- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg005.humanitext-grc2:1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出雅典真正的卓越之处不在于武功而在于全城所崇尚的正义,并举出雅典断然拒绝狄米斯托克利焚毁船坞的不义密谋作为明证加以赞颂。
Πολλῶν εἰργασμένων τοῖς προγόνοις ὑμῶν,1 ἐφ’ οἷς οὐκ ἐκείνοις μόνον τότε ἐξῆν, ἀλλὰ καὶ ὑμῖν νῦν ἔξεστι φιλοτιμεῖσθαι, καὶ πολλῶν ἐγηγερμένων τροπαίων ὑπέρ τε ἁπάσης τῆς Ἑλλάδος κοινῇ καὶ κατ’ ἰδίαν ὑπὲρ αὐτῆς τῆς πόλεως, ἐν οἷς ἠγωνίσατο μόνη πρός τε τοὺς ἄλλους Ἕλληνας καὶ πρὸς τὸν βάρβαρον, οὐδέν ἐστι τηλικοῦτον ἔργον οὐδὲ ἀνδραγαθία τοσαύτη, πρὸς ἣν οὐκ ἔνεστι καὶ ταῖς ἄλλαις ἁμιλληθῆναι πόλεσι. τὰ μὲν γὰρ μεθ’ ὑμῶν καὶ αὗται, τὰ δὲ κατ’ ἰδίαν εἰργάσαντο. καὶ ἵνα μὴ μεμνημένος ἔπειτα ἀντιπαραβάλλων ἢ προτιμᾶν ἑτέρας ἑτέραν ἐν οἷς διαμφισβητοῦσι νομισθείην ἢ πρὸς τὸ λυσιτελοῦν, ὥσπερ οἱ ῥήτορες, ἐνδεέστερον ἐπαινεῖν τὰς ἐλαττουμένας, τοῦτο ἐθέλω φράσαι μόνον ὑπὲρ ὑμῶν, ᾧ μηδὲν ἀντίπαλον ἔχομεν ἐξευρεῖν παρὰ τοῖς ἄλλοις Ἕλλησιν, ἐκ τῆς παλαιᾶς φήμης εἰς ἡμᾶς παραδεδομένον. ἀρχόντων μὲν Λακεδαιμονίων οὐ βίᾳ τὴν ἀρχήν, ἀλλὰ δόξῃ δικαιοσύνης παρείλεσθε, καὶ τὸν Ἀριστείδην τὸν δίκαιον οἱ παρ’ ὑμῖν ἐθρέψαντο νόμοι. καίτοι γε ταῦτα οὕτως ὄντα λαμπρὰ τεκμήρια διὰ λαμπροτέρων οἶμαι τῶν ἔργων ὅμως ἐπιστώσασθε. τὸ μὲν γὰρ δόξαι δίκαιον ἴσως ἄν τῳ καὶ ψευδῶς συμβαίη, καὶ τυχὸν οὐ παράδοξον ἐν πολλοῖς φαύλοις ἕνα γενέσθαι σπουδαῖον. ἢ γὰρ οὐχὶ καὶ παρὰ Μήδοις ὑμνεῖταί τις Δηιόκης Ἄβαρίς τε ἐν Ὑπερβορέοις καὶ Ἀνάχαρσις ἐν Σκύθαις; ὑπὲρ ὧν τοῦτο ἦν θαυμαστόν, ὅτι παρὰ τοῖς ἀδικωτάτοις γεγονότες ἔθνεσι τὴν δίκην ὅμως ἐτίμησαν, τὼ μὲν ἀληθῶς, ὁ δὲ τῆς χρείας χάριν πλαττόμενος.2 δῆμον δὲ ὅλον καὶ πόλιν ἐραστὰς ἔργων καὶ λόγων δικαίων ἔξω τῆς παρ’ ὑμῖν οὐ ῥᾴδιον εὑρεῖν. βούλομαι δὲ ὑμᾶς ἑνὸς τῶν παρ’ ὑμῖν πολλῶν γε ὄντων ἔργων ὑπομνῆσαι. Θεμιστοκλέους γὰρ μετὰ τὰ Μηδικὰ γνώμην εἰσηγεῖσθαι διανοουμένου λάθρᾳ καταφλέξαι τὰ νεώρια τῶν Ἑλλήνων, εἶτα μὴ τολμῶντος εἰς τὸν δῆμον λέγειν, ἑνὶ δὲ ὁμολογοῦντος πιστεύσειν τὸ ἀπόρρητον, ὅνπερ ἂν ὁ δῆμος χειροτονήσας προέληται, προυβάλετο μὲν ὁ δῆμος τὸν Ἀριστείδην· ὁ δὲ ἀκούσας τῆς γνώμης ἔκρυψε μὲν τὸ ῥηθέν, ἐξήνεγκε δὲ εἰς τὸν δῆμον, ὡς οὔτε λυσιτελέστερον οὔτε ἀδικώτερον εἴη τι τοῦ βουλεύματος·3 καὶ ἡ πόλις ἀπεψηφίσατο παραχρῆμα καὶ παρῃτήσατο, πάνυ γε νὴ Δία μεγαλοψύχως καὶ ὃν ἐχρῆν τρόπον ἄνδρας ὑπὸ μάρτυρι τῇ φρονιμωτάτῃ θεῷ τρεφομένους.
