- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg004.humanitext-grc2:7-8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者面对挚友的启程离去,引亚历山大希求荷马之典故申明自己对真挚友谊的满足,并悬想友人途经自己故土的情景,由衷为他的平安顺遂与早日归来献上祝祷。
Τούτοις ἐμαυτὸν ψυχαγωγήσας ἐπ’ ἐκεῖνο τὸ μέρος ἄπειμι πάλιν, ὃ δοκεῖ τῇ μὲν ἀληθείᾳ μικρὸν εἶναι, πρὸς δόξαν δὲ ὅμως οὐκ ἀγεννές. Ὁμήρου τοί φασι δεῖσθαι καὶ τὸν Ἀλέξανδρον, οὐ δήπου συνόντος, ἀλλὰ κηρύττοντος1 ὥσπερ Ἀχιλλέα καὶ Πάτροκλον καὶ Αἴαντας ἄμφω καὶ τὸν Ἀντίλοχον. ἀλλ’ ὁ μὲν ὑπερορῶν ἀεὶ τῶν παρόντων, ἐφιέμενος δὲ τῶν ἀπόντων οὐκ ἠγάπα τοῖς καθ’ ἑαυτὸν οὐδὲ ἠρκεῖτο τοῖς δοθεῖσι· καὶ εἴπερ ἔτυχεν Ὁμήρου, τὴν Ἀπόλλωνος ἴσως ἂν ἐπόθησε λύραν, ᾗ τοῖς Πηλέως ἐκεῖνος ἐφύμνησε γάμοις, οὐ τῆς Ὁμήρου συνέσεως τοῦτο πλάσμα νομίσας, ἀλλ’ ἀληθὲς ἔργον ἐνυφανθὲν τοῖς ἔπεσιν, ὥσπερ οἶμαι τὸ "Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ’ αἶαν" καὶ "Ἠέλιος δ’ ἀνόρουσε" καὶ "Κρήτη τις γαῖ’ ἐστί," καὶ ὅσα τοιαῦτά φασιν οἱ ποιηταί, δῆλα καὶ ἐναργῆ τὰ μὲν ὄντα καὶ εἰς ἡμᾶς ἔτι, τὰ δὲ γιγνόμενα. Ἀλλὰ τῷ μὲν εἴτε μέγεθος ἀρετῆς ὑπερέχον καὶ τῶν προσόντων ἀγαθῶν οὐδαμῶς ἐλάττων σύνεσις εἰς τοσαύτην ἐπιθυμίαν τὴν ψυχὴν ἐξῆγεν, ὥστε μειζόνων ἢ κατὰ τοὺς ἄλλους ὀρέγεσθαι, εἴθ’ ὑπερβολή τις ἀνδρείας καὶ θάρσους εἰς ἀλαζονείαν ἄγουσα καὶ πρὸς αὐθάδειαν βλέπουσα, ἀφείσθω σκοπεῖν ἐν κοινῷ τοῖς βουλομένοις ἐπαινεῖν ἢ ψέγειν αὐτόν,2 εἴ τις ἄρα καὶ ταύτης ὑπολαμβάνει τῆς μερίδος προσήκειν ἐκείνῳ. ἡμεῖς δὲ τοῖς παροῦσιν ἀγαπῶντες ἀεὶ καὶ τῶν ἀπόντων ἥκιστα μεταποιούμενοι στέργομεν μέν, ὁπόταν ὁ κήρυξ ἐπαινῇ, θεατής τε καὶ συναγωνιστὴς πάντων ἡμῖν γεγονώς, μὴ τοὺς λόγους παραδεξάμενος εἰς χάριν καὶ ἀπέχθειαν εἰκῇ πεπλασμένους· ἀρκεῖ δὲ ἡμῖν καὶ φιλεῖν ὁμολογῶν μόνον, ἐς δὲ τὰ ἄλλα σιωπηλότερος ὢν καὶ τῶν Πυθαγόρᾳ τελεσθέντων.
