← 朱利安

萨路斯提乌斯离去时自慰书

§6

独处中的自我对话与神对德性的眷顾

述者将自己切合凡人情理的自慰之法与伯里克利高迈的态度相对照,论述即便独处亦能与自身对话并获得内在的神明指引。随后他援引奥德修斯的坚忍,阐明神所眷顾的乃是明达与德性而非外在的容貌或力量,以此劝诫人们当屏除过度的悲戚,坚定自处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6

Ἀλλ’ ὁ μὲν Περικλῆς, ἅτε δὴ μεγαλόφρων ἀνὴρ καὶ τραφεὶς ἐλευθέρως ἐν ἐλευθέρᾳ τῇ πόλει, ὑψηλοτέροις ἐψυχαγώγει λόγοις αὑτόν· ἐγὼ δὲ γεγονὼς ἐκ τῶν οἷοι νῦν βροτοί εἰσιν1 ἀνθρωπικωτέροις ἐμαυτὸν θέλγω καὶ παράγω λόγοις, καὶ τὸ λίαν πικρὸν ἀφαιρῶ τῆς λύπης, πρὸς ἕκαστον τῶν ἀεί μοι προσπιπτόντων ἀπὸ τοῦ πράγματος δυσχερῶν τε καὶ ἀτόπων φαντασμάτων ἐφαρμόζειν τινὰ παραμυθίαν πειρώμενος, ὥσπερ ἐπῳδὴν θηρίου δήγματι δάκνοντος αὐτὴν ἔσω τὴν καρδίαν ἡμῶν καὶ τὰς φρένας. ἐκεῖνό τοι πρῶτόν ἐστί μοι τῶν φαινομένων δυσχερῶν. νῦν ἐγὼ μόνος ἀπολελείψομαι καθαρᾶς ἐνδεὴς ὁμιλίας καὶ ἐλευθέρας ἐντεύξεως· οὐ γὰρ ἔστι μοι τέως ὅτῳ διαλέξομαι θαρρῶν ὁμοίως. πότερον οὖν οὐδ’ ἐμαυτῷ διαλέγεσθαι ῥᾴδιόν ἐστί μοι; ἀλλ’ ἀφαιρήσεταί μέ τις καὶ τὴν ἔννοιαν καὶ προσαναγκάσει νοεῖν ἕτερα καὶ θαυμάζειν παρ’ ἃ βούλομαι; ἢ τοῦτο μέν ἐστι τέρας ἤδη καὶ προσόμοιον τῷ γράφειν ἐφ’ ὕδατος καὶ τῷ λίθον ἕψειν καὶ τῷ ἱπταμένων ὀρνίθων ἐρευνᾶν ἴχνη τῆς πτήσεως; οὐκοῦν ἐπειδὴ τούτων ἡμᾶς οὐδεὶς ἀφαιρεῖται, συνεσόμεθα δήπουθεν αὐτοί πως ἑαυτοῖς, ἴσως δὲ καὶ ὁ δαίμων ὑποθήσεταί τι χρηστόν· οὐ γὰρ εἰκὸς ἄνδρα ἑαυτὸν ἐπιτρέψαντα τῷ κρείττονι παντάπασιν ἀμεληθῆναι καὶ καταλειφθῆναι παντελῶς ἔρημον· ἀλλ’ αὐτοῦ καὶ ὁ θεὸς χεῖρα ἑὴν ὑπερέσχε καὶ θάρσος ἐνδίδωσι καὶ μένος ἐμπνεῖ καὶ τὰ πρακτέα τίθησιν ἐπὶ νοῦν καὶ τῶν μὴ πρακτέων ἀφίστησιν. εἵπετό τοι καὶ Σωκράτει δαιμονία φωνὴ κωλύουσα πράττειν ὅσα μὴ χρεὼν ἦν· φησὶ δὲ καὶ Ὅμηρος ὑπὲρ Ἀχιλλέως· τῷ γὰρ ἐπὶ φρεσὶ θῆκεν, ὡς τοῦ θεοῦ καὶ τὰς ἐννοίας ἡμῶν ἐγείροντος,2 ὅταν ἐπιστρέψας ὁ νοῦς εἰς ἑαυτὸν αὑτῷ τε