← 朱利安

致雅典元老院与人民书

§12-13

君士坦提乌斯的敌对与进军的正当性

尤利安陈述了自己在称帝后仍力求和解、而君士坦提乌斯却勾结蛮族并加紧备战的经过,进而向雅典人阐明自己进军的正当性,并祈求诸神庇佑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12

Ἀλλὰ δὴ τὰ μετὰ τοῦτο πῶς πρὸς τὸν Κωνστάντιον διεπραξάμην; οὔπω καὶ τήμερον ἐν ταῖς πρὸς αὐτὸν ἐπιστολαῖς τῇ δοθείσῃ μοι παρὰ τῶν θεῶν ἐπωνυμίᾳ κέχρημαι, καίσαρα δὲ ἐμαυτὸν γέγραφα, καὶ πέπεικα τοὺς στρατιώτας ὀμόσαι μοι μηδενὸς ἐπιθυμήσειν, εἴπερ ἡμῖν ἐπιτρέψειεν ἀδεῶς οἰκεῖν τὰς Γαλλίας, τοῖς πεπραγμένοις συναινέσας. ἅπαντα τὰ παρ’ ἐμοὶ τάγματα πρὸς αὐτὸν ἔπεμψεν ἐπιστολάς, ἱκετεύοντα περὶ τῆς πρὸς ἀλλήλους ἡμῖν ὁμονοίας. ὁ δὲ ἀντὶ τούτων ἐπέβαλεν ἡμῖν τοὺς βαρβάρους, ἐχθρὸν δὲ ἀνηγόρευσέ με παρ’ ἐκείνοις, καὶ μισθοὺς ἐτέλεσεν, ὅπως τὸ Γαλλιῶν ἔθνος πορθηθείη, γράφων τε ἐν τοῖς ἐν Ἰταλίᾳ παραφυλάττειν τοὺς ἐκ τῶν Γαλλιῶν παρεκελεύετο, καὶ περὶ τοὺς Γαλλικοὺς ὅρους ἐν ταῖς πλησίον πόλεσιν εἰς τριακοσίας μυριάδας μεδίμνων πυροῦ κατειργασμένου ἐν τῇ Βριγαντίᾳ, τοσοῦτον ἕτερον περὶ τὰς Κοττίας Ἄλπεις ὡς ἐπ’ ἐμὲ στρατεύσων ἐκέλευσε παρασκευασθῆναι. καὶ ταῦτα οὐ λόγοι, σαφῆ δὲ ἔργα. καὶ γὰρ ἃς γέγραφεν ἐπιστολὰς ὑπὸ τῶν βαρβάρων κομισθείσας ἐδεξάμην, καὶ τὰς τροφὰς τὰς παρεσκευασμένας κατέλαβον καὶ τὰς ἐπιστολὰς Ταύρου. πρὸς τούτοις ἔτι νῦν μοι ὡς καίσαρι γράφει, καὶ οὐδὲ συνθήσεσθαι πώποτε πρός με ὑπέστη, ἀλλ’ Ἐπίκτητόν τινα τῶν Γαλλιῶν ἐπίσκοπον ἔπεμψεν ὡς πιστά μοι περὶ τῆς ἀσφαλείας τῆς ἐμαυτοῦ παρέξοντα, καὶ τοῦτο θρυλεῖ δι’ ὅλων αὐτοῦ τῶν ἐπιστολῶν, ὡς οὐκ ἀφαιρησόμενος τοῦ ζῆν, ὑπὲρ δὲ τῆς τιμῆς οὐδὲν μνημονεύει. ἐγὼ δὲ τοὺς μὲν ὅρκους αὐτοῦ τὸ τῆς παροιμίας1 οἶμαι δεῖν εἰς τέφραν γράφειν, οὕτως εἰσὶ πιστοί· τῆς τιμῆς δὲ οὐ τοῦ καλοῦ καὶ πρέποντος μόνον, ἀλλὰ καὶ τῆς τῶν φίλων ἕνεκα σωτηρίας ἀντέχομαι· καὶ οὔπω φημὶ τὴν πανταχοῦ γῆς γυμναζομένην πικρίαν.