通过这些思考抚慰了自己之后,我再度回到那一方面——就真实而言它似乎微不足道,但就声誉而言却绝非卑下。人们确实常说,亚历山大亦曾希求荷马,当然并非为了与他朝夕相伴,而是为了让他如传颂阿喀琉斯、帕特洛克罗斯、二位埃阿斯及安提洛科斯那般宣扬自己的英名。然而,他总是轻视眼前之物,渴求未得之物,既不满足于同代之人,亦不安于所获之赐;即便他得获荷马,或许还会渴慕阿波罗的七弦琴——即当年阿波罗在珀琉斯婚礼上所弹唱的七弦琴——因为他不将此视作荷马心智的虚构,而当作编织入诗行中的真实业绩,正如我所认为的: “藏红花色长袍的曙光女神弥漫在大地之上”,以及 “太阳一跃而起”,以及 “有一片名为克里特的土地”,诸如此类诗人所言,皆是明晰确凿之事,有的直至今日依然存在,有的则历历在目地发生着。 然而,究竟是超拔的卓越德性与毫不亚于现有福祉的聪慧将他的灵魂引向这般渴望,以至于追求超越凡人分限之物,抑或某种引向傲慢、趋于刚愎的过度勇敢与大胆所致,便留待那些愿称赞或责难他的人去公开探究吧——倘若真有人认为这后一部分亦属于他的话。至于我们,始终满足于眼前之物,绝不妄求未有之物,每当我们的宣扬者称赞我们时,我们便心满意足——他曾是我们一切事业的见证者与同战者,绝不采纳为取悦或怨恨而随意捏造的言辞;即便他仅仅表达友爱之情,而在其他事务上甚至比毕达哥拉斯的入室门徒还要缄默,对我们而言亦足矣。
Ἐνταῦθα ὑπέρχεταί μοι καὶ τὸ θρυλούμενον, ὡς οὐκ εἰς Ἰλλυριοὺς μόνον, ἀλλὰ καὶ εἰς Θρᾷκας ἀφίξῃ καὶ τοὺς περὶ τὴν θάλατταν ἐκείνην οἰκοῦντας Ἕλληνας, ἐν οἷς γενομένῳ μοι καὶ τραφέντι πολὺς ἐντέτηκεν ἔρως ἀνδρῶν τε καὶ χωρίων καὶ πόλεων. ἴσως δὲ οὐ φαῦλος οὐδὲ ἐκείνων ἐναπολέλειπται ταῖς ψυχαῖς ἔρως ἡμῶν, οἷς εὖ οἶδ’ ὅτι τὸ λεγόμενον ἀσπάσιος ἐλθὼν ἂν γένοιο, δικαίαν ἀμοιβὴν ἀντιδιδοὺς αὐτοῖς ὑπὲρ ὧν ἡμᾶς ἀπολέλοιπας ἐνθάδε. καὶ τοῦτο μὲν οὐχ ὡς εὐχόμενος· ἐπεὶ τό γε ἰέναι πρὸς ἡμᾶς τὴν αὐτὴν ταχέως ἄμεινον· ἀλλ’ ὡς, εἰ γένοιτο, καὶ πρὸς τοῦθ’ ἕξων οὐκ ἀπαραμυθήτως οὐδὲ ἀψυχαγωγήτως ἐννοῶ, συγχαίρων ἐκείνοις, ὅτι σε παρ’ ἡμῶν ὄψονται. Κελτοῖς γὰρ ἐμαυτὸν ἤδη διὰ σὲ συντάττω, ἄνδρα εἰς τοὺς πρώτους τῶν Ἑλλήνων τελοῦντα3 καὶ κατ’ εὐνομίαν καὶ κατὰ ἀρετὴν τὴν ἄλλην, καὶ ῥητορείαν ἄκρον καὶ φιλοσοφίας οὐκ ἄπειρον, ἧς Ἕλληνες μόνοι τὰ κράτιστα μετεληλύθασι, λόγῳ τἀληθές, ὥσπερ οὖν πέφυκε, θηρεύσαντες, οὐκ ἀπίστοις μύθοις οὐδὲ παραδόξῳ τερατείᾳ προσέχειν ἡμᾶς, ὥσπερ οἱ πολλοὶ τῶν βαρβάρων, ἐάσαντες. Ἀλλὰ καὶ τοῦτο μὲν ὅπως ποτὲ ἔχει, τανῦν ἀφείσθω. σὲ δέ· προπέμπειν ἤδη γὰρ ἄξιον μετ’ εὐφημίας· ἄγοι μὲν θεὸς εὐμενής, ὅποι ποτ’ ἂν δέῃ πορεύεσθαι, Ξένιος δὲ ὑποδέχοιτο καὶ Φίλιος εὔνους, ἄγοι τε διὰ γῆς ἀσφαλῶς· κἂν πλεῖν δέῃ, στορεννύσθω τὰ κύματα· πᾶσι δὲ φανείης φίλος καὶ τίμιος, ἡδὺς μὲν προσιών, ἀλγεινὸς δὲ ἀπολείπων αὐτούς· στέργων δὲ ἡμᾶς ἥκιστα ποθήσειας ἀνδρὸς ἑταίρου καὶ φίλου πιστοῦ κοινωνίαν. εὐμενῆ δὲ καὶ τὸν αὐτοκράτορά σοι θεὸς ἀποφήνειε καὶ τὰ ἄλλα πάντα κατὰ νοῦν διδοίη, καὶ τὴν οἴκαδε παρ’ ἡμᾶς πορείαν ἀσφαλῆ παρασκευάζοι καὶ ταχεῖαν. Ταῦτά σοι μετὰ τῶν καλῶν κἀγαθῶν ἀνδρῶν συνεύχομαι, καὶ ἔτι πρὸς τούτοις "Οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν, Νοστῆσαι οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν."
