- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg005.humanitext-grc2:2-3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尤利安向雅典人呼吁继承先祖重正义而非仅看重事迹规模的传统,随后讲述自身经历,控诉皇帝君士坦提乌斯残酷屠杀宗亲,并揭露自己与兄长加卢斯在卡帕多细亚庄园中遭受长达六年幽禁监视的苦难。
Οὐκοῦν εἰ ταῦτα παρ’ ὑμῖν μὲν ἦν πάλαι, σώζεται δὲ ἐξ ἐκείνου καὶ εἰς ὑμᾶς ἔτι τῆς τῶν προγόνων ἀρετῆς ὥσπερ ἐμπύρευμά τι σμικρόν, εἰκός ἐστιν ὑμᾶς οὐκ εἰς τὸ μέγεθος τῶν πραττομένων ἀφορᾶν οὐδὲ εἴ τις ὥσπερ δι’ ἀέρος ἱπτάμενος διὰ τῆς γῆς ἐβάδισεν ἀμηχάνῳ τάχει καὶ ἀτρύτῳ ῥώμῃ, σκοπεῖν δὲ ὅτῳ ταῦτα μετὰ τοῦ δικαίου κατείργασται, κᾆτα ἂν μὲν φαίνηται ξὺν δίκῃ πράττων, ἰδίᾳ τε αὐτὸν ἴσως καὶ δημοσίᾳ πάντες ἐπαινεῖτε, τῆς δίκης δὲ ὀλιγωρήσας ἀτιμάζοιτο ἂν παρ’ ὑμῶν εἰκότως. οὐδὲν γὰρ οὕτως ἐστὶν ὡς τὸ δίκαιον ἀδελφὸν φρονήσει. τοὺς οὖν ἀτιμάζοντας τοῦτο δικαίως ἂν καὶ ὡς εἰς τὴν παρ’ ὑμῖν θεὸν ἀσεβοῦντας ἐξελαύνοιτε. βούλομαι οὖν ὑμῖν τὰ κατ’ ἐμαυτὸν οὐκ ἀγνοοῦσι μὲν ἀπαγγεῖλαι δὲ ὅμως, ὅπως, εἴ τι λέληθεν· εἰκὸς δὲ ἔνια καὶ ὅσα μάλιστα τοῖς πᾶσι γνωσθῆναι προσήκει· ὑμῖν τε καὶ δι’ ὑμῶν τοῖς ἄλλοις Ἕλλησι γένοιτο γνώριμα. μηδεὶς οὖν ὑπολάβῃ με ληρεῖν ἢ φλυαρεῖν, εἰ περὶ τῶν πᾶσιν ὥσπερ ἐν ὀφθαλμοῖς γεγονότων οὐ πάλαι μόνον, ἀλλὰ καὶ μικρῷ πρότερον, ποιεῖσθαί τινας ἐπιχειρήσαιμι λόγους· οὐδένα γὰρ οὐδὲν ἀγνοεῖν βούλομαι τῶν ἐμαυτοῦ, λανθάνειν δὲ ἄλλον ἄλλα εἰκός· ἄρξομαι δὲ ἀπὸ τῶν προγόνων πρῶτον τῶν ἐμαυτοῦ.