πρότερον ξυγγένηται καὶ τῷ θεῷ δι’ ἑαυτοῦ μόνου, κωλυόμενος ὑπ’ οὐδενός. οὐ γὰρ ἀκοῆς ὁ νοῦς δεῖται πρὸς τὸ μαθεῖν οὐδὲ μὴν ὁ θεὸς φωνῆς πρὸς τὸ διδάξαι τὰ δέοντα· δέοντα· ἀλλ’ αἰσθήσεως ἔξω πάσης ἀπὸ τοῦ κρείττονος ἡ μετουσία γίνεται τῷ νῷ· τίνα μὲν τρόπον καὶ ὅπως οὐ σχολὴ νῦν ἐπεξιέναι, τὸ δ’ ὅτι γίνεται δῆλον καὶ σαφεῖς οἱ μάρτυρες, οὐκ ἄδοξοί τινες οὐδ’ ἐν τῇ Μεγαρέων ἄξιοι τάττεσθαι μερίδι, ἀλλὰ τῶν ἀπενεγκαμένων ἐπὶ σοφίᾳ τὰ πρωτεῖα. Οὐκοῦν ἐπειδὴ χρὴ προσδοκᾶν καὶ θεὸν ἡμῖν παρέσεσθαι πάντως καὶ ἡμᾶς αὐτοὺς αὑτοῖς συνέσεσθαι, τὸ λίαν δυσχερὲς ἀφαιρετέον ἐστὶ τῆς λύπης. ἐπεὶ καὶ τὸν Ὀδυσσέα μόνον ἐν τῇ νήσῳ καθειργμένον ἑπτὰ τοὺς πάντας ἐνιαυτούς, εἶτ’ ὀδυρόμενον, τῆς μὲν ἄλλης ἐπαινῶ καρτερίας, τῶν θρήνων δὲ οὐκ ἄγαμαι.3 τί γὰρ ὄφελος πόντον ἐπ’ ἰχθυόεντα δέρκεσθαι καὶ λείβειν δάκρυα; τὸ δὲ μὴ προέσθαι μηδ’ ἀπαγορεῦσαι πρὸς τὴν τύχην, ἀλλ’ ἄνδρα μέχρις ἐσχάτων γενέσθαι πόνων καὶ κινδύνων, τοῦτο ἔμοιγε φαίνεται μεῖζον ἢ κατὰ ἄνθρωπον. οὐ δὴ δίκαιον ἐπαινεῖν μὲν αὐτούς, μὴ μιμεῖσθαι δέ, οὐδὲ νομίζειν, ὡς ἐκείνοις μὲν ὁ θεὸς προθύμως συνελάμβανε, τοὺς δὲ νῦν περιόψεται τῆς ἀρετῆς ὁρῶν ἀντιποιουμένους, δι’ ἥνπερ ἄρα κἀκείνοις ἔχαιρεν· οὐ γὰρ διὰ τὸ κάλλος τοῦ σώματος, ἐπεί τοι τὸν Νιρέα μᾶλλον ἐχρῆν ἀγαπᾶσθαι, οὐδὲ διὰ τὴν ἰσχύν, ἀπείρῳ γὰρ ὅσῳ Λαιστρυγόνες καὶ Κύκλωπες ἦσαν αὐτοῦ κρείττους, οὐδὲ διὰ τὸν πλοῦτον, οὕτω γὰρ ἂν ἔμεινεν ἀπόρθητος Τροία. τί δὲ δεῖ πράγματα ἔχειν αὐτὸν ἐπιζητοῦντα τὴν αἰτίαν, δι’ ἣν Ὀδυσσέα φησὶν ὁ ποιητὴς θεοφιλῆ, αὐτοῦ γε ἐξὸν ἀκούειν; "Οὕνεκ’ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων." δῆλον οὖν ὡς, εἴπερ ἡμῖν ταῦτα προσγένοιτο, τὸ κρεῖττον οὐκ ἐλλείψει τὰ παρ’ ἑαυτοῦ, ἀλλὰ καὶ κατὰ τὸν δοθέντα πάλαι ποτὲ Λακεδαιμονίοις χρησμὸν καλούμενός τε καὶ ἄκλητος ὁ θεὸς παρέσται.