此时,那广为流传的传闻亦涌入我的心头,称你不仅将前往伊利里亚人之处,还将去往色雷斯人以及居住在那片海域周围的希腊人那里;我在他们中间出生并长大,对那里的人物、乡土与城邦怀有深挚的眷恋。或许在他们的灵魂中,亦未尝没有留下对我们深厚的爱意;我深知,正如俗语所言,你的到来定会令他们欢欣鼓舞,恰如对你在此撇下我们所给予的正当补偿。我做此设想,并非是在为此祈求——因为你沿原路尽快回到我们身边自当更好——而是即便此事成真,我对此亦不致毫无宽慰与抚导,只为他们能从我们这里迎来你而同感欢欣。因为因着你的缘故,我如今已将自己归入凯尔特人之列——而你则是一位在优良秩序与其余德性上皆位列希腊人首席的人物,既精于修辞,亦非不谙哲学;在哲学上,唯有希腊人探求到了最高的至理,依照其本性纯凭理性猎求真理,而未放任我们像多数蛮族那样,沉溺于不可信的神话或奇异的怪谈。 不过,此事究竟如何,暂且搁置不提。至于你——如今理应用吉言为你饯行——愿仁慈的神明无论须前往何处皆引导你,愿护佑客旅之神与友爱之神亲切地接纳你,平安地领你经由陆路前行;倘若须渡海,愿波涛归于平息;愿你为众人所爱戴与尊崇,来时令人欢欣,去时令人依依难舍;愿你在深爱我们的同时,丝毫不缺忠实同僚与挚友的相伴。愿神使皇帝亦对你怀抱善意,使其余一切皆如你所愿,并为你预备一条归向我们身边的平安而快捷的归程。 我与诸多贤良之士共同为你祝祷这些,更在此之上祈愿: “愿你安康并满怀欢欣,愿众神赐予你福祉,归还故里,安抵可亲的祖邦。”
- 250dοὐ δήπου συνόντος, ἀλλὰ κηρύττοντος
与前面的属格 Ὁμήρου 一致的属格分词短语,表述亚历山大所希求的角色或方式:“当然并非作为朝夕相伴之人,而是作为宣扬其英名之人”。此处并非独立属格,而是作 δεῖσθαι 的宾语 Ὁμήρου 的修饰性/谓词性补足语。
- 251bἀφείσθω σκοπεῖν ἐν κοινῷ τοῖς βουλομένοις ἐπαινεῖν ἢ ψέγειν αὐτόν
ἀφείσθω 是 ἀφίημι 的完成时被动命令语气第三人称单数(意为“且留给……”)。不定式 σκοπεῖν 充当主语,与格 τοῖς βουλομένοις 表示动作的承担者(“留给那些愿意赞美或指责他的人去探究”)。此句型用来将前面 εἴτε... εἴτε... 引导的双重假设的裁决权交由公众探究。
- 252aἄνδρα εἰς τοὺς πρώτους τῶν Ἑλλήνων τελοῦντα
宾格名词短语 ἄνδρα 与前面 διὰ σέ 中的代词 σέ 构成同位语,意为“因着你——这位在希腊人中名列前茅的人物”。上下文中作者(ἐμαυτόν)已将自己归入凯尔特人之列,因此 ἄνδρα 必然修饰即将离去的友人(σέ),而非作者自身。