因此,如果这些美德古时存在于你们之中,并且从那时起在你们身上依然保存着如同先祖德行的一点微小火种,那么理所当然的是,你们不应只看作为的规模大小,也不应看是否有人仿佛在空中飞翔一般以惊人的速度和不屈的力量巡行大地,而是应当审视这些事情是由谁秉持正义完成的;然后,如果他显得是秉持正义而行,你们所有人无论私下还是公开地或许都会称赞他,而蔑视正义之人理应受到你们的唾弃。因为没有任何事物比正义更像是智慧的孪生兄弟。因此,那些蔑视正义的人,你们完全有理由将他们作为亵渎你们城邦女神的人驱逐出境。因此,尽管你们并非一无所知,我依然希望向你们陈述我自己的遭遇,以便若有任何被忽略之事——有些事情尤其是最应当为人所知的事情被遗漏也是常有的——能为你们所知晓,并通过你们为其他希腊人所知晓。所以,如果我就不仅在许久以前、而且在不久之前发生在所有人眼前的事情尝试发表一些言论,请任何人不要以为我在胡言乱语或虚妄闲谈;因为我希望没有人对我自己的事一无所知,而不同的人忽略不同的事也是自然的;我将首先从我自己的先祖谈起。
Καὶ ὅτι μὲν τὰ πρὸς πατρὸς ἡμῖν ἐντεῦθεν ὅθενπερ καὶ Κωνσταντίῳ τὰ πρὸς πατρὸς ὥρμηται, φανερόν. τὼ γὰρ ἡμετέρω πατέρε γεγόνατον ἀδελφὼ πατρόθεν.1 οὕτω δὲ πλησίον ἡμᾶς ὄντας συγγενεῖς ὁ φιλανθρωπότατος οὗτος βασιλεὺς οἷα εἰργάσατο,2 ἓξ μὲν ἀνεψιοὺς ἐμοῦ τε καὶ ἑαυτοῦ, πατέρα δὲ τὸν ἐμόν, ἑαυτοῦ δὲ θεῖον, καὶ προσέτι κοινὸν ἕτερον τὸν πρὸς πατρὸς θεῖον ἀδελφόν τε ἐμὸν τὸν πρεσβύτατον ἀκρίτους κτείνας, ἐμὲ δὲ καὶ ἕτερον ἀδελφὸν ἐμὸν ἐθελήσας μὲν κτεῖναι, τέλος δὲ ἐπιβαλὼν φυγήν, ἀφ’ ἧς ἐμὲ μὲν ἀφῆκεν, ἐκεῖνον δὲ ὀλίγῳ πρότερον τῆς σφαγῆς ἐξέδυσε τὸ τοῦ Καίσαρος ὄνομα, τί με δεῖ νῦν ὥσπερ ἐκ τραγῳδίας τὰ ἄρρητα ἀναμετρεῖσθαι; μετεμέλησε γὰρ αὐτῷ, φασί, καὶ ἐδήχθη δεινῶς, ἀπαιδίαν τε ἐντεῦθεν νομίζει δυστυχεῖν, τά τε ἐς τοὺς πολεμίους τοὺς Πέρσας οὐκ εὐτυχῶς πράττειν ἐκ τούτων ὑπολαμβάνει. ταῦτα ἐθρύλουν οἱ περὶ τὴν αὐλὴν τότε καὶ τὸν μακαρίτην ἀδελφὸν ἐμὸν Γάλλον, τοῦτο νῦν πρῶτον ἀκούοντα τὸ ὄνομα·3 κτείνας γὰρ αὐτὸν παρὰ τοὺς νόμους οὐδὲ τῶν πατρῴων μεταλαχεῖν εἴασε τάφων οὐδὲ τῆς εὐαγοῦς ἠξίωσε μνήμης. Ὅπερ οὖν ἔφην, ἔλεγον τοσαῦτα καὶ δὴ καὶ ἔπειθον ἡμᾶς, ὅτι τὰ μὲν ἀπατηθεὶς εἰργάσατο, τὰ δὲ βίᾳ καὶ ταραχαῖς εἴξας ἀτάκτου καὶ ταραχώδους στρατεύματος. τοσαῦτα ἡμῖν ἐπῇδον ἐν ἀγρῷ τινι τῶν ἐν Καππαδοκίᾳ κατακεκλεισμένοις, οὐδένα ἐῶντες προσελθεῖν, τὸν μὲν ἀπὸ τῆς ἐν Τράλλεσι φυγῆς ἀνακαλεσάμενοι, ἐμὲ δὲ κομιδῇ μειράκιον ἔτι τῶν διδασκαλείων ἀπαγαγόντες. πῶς ἂν ἐνταῦθα φράσαιμι περὶ τῶν ἓξ ἐνιαυτῶν, οὓς ἐν ἀλλοτρίῳ κτήματι διάγοντες, ὥσπερ οἱ παρὰ τοῖς Πέρσαις ἐν τοῖς φρουρίοις τηρούμενοι, μηδενὸς ἡμῖν προσιόντος ξένου μηδὲ τῶν πάλαι γνωρίμων ἐπιτρεπομένου τινὸς ὡς ἡμᾶς φοιτᾶν, διεζῶμεν ἀποκεκλεισμένοι παντὸς μὲν μαθήματος σπουδαίου, πάσης δὲ ἐλευθέρας ἐντεύξεως, ἐν ταῖς λαμπραῖς οἰκετείαις τρεφόμενοι καὶ τοῖς ἡμῶν αὐτῶν δούλοις ὥσπερ ἑταίροις συγγυμναζόμενοι; προσῄει γὰρ οὐδεὶς οὐδὲ ἐπετρέπετο τῶν ἡλικιωτῶν.