然而,伯里克利作为器量恢宏之人,又在自由的城邦中受过自由人的教养,乃是用更高迈的言辞来慰藉自身;而我生于如今这般凡人之中,便用更合乎凡人情理的言辞来抚慰和导引自己,消解悲痛中过分的苦涩,试图针对这一事态中不断向我袭来的每一个困厄而荒谬的幻影,施加某种慰藉,犹如针对咬噬我们内心与思虑的毒兽之噬咬施以咒术一般。 在显露的诸般困厄中,摆在我眼前的第一桩便是:如今我将孤独地遗落于此,缺少纯正的交往与自由的倾谈;因为我眼下已无同样可以毫无顾忌与之交谈之人。难道对我而言,同自己交谈竟也并非易事?抑或有人会夺去我的思想,强迫我去思索别的事务,赞叹违背我心意之物?或者这已是荒诞怪异之事,无异于在水上书写、煮沸顽石、探寻飞鸟翱翔的行迹?因此,既然无人能将这些从我们手中剥夺,我们自然会在某种程度上与自己相伴,或许灵明亦会启示某些善好之策;因为一个将自身托付给至高存在之人,绝无可能全然被忽视,并被彻底遗弃于孤寂之中;相反,神亦向他伸出援手,注入勇气,吹入英气,将当作之事置于他心中,并使他远离不当作之事。诚然,神圣的声音亦曾伴随苏格拉底,阻止他去做不合宜之事;荷马论及阿喀琉斯时亦言:“因她将此置于他心中”,意即神亦唤醒我们的思想,只要心智转向自身,在毫无阻碍之下,首先与自身同在,继而仅凭自身与神相交。因为心智求知无需听觉,神教导当作之事亦无需音声;相反,心智对至高存在的分享乃发生于一切感官之外。究竟以何种方式、如何发生,现下无暇细究,但其发生显而易见,见证者亦确凿无疑——他们绝非无名之辈,亦非配被划入墨伽拉人份额之人,而是摘得智慧冠冕之士。 因此,既然理当坚信神必与我们同在,而我们亦必与自身相伴,便须将过度的困苦从悲痛中去除。因为,对于奥德修斯孤身一人被困于岛上整整七年继而哀叹之事,我固然称许他其余的坚忍,却不赞赏其悲泣。凝望鱼虾群集的汪洋而潸然泪下,究竟有何益处?然而面对命运既不放弃亦不屈服,直面至极的辛劳与危难始终保有男子气概——这在我看来已超越了凡俗的人性。因此,只称赞他们而不加以效法是不正当的;亦不可认为神昔日欣然相助他们,如今目睹追求德性之人却会视若无睹——神当日喜悦他们,正是因其德性;神喜悦他们绝非因肉体之美,否则尼柔斯理当更蒙宠爱;亦非因体力,因莱斯特律戈涅斯人与独目巨人远比他强健无数;亦非因财富,否则特洛伊便能免于沦陷。诗人为何称奥德修斯为神所喜爱者?又何须自己劳神探究其因,分明能亲聆诗人所言: “因你温雅、敏捷而明达。” 由此可见,倘若我们亦具备此等品德,至高存在绝不致亏欠其所当为,反而正如昔日赐予拉刻代蒙人的神谕所昭示的那样,无论受召与否,神必将同在。

语法注3 条
  1. 248cἐκ τῶν οἷοι νῦν βροτοί εἰσιν

    关系从句吸收先行词 τοιούτων,作为定冠词 τῶν 的实质性补足成分(即 ἐκ τοιούτων οἷοι... 的紧缩结构)。该短语本身化用了《伊利亚特》等史诗中常见的荷马式定型句(“如今这般凡人”)。

  2. 249bὡς τοῦ θεοῦ καὶ τὰς ἐννοίας ἡμῶν ἐγείροντος

    带有连词 ὡς 的属格独立结构。它为主观性解释,对紧接其前的荷马诗句(τῷ γὰρ ἐπὶ φρεσὶ θῆκεν)进行义理上的阐释,意为“意即神亦唤醒我们的思想”。

  3. 249dτὸν Ὀδυσσέα ... τῆς μὲν ἄλλης ἐπαινῶ καρτερίας, τῶν θρήνων δὲ οὐκ ἄγαμαι

    宾格 τὸν Ὀδυσσέα 被前置先取(prolepsis),作为全句的主题并充当后续表示称赞与评判的两个动词 ἐπαινῶ 与 ἄγαμαι 的共有对象;而所评判的具体品质与行为(τῆς καρτερίας, τῶν θρήνων)则由原因属格表示。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg004.humanitext-grc2:6