὸν τρόπον ἄγριον καὶ τραχὺ τὸν ἐκείνου κατεφάνη, τοῦτο ἐκ τῆς ὀρείου τροφῆς συνηυξήθη. δίκαιος οὖν οἶμαι καὶ ταύτην ἔχειν τὴν αἰτίαν ὁ ταύτης ἡμῖν πρὸς βίαν μεταδοὺς τῆς τροφῆς,1 ἧς ἐμὲ μὲν οἱ θεοὶ διὰ τῆς φιλοσοφίας καθαρὸν ἀπέφηναν καὶ ἐξάντη, τῷ δὲ οὐδεὶς ἐνέδωκεν. εὐθὺς γὰρ ἀπὸ τῶν ἀγρῶν ἐς τὰ βασίλεια παρελθόντι ἐπειδὴ πρῶτον αὐτῷ περιέθηκεν ἁλουργὲς ἱμάτιον, αὐτίκα φθονεῖν ἀρξάμενος οὐ πρότερον ἐπαύσατο πρὶν καθελεῖν αὐτόν, οὐδὲ τῷ περιελεῖν τὸ πορφυροῦν ἱμάτιον ἀρκεσθείς. καίτοι τοῦ ζῆν γοῦν ἄξιος, εἰ μὴ βασιλεύειν ἐφαίνετο ἐπιτήδειος. ἀλλ’ ἐχρῆν αὐτὸν καὶ τούτου στέρεσθαι. ξυγχωρῶ, λόγον γε πάντως ὑποσχόντα πρότερον,2 ὥσπερ τοὺς κακούργους. οὐ γὰρ δὴ τοὺς μὲν λῃστὰς ὁ νόμος ἀπαγορεύει τῷ δήσαντι κτείνειν, τοὺς ἀφαιρεθέντας δὲ τιμάς, ἃς εἶχον, καὶ γενομένους ἐξ ἀρχόντων ἰδιώτας ἀκρίτους φησὶ δεῖν ἀναιρεῖσθαι. τί γάρ, εἰ τῶν ἁμαρτημάτων εἶχεν ἀποφῆναι τοὺς αἰτίους;3 ἐδέδοντο γὰρ αὐτῷ τινων ἐπιστολαί, Ἡράκλεις, ὅσας ἔχουσαι κατ’ αὐτοῦ κατηγορίας, ἐφ’ αἷς ἐκεῖνος ἀγανακτήσας ἀκρατέστερον μὲν καὶ ἥκιστα βασιλικῶς ἐφῆκε τῷ θυμῷ, τοῦ μέντοι μηδὲ ζῆν ἄξιον οὐδὲν ἐπεπράχει. πῶς γάρ; οὐχ οὗτός ἐστιν ἀνθρώποις ἅπασι κοινὸς Ἕλλησιν ἅμα καὶ βαρβάροις ὁ νόμος, ἀμύνεσθαι τοὺς ἀδικίας ὑπάρχοντας; ἀλλ’ ἴσως μὲν ἠμύνατο πικρότερον. οὐ μὴν ἔξω πάντη τοῦ εἰκότος· τὸν γὰρ ἐχθρὸν ὑπ’ ὀργῆς εἰκός τι καὶ ποιεῖν, εἴρηται καὶ πρόσθεν. ἀλλ’ εἰς χάριν ἑνὸς ἀνδρογύνου, τοῦ κατακοιμιστοῦ, καὶ προσέτι τοῦ τῶν μαγείρων ἐπιτρόπου τὸν ἀνεψιόν, τὸν καίσαρα, τὸν τῆς ἀδελφῆς ἄνδρα γενόμενον, τὸν τῆς ἀδελφιδῆς πατέρα, οὗ καὶ αὐτὸς πρότερον ἦν ἀγαγόμενος τὴν ἀδελφήν, πρὸς ὃν αὐτῷ τοσαῦτα θεῶν ὁμογνίων ὑπῆρχε δίκαια, κτεῖναι παρέδωκε τοῖς ἐχθίστοις· ἐμὲ δὲ ἀφῆκε μόγις ἑπτὰ μηνῶν ὅλων ἑλκύσας τῇδε κἀκεῖσε καὶ ποιησάμενος ἔμφρουρον, ὥστε, εἰ μὴ θεῶν τις ἐθελήσας με σωθῆναι τὴν καλὴν καὶ ἀγαθὴν τὸ τηνικαῦτά μοι παρέσχεν εὐμενῆ Εὐσεβίαν, οὐδ’ ἂν ἐγὼ τὰς χεῖρας αὐτοῦ τότε διέφυγον. καίτοι μὰ τοὺς θεοὺς οὐδ’ ὄναρ μοι φανεὶς ἁδελφὸς ἐπεπράχει· καὶ γὰρ οὐδὲ συνῆν αὐτῷ οὐδὲ ἐφοίτων οὐδὲ ἐβάδιζον παρ’ αὐτόν, ὀλιγάκις δὲ ἔγραφον καὶ ὑπὲρ ὀλίγων. ὡς οὖν ἀποφυγὼν ἐκεῖθεν ἄσμενος ἐπορευόμην ἐπὶ τὴν τῆς μητρὸς ἑστίαν· πατρῷον γὰρ οὐδὲν ὑπῆρχέ μοι οὐδὲ ἐκεκτήμην ἐκ τοσούτων, ὅσων εἰκὸς ἦν πατέρα κεκτῆσθαι τὸν ἐμόν, οὐκ ἐλαχίστην βῶλον, οὐκ ἀνδράποδον, οὐκ οἰκίαν· ὁ γάρ τοι καλὸς Κωνστάντιος4 ἐκληρονόμησεν ἀντ’ ἐμοῦ τὴν πατρῴαν οὐσίαν ἅπασαν, ἐμοί τε, ὅπερ ἔφην, οὐδὲ γρὺ μετέδωκεν αὐτῆς· ἀλλὰ καὶ τῷ ἀδελφῷ τὠμῷ τῶν πατρῴων ἔδωκεν ὀλίγα, πάντων αὐτὸν ἀφελόμενος τῶν μητρῴων.

