← 朱利安

萨路斯提乌斯离去时自慰书

§5

伯里克利与阿那克萨哥拉的分别及心智中的交往

本节以伯里克利独白的形式论述,即便被迫遵从祖国之令与阿那克萨哥拉分别,凭借超越肉体与空间的心智之敏锐力量,真正的友人仍能彼此观照德性与思想交往,维系精神的契合。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5

Ἐμοὶ πόλις μέν ἐστι καὶ πατρὶς ὁ κόσμος, καὶ φίλοι θεοὶ καὶ δαίμονες καὶ πάντες ὅσοι καὶ ὁπουοῦν σπουδαῖοι. χρὴ δὲ καὶ τὴν οὗ γεγόναμεν1 τιμᾶν, ἐπειδὴ τοῦτο θεῖός ἐστι νόμος, καὶ πείθεσθαί γε οἷς ἂν ἐπιτάττῃ καὶ μὴ βιάζεσθαι μηδέ, ὅ φησιν ἡ παροιμία, πρὸς κέντρα λακτίζειν· ἀπαραίτητον γάρ ἐστι τὸ λεγόμενον ζυγὸν τῆς ἀνάγκης. οὐ μὴν ὀδυρτέον οὐδὲ θρηνητέον ἐφ’ οἷς ἐπιτάττει τραχύτερον, ἀλλὰ τὸ πρᾶγμα λογιστέον αὐτό. νῦν ἀπαλλάττεσθαι τὸν Ἀναξαγόραν ἀφ’ ἡμῶν κελεύει, καὶ τὸν ἄριστον οὐκ ὀψόμεθα τῶν ἑταίρων, δι’ ὃν ἠχθόμην μὲν τῇ νυκτί, ὅτι μοι τὸν φίλον οὐκ ἐδείκνυεν, ἡμέρᾳ δὲ καὶ ἡλίῳ χάριν ἠπιστάμην, ὅτι μοι παρεῖχεν ὁρᾶν οὗ μάλιστα ἤρων. ἀλλ’ εἰ μὲν ὄμματά σοι δέδωκεν ἡ φύσις, ὦ Περίκλεις, μόνον ὥσπερ τοῖς θηρίοις, οὐδὲν ἀπεικός ἐστι σε διαφερόντως ἄχθεσθαι· εἰ δέ σοι ψυχὴν ἐνέπνευσε καὶ νοῦν ἐνῆκεν, ὑφ’ οὗ τὰ μὲν πολλὰ τῶν γεγενημένων καίπερ οὐ παρόντα νῦν ὁρᾷς διὰ τῆς μνήμης, πολλὰ δὲ καὶ τῶν ἐσομένων ὁ λογισμὸς ἀνευρίσκων ὥσπερ ὄμμασιν ὁρᾶν προσβάλλει τῷ νῷ, καὶ τῶν ἐνεστώτων οὐ τὰ πρὸ τῶν ὀμμάτων ἡ φαντασία μόνον ἀποτυπουμένη δίδωσιν αὐτῷ κρίνειν καὶ καθορᾶν, ἀλλὰ καὶ τὰ πόρρω καὶ μυριάσι σταδίων ἀπῳκισμένα τῶν γενομένων παρὰ πόδα καὶ πρὸ τῶν ὀφθαλμῶν δείκνυσιν ἐναργέστερον, τί χρὴ τοσοῦτον ἀνιᾶσθαι καὶ σχετλίως φέρειν; ὅτι δὲ οὐκ ἀμάρτυρος ὁ λόγος ἐστί μοι, "Νοῦς ὁρῇ καὶ νοῦς ἀκούει" φησὶν ὁ Σικελιώτης, οὕτως ὀξὺ χρῆμα καὶ τάχει χρώμενον ἀμηχάνῳ, ὥσθ’ ὅταν τινὰ τῶν δαιμόνων Ὅμηρος ἐθέλῃ κεχρημένον ἀπίστῳ πορείας ἐπιδεῖξαι τάχει, "Ὡς δ’ ὅτ’ ἂν ἀΐξῃ νόος ἀνέρος" φησί. τούτῳ τοι χρώμενος ῥᾷστα μὲν Ἀθήνηθεν ὄψει τὸν ἐν Ἰωνίᾳ, ῥᾷστα δὲ ἐκ Κελτῶν τὸν ἐν Ἰλλυριοῖς καὶ Θρᾴκῃ, καὶ τὸν ἐν Κελτοῖς ἐκ Θρᾴκης καὶ Ἰλλυριῶν. καὶ γὰρ οὐδ’, ὥσπερ τοῖς φυτοῖς οὐκ ἔνι σώζεσθαι τὴν συνήθη χώραν μεταβάλλουσιν, ὅταν ἡ τῶν ὡρῶν ᾖ κράσις ἐναντία, καὶ τοῖς ἀνθρώποις συμβαίνει2 τόπον ἐκ τόπου μεταβάλλουσιν ἢ διαφθείρεσθαι παντελῶς ἢ τὸν τρόπον ἀμείβειν καὶ μετατίθεσθαι περὶ ὧν ὀρθῶς πρόσθεν ἐγνώκεσαν. οὔκουν οὐδὲ τὴν εὔνοιαν ἀμβλυτέραν ἔχειν εἰκός, εἰ μὴ καὶ μᾶλλον ἀγαπᾶν καὶ στέργειν· ἕπεται γὰρ ὕβρις μὲν κόρῳ, ἔρως δὲ ἐνδείᾳ. καὶ ταύτῃ τοίνυν ἕξομεν βέλτιον, ἐπιτεινομένης ἡμῖν τῆς πρὸς ἀλλήλους εὐνοίας, καθέξομέν τε ἀλλήλους ἐν ταῖς ἑαυτῶν διανοίαις ἱδρυμένους ὥσπερ ἀγάλματα. καὶ νῦν μὲν ἐγὼ τὸν Ἀναξαγόραν, αὖθις δὲ ἐκεῖνος ὄψεται ἐμέ· κωλύει δὲ οὐδὲν καὶ ἅμα βλέπειν ἀλλήλους, οὐχὶ σαρκία καὶ νεῦρα καὶ μορφῆς τύπωμα, στέρνα τε ἐξεικασμένα πρὸς ἀρχέτυπον σώματος· καίτοι καὶ τοῦτο κωλύει τυχὸν οὐδὲν ταῖς διανοίαις ἡμῶν ἐμφαίνεσθαι· ἀλλ’ εἰς τὴν ἀρετὴν3 καὶ τὰς πράξεις καὶ τοὺς λόγους καὶ τὰς ὁμιλίας καὶ τὰς ἐντεύξεις, ἃς πολλάκις ἐποιησάμεθα μετ’ ἀλλήλων, οὐκ ἀμούσως ὑμνοῦντες παιδείαν καὶ δικαιοσύνην καὶ τὸν ἐπιτροπεύοντα νοῦν τὰ θνητὰ καὶ τὰ ἀνθρώπινα, καὶ περὶ πολιτείας καὶ νόμων καὶ τρόπων ἀρετῆς καὶ χρηστῶν ἐπιτηδευμάτων διεξιόντες, ὅσα γε ἡμῖν ἐπῄει ἐν καιρῷ τούτων μεμνημένοις. ταῦτα ἐννοοῦντες, τούτοις τρεφόμενοι τοῖς εἰδώλοις τυχὸν οὐκ ὀνείρων νυκτέρων ἰνδάλμασι προσέξομεν οὐδὲ κενὰ καὶ μάταια προσβαλεῖ τῷ νῷ φαντάσματα πονηρῶς ὑπὸ τῆς τοῦ σώματος κράσεως αἴσθησις διακειμένη. οὐδὲ γὰρ αὐτὴν παραληψόμεθα τὴν αἴσθησιν ὑπουργεῖν ἡμῖν καὶ ὑπηρετεῖσθαι· ἀλλ’ ἀποφυγὼν αὐτὴν ὁ νοῦς ἐμμελετήσει τούτοις πρὸς κατανόησιν καὶ συνεθισμὸν τῶν ἀσωμάτων διεγειρόμενος· νῷ γὰρ δὴ καὶ τῷ κρείττονι σύνεσμεν, καὶ τὰ τὴν αἴσθησιν ἀποφυγόντα καὶ διεστηκότα τῷ τόπῳ, μᾶλλον δὲ οὐδὲ δεόμενα τόπου ὁρᾶν τε καὶ αἱρεῖν πεφύκαμεν, ὅσοις ἀξίως βεβίωται τῆς τοιαύτης θέας, ἐννοοῦντες αὐτὴν καὶ συναπτόμενοι.