然而在此之后,我对君士坦提乌斯又是如何行事的呢?直到今日,在致他的信函中,我仍未使用诸神赋予我的尊号,而是自称为恺撒;我亦说服士兵们向我宣誓,只要他准许我们安心居住于高卢,认可已发生之事,便别无他求。我身边的所有军团均向他致信,恳求我们彼此和睦。然而他却以此回报:唆使蛮族攻击我们,在蛮族中宣布我为公敌,并支付报酬,意图让高卢民族遭受蹂躏;他还致信意大利驻军,嘱咐他们防备自高卢前去的人,更在高卢边境附近的城邑下令筹备粮食,企图向我进军——在布里甘提亚备下约三百万美狄姆诺斯磨好的小麦,在科提安阿尔卑斯一带亦备下同等数量。而这些绝非虚言,而是确凿的事实。因为我确实收到了蛮族转送来的他的亲笔信函,亦缴获了所储备的粮草以及陶鲁斯的书信。除此以外,他至今仍称我为恺撒致信,从未同意与我讲和,反倒派来一位高卢主教厄庇克特托,声称要就我的人身安全向我提供保证;他在所有信件中对此喋喋不休,声称不会夺我性命,对地位尊荣却只字不提。至于他的誓言,我认为正如俗谚所言,应当写在灰烬之上,因其可信度便是如此;而我执守尊荣,不仅是为了崇高与体统,更是为了朋友们的安危;至于他在各地施展的残酷手段,我在此尚且隐忍未提。

§13

Ταῦτα ἔπεισέ με, ταῦτα ἐφάνη μοι δίκαια. καὶ πρῶτον μὲν αὐτὰ τοῖς πάντα ὁρῶσι καὶ ἀκούουσιν ἀνεθέμην θεοῖς. εἶτα θυσάμενος περὶ τῆς ἐξόδου καὶ γενομένων καλῶν τῶν ἱερῶν κατ’ αὐτὴν ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ τοῖς στρατιώταις περὶ τῆς ἐπὶ τάδε πορείας ἔμελλον διαλέγεσθαι, ὑπέρ τε τῆς ἐμαυτοῦ σωτηρίας καὶ πολὺ πλέον ὑπὲρ τῆς τῶν κοινῶν εὐπραγίας καὶ τῆς ἁπάντων ἀνθρώπων ἐλευθερίας αὐτοῦ τε τοῦ Κελτῶν ἔθνους, ὃ δὶς ἤδη τοῖς πολεμίοις ἐξέδωκεν, οὐδὲ τῶν προγονικῶν φεισάμενος τάφων, ὁ τοὺς ἀλλοτρίους πάνυ θεραπεύων, ᾠήθην δεῖν ἔθνη τε προσλαβεῖν τὰ δυνατώτατα καὶ χρημάτων πόρους δικαιοτάτων ἐξ ἀργυρείων καὶ χρυσείων, καὶ εἰ μὲν ἀγαπήσειεν ἔτι νῦν γοῦν τὴν πρὸς ἡμᾶς ὁμόνοιαν, εἴσω τῶν νῦν ἐχομένων μένειν, εἰ δὲ πολεμεῖν διανοοῖτο καὶ μηδὲν ἀπὸ τῆς προτέρας γνώμης χαλάσειεν, ὅ, τι ἂν ᾖ τοῖς θεοῖς φίλον πάσχειν ἢ πράττειν,2 ὡς αἴσχιον ἀνανδρίᾳ ψυχῆς καὶ διανοίας ἀμαθίᾳ ἢ πλήθει δυνάμεως ἀσθενέστερον αὐτοῦ φανῆναι.3 νῦν μὲν γὰρ εἰ τῷ πλήθει κρατήσειεν, οὐκ ἐκείνου τὸ ἔργον, ἀλλὰ τῆς πολυχειρίας ἐστίν· εἰ δὲ ἐν ταῖς Γαλλίαις περιμένοντά με καὶ τὸ ζῆν ἀγαπῶντα καὶ διακλίνοντα τὸν κίνδυνον ἁπανταχόθεν περικόψας κατέλαβε, κύκλῳ μὲν ὑπὸ τῶν βαρβάρων, κατὰ στόμα δὲ ὑπὸ τῶν αὐτοῦ στρατοπέδων, τὸ παθεῖν τε οἶμαι τὰ ἔσχατα προσῆν καὶ ἔτι ἡ τῶν πραγμάτων αἰσχύνη οὐδεμιᾶς ἐλάττων ζημίας τοῖς γε σώφροσι. Ταῦτα διανοηθείς, ἄνδρες Ἀθηναῖοι, τοῖς τε συστρατιώταις τοῖς ἐμοῖς διῆλθον καὶ πρὸς κοινοὺς τῶν πάντων Ἑλλήνων πολίτας γράφω. θεοὶ δὲ οἱ πάντων κύριοι συμμαχίαν ἡμῖν τὴν ἑαυτῶν, ὥσπερ ὑπέστησαν, εἰς τέλος δοῖεν καὶ παράσχοιεν ταῖς Ἀθήναις ὑφ’ ἡμῶν τε εἰς ὅσον δύναμις εὖ παθεῖν καὶ τοιούτους σχεῖν ἐς ἀεὶ τοὺς αὐτοκράτορας, οἳ μάλιστα καὶ διαφερόντως αὐτὰς αἰδέσονται καὶ ἀγαπήσουσιν.