从那里,承蒙诸神的恩典,我好不容易侥幸获释,而我的兄长却不幸被关入宫廷,其不幸在历来众人中实属罕见。确实,如果在他的性格中显露出任何野蛮粗暴之处,那也是由于在山野间的抚育而助长出来的。因此我认为,将那种抚育强加给我们的人,理所应当也承担这一罪责;诸神通过哲学使我免受其害、保持清白,而对于他,却没有一个人将哲学传授给他。因为当兄长从田庄一来到王宫,皇帝刚把紫袍加在他身上,便立刻开始嫉妒他,直到将他铲除才肯罢休,甚至剥夺紫袍也未能令其满足。然而,即便他显得不适合统治,至少是不该被夺去性命的。“但他本就应该被剥夺这条命。”我姑且同意,前提是至少像惩处罪犯一样先让他接受审讯。因为法律绝不可能禁止捕获强盗者私自处决强盗,反而规定对那些被剥夺了原有官衔、由统治者沦为布衣之人,必须未经审判便处以极刑!倘若他本可以指认出那些罪过的真正罪魁祸首呢?因为确实有人呈交给他一些书信——赫拉克勒斯作证,其中包含了多少对他的指控啊!因这些书信而愤怒的兄长固然过于放任愤怒,行事极不具备帝王气度,但他并未犯下任何罪至剥夺生命的过错。难道不是这样吗?对于先施不义之人进行还击,难道不是希腊人与蛮族人所有人类共同的法则吗?诚然,他或许反击得过于酷烈了。但这绝非完全不合常理;正如先前所说,敌人在愤怒之下做出过激举动也是合乎情理的。然而,为了讨好一个身为内侍长的双性人阉竖,再加上掌厨总管,皇帝竟将自己的表弟、凯撒、胞妹之夫、外甥女之父、且皇帝自己此前亦曾娶其胞妹为妻、与其拥有宗族诸神见证下的深厚亲缘权利之人,交由其最刻骨的仇敌杀害!至于我,他也是在将我四处辗转押解整整七个月、严加看管之后,才勉强将我释放;若非意欲拯救我的神明在当时使高尚善良的欧塞比亚对我心怀善意,哪怕是我在那时也绝无法逃脱他的魔爪。更何况凭诸神起誓,兄长甚至连在梦中都未曾向我现身便做了〔那些事〕;因为我既未与他同住,也未曾拜访或前往他左右,我仅在极罕见的情况下就极少数事务给他写过信。因此,当我从那里逃离后,欣然前往母亲的故居;因为在父亲可能拥有的众多产业中,我未曾继承任何父业,未曾占有丝毫泥土,没有一个奴隶,也没有一所宅院;因为那位‘高贵的’君士坦提乌斯代替我继承了全部父产,正如我所说,连一丝一毫也未曾分予我;不仅如此,他只将父产中的一小部分分给了我的兄长,却剥夺了兄长原本应得的全部母产。

语法注4 条
  1. 4δίκαιος οὖν οἶμαι καὶ ταύτην ἔχειν τὴν αἰτίαν ὁ ταύτης ἡμῖν πρὸς βίαν μεταδοὺς τῆς τροφῆς

    形容词 δίκαιος 构成的“人称句”(personal construction),搭配不定式 ἔχειν,相当于非人称结构 δίκαιόν ἐστιν 加宾格与不定式(“强行使我们分担这种抚育的人理当承担……”)。主语是后置的实体化分词短语 ὁ ... μεταδούς,整句被插入语 οἶμαι 打断。

  2. 272aξυγχωρῶ, λόγον γε πάντως ὑποσχόντα πρότερον

    对前句假想辩驳(hypophora)ἀλλ’ ἐχρῆν αὐτὸν καὶ τούτου στέρεσθαι 的让步回答。宾格分词 ὑποσχόντα 在格上呼应前句中的宾格代词 αὐτόν,充当附带情况/条件分词(“倘若他首先作了申辩”)。

  3. 272bτί γάρ, εἰ τῶν ἁμαρτημάτων εἶχεν ἀποφῆναι τοῦς αἰτίους;

    由 τί γάρ(“那又如何/怎么说得通呢?”)引导的省略句,后接引出过去假设/未实现的条件从句(εἰ 加未完成过去直陈式 εἶχεν)。主句的结果部分被省略,意在强调假使加卢斯得以指认出真凶,局势将截然不同。

  4. 273bὁ γάρ τοι καλὸς Κωνστάντιος

    形容词 καλός(“美好的/高贵的”)的反讽用法。作者讽刺性地称呼夺走其所有父产的君士坦提乌斯为“高贵的君士坦提乌斯”,意在突出其贪婪与无情。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg005.humanitext-grc2:4