我们在父系方面的渊源与君士坦提乌斯在父系方面的渊源出于同一出处,这是显而易见的。因为我们两人的父亲在父系上是同父兄弟。然而对于我们这些如此亲近的血亲,这位‘至为仁爱’的皇帝做出了何等的暴行!他未经审判便杀害了我和他共有的六位表兄弟、我的父亲兼他的叔父,此外还有另一位共同的叔父以及我的长兄;他虽曾意图杀害我和我的另一位兄长,但最终处以流放,后来虽免除了对我的流放,却在屠杀我兄长前不久剥夺了他的凯撒封号——如今我又何必如同演悲剧一般历数这些难以启齿的惨事呢?因为据说他后来后悔了,内心饱受折磨,并将无嗣的厄运归咎于此,且认为在波斯敌军面前屡遭不利也是源于这些恶行。当时宫廷左右的人正是如此议论,并以此劝说我那亡兄加卢斯——他如今才首次听闻这一亡者称号;因为皇帝违法杀害了他,甚至不准他归葬祖坟,也不认为他配享有庄严的悼念。 正像我刚才所说,他们极力陈说这许多话,并试图使我们相信,皇帝做出其中一些事是受了蒙骗,而另一些事则是屈从于纪律涣散且叛乱的军队的暴力与骚动。当我们被关押在卡帕多细亚的一处庄园时,他们就向我们反复灌输这些说辞,不许任何人接近我们,他们把兄长从特拉勒斯的流放地召回,又把尚是青涩少年的我从学堂强行带走。在此我怎能道尽那六年的岁月?我们在他人的田庄中度日,如同被看押在波斯人要塞中的囚犯,没有任何外人来造访我们,旧日的熟人也无一获准探视我们,我们被隔绝于一切严肃的学问和一切自由的交往之外,在华丽的奴仆群中被抚育,并与我们自己的奴隶像同伴一样共同锻炼;因为同龄人中没有一个人能够靠近,也不被允许靠近。
- 270cτὼ γὰρ ἡμετέρω πατέρε γεγόνατον ἀδελφὼ πατρόθεν
主语(τὼ ἡμετέρω πατέρε)、表语名词(ἀδελφὼ)和完成时动词(γεγόνατον)通篇一致采用双数形式(dual)。这种拟古的阿提卡句法严密体现了两人的父亲(尤利乌斯·君士坦提乌斯与君士坦丁一世,皆为君士坦提乌斯·克洛鲁斯之子)是同父亲兄弟的对应关系。
- 270cοὕτω δὲ πλησίον ἡμᾶς ὄντας συγγενεῖς ὁ φιλανθρωπότατος οὗτος βασιλεὺς οἷα εἰργάσατο
此处构成了破格句法(anacoluthon):由 οἷα εἰργάσατο 引导的间接感叹/疑问结构,因插入了大量列举君士坦提乌斯暴行的分词从句(κτείνας... ἐθελήσας... ἐπιβαλών...)而被拉长中断,最终未在主句动词处闭合,而是直接转入反问句 τί με δεῖ... ἀναμετρεῖσθαι。
- 271aτοῦτο νῦν πρῶτον ἀκούοντα τὸ ὄνομα
句中的“τοῦτο τὸ ὄνομα”(这一称呼)指代前文的修饰语“τὸν μακαρίτην”(已故的/福泽的)。μακαρίτης 是希腊语中加在死者名字前的传统委婉称谓,正如紧接着的 γάρ 分句所解释的,由于君士坦提乌斯在杀害加卢斯后连庄严的悼念(εὐαγοῦς μνήμης)也剥夺了,他如今才得以第一次获此尊称。