正是这些事由说服了我,这些在我看来合乎正义。首先,我将此事托付给洞察万物、垂听一切的诸神。随后,为了出兵举行献祭;就在我准备就向此地进军一事向士兵发表讲话的那一天,祭征大吉。为了我自身的安危,更为了公家福祉、全人类的自由,以及凯尔特民族本身——他曾两次将该族出卖给敌人,连祖先的陵墓都不予顾惜,自身却极度逢迎异族的陵寝——我认为必须争取最强盛的部族作为盟友,并从银矿与金矿中筹措最合法的资金。并且,如果他如今至少仍乐意与我们修好,我便留在现今所辖领地之内;但若他意欲开战且对其旧念毫不退让,则无论诸神意欲如何,或受或行皆听凭神意,因为因心灵的怯懦与思虑的愚昧而显得不如他,远比在兵力数量上显得弱于他更加可耻。因为倘若如今他凭数量取胜,那并非他的本领,而是众人力量的结果;但若是我留滞在高卢、贪生怕死、规避危险,而他从四面切断我的退路并捕获我——外有蛮族环伺,前有其本部大军正面对峙——我想,不仅难逃极刑之厄运,且事态所蒙受之耻辱,对明智之人而言亦不下于任何实质惩罚。 雅典的公民们,我思虑及此,便将这些向我的战友们作了说明,并致信给作为全体希腊人共同市民的诸位。愿统摄万物的诸神如其所许诺的那样,将他们的庇佑赐予我们直至最后,并使雅典尽我们力量之所及蒙受恩惠,永远拥有无比且格外敬重与爱戴她的统治者。

语法注3 条
  1. 286cτὸ τῆς παροιμίας

    副词性对格(或对全句起同格作用的对格),作为插入语表示“正如俗谚所言”。它修饰随后的不定式短语 εἰς τέφραν γράφειν,引出指代将诺言写于虚妄易逝之物的民间成语。

  2. 287aᾠήθην δεῖν ἔθνη τε προσλαβεῖν τὰ δυνατώτατα καὶ χρημάτων πόρους δικαιοτάτων ἐξ ἀργυρείων καὶ χρυσείων, καὶ εἰ μὲν ἀγαπήσειεν ἔτι νῦν γοῦν τὴν πρὸς ἡμᾶς ὁμόνοιαν, εἴσω τῶν νῦν ἐχομένων μένειν, εἰ δὲ πολεμεῖν διανοοῖτο καὶ μηδὲν ἀπὸ τῆς προτέρας γνώμης χαλάσειεν, ὅ, τι ἂν ᾖ τοῖς θεοῖς φίλον πάσχειν ἢ πράττειν

    由主动词 ᾠήθην 引出、以非人称不定式 δεῖν 为核心的复杂长句间接引语结构。受 δεῖν 支配的不定式由 τε ... καί 连接(ἔθνη τε προσλαβεῖν ... 及财源的获取),其后又包含以 εἰ μέν 与 εἰ δέ 对立的一组条件句,分别对应归结从句不定式 μένειν 与 πάσχειν ἢ πράττειν。

  3. 287bὡς αἴσχιον ἀνανδρίᾳ ψυχῆς καὶ διανοίας ἀμαθίᾳ ἢ πλήθει δυνάμεως ἀσθενέστερον αὐτοῦ φανῆναι

    连词 ὡς 引导主观理由或判断依据(意为“因为认为……”),支配中性比较级谓语 αἴσχιον(省略 ὄν 或 ἐστίν),并以不定式 φανῆναι 作为主语。句中在“因精神怯懦与思虑愚昧(ἀνανδρίᾳ ψυχῆς καὶ διανοίας ἀμαθίᾳ)而见逊于他”与“因兵力数量(πλήθει δυνάμεως)而见弱”之间构成了比较。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg005.humanitext-grc2:12-13