尽管你们的先祖建立了诸多功业,这些功业不仅在当时由他们,而且在如今也由你们引以为豪;并且不仅共同为了全希腊,而且单独为了本城邦立下了许多战功纪念碑,在这些战役中,城邦独自对抗其他希腊人及蛮族;然而并没有哪项伟业或何等英勇,是其他城邦无法与之匹敌的。因为那些城邦也是部分与你们一同、部分独自建树了功绩。为了不使我因随后提及并相互比较,而在它们争议之事上被认为厚此薄彼,或者像演说家那样出于利益考量而不够充分地赞赏落败者,我只想为你们陈述从古老传闻中留传给我们的这一点,我们在其他希腊人中找不出任何能与此匹敌的事物:在拉刻代蒙人统治时,你们不是凭借武力,而是凭借正义的声誉夺取了领导权,并且你们的法律培养了‘公正者’阿里斯提德。然而,这些虽是如此显赫的明证,我认为你们终究还是通过更为显赫的行动予以了证实。因为享有正义的名声,或许有人也能虚假地获得;而在许多卑劣之徒中出现一个贤能之人,或许也并非反常之事。难道在米底人中不也传颂着某个戴奥凯斯,在超博勒阿人中有阿巴里斯,在斯基泰人中有阿那卡尔西斯吗?关于他们,令人惊异之处在于,他们出生在极不正义的民族中,却依然尊崇正义——后两者出于真诚,前者则是出于功利而伪饰。但是,除了你们城邦之外,要在别处找到全体民众和整个城邦都成为正义言行的热爱者,绝非易事。我想提醒你们忆及你们众多作为中的一件。在波斯战争之后,狄米斯托克利意欲提出一项暗中焚毁希腊人船坞的提案,但他不敢在公民大会上直言,只应诺将秘密托付给民众举手表决选出的一人,民众便推举了阿里斯提德。而他听取了提案后,虽保守了所述秘密,却向民众报告说,没有任何谋划比这更有利,也没有任何谋划比这更不正义;于是城邦立刻投票否决并拒绝了它,凭宙斯起誓,这实在极其光明磊落,完全符合在至具睿智的女神见证之下成长的人们应有的作为。
- 268aΠολλῶν εἰργασμένων τοῖς προγόνοις ὑμῶν
由完成时被动分词 εἰργασμένων 构成的属格独立结构。与格 τοῖς προγόνοις 在被动完成时中作施动者与格(dativus auctoris)。Πολλῶν 为中性复数,意为“(你们的先祖)建立了许多功绩”。
- 269bτὼ μὲν ἀληθῶς, ὁ δὲ τῆς χρείας χάριν πλαττόμενος
对前文所提及三人(戴奥凯斯、阿巴里斯、阿那卡尔西斯)的分配性指代。双数主格冠词 τὼ μέν 指后两位(阿巴里斯与阿那卡尔西斯),而单数主格 ὁ δέ 则指最先提到的戴奥凯斯。谓语承前省略了 ἐτίμησαν。
- 269cὡς οὔτε λυσιτελέστερον οὔτε ἀδικώτερον εἴη τι τοῦ βουλεύματος
在 ὡς 引导的间接引语从句中,因主句动词 ἐξήνεγκε 为过去时称,从句谓语采用了间接希求法(optativus obliquus)εἴη。比较级 λυσιτελέστερον 与 ἀδικώτερον 所依附的 τοῦ βουλεύματος 为比较属格。