对我而言,城邦与祖国乃是宇宙,朋友则是诸神、灵明以及世间一切善美之士。然而人亦当尊奉我们生于其中的城邦,因为这是神圣的法则;凡是她所命令的,必须依从,切不可施以强力,亦不可如谚语所云“脚踢倒刺”;因为所谓必然的枷锁是无法规避的。固然不可因她严苛的吩咐而哀号悲泣,倒当审度事情本身。如今她命令阿那克萨哥拉离开我们,我们将不得再见同道中最卓越的友人;为了他,我曾因黑夜不令我见到友人而对其心怀怨恼,又对白昼与太阳心存感激,因其使我得以目睹心中最挚爱之人。然而,伯里克利啊,倘若自然只赋予你肉眼,犹如对待走兽一般,你这般非同寻常地痛苦倒合情合理;但若自然向你吹入了灵魂并注入了理智——凭借理智,你通过记忆得以看见许多已逝之事,即便它们如今并不在眼前;推理亦探知许多未来之事,仿佛以双目得见一般呈现在理智之前;至于当前之事,想象亦非仅摹写眼下之物以供理智裁断明察,更能将遥隔数万斯塔德之远景,表现得比发生于脚下和眼帘前的事物更为清晰分明——那么,你何苦如此郁悒并痛彻心扉?我的话并非毫无凭据: “理智在看,理智在听”,那位西西里人如是说;理智乃是如此敏锐之物,运动之迅疾不可思议,以致荷马欲展示某位神灵拥有令人难以置信的行进速度时,便说: “犹如人之意念疾驰”。 诚然,运用此理智,你自雅典能极轻易地望见身在爱奥尼亚之人,自凯尔特人之境能极轻易地望见身在伊利里亚与色雷斯之人,而自色雷斯与伊利里亚亦能望见身在凯尔特人之境的人。因为,并不像草木在气候失和而变换惯生之水土时便无法存活那样,人类迁徙流转,亦绝不致全然毁损消亡,或改变性情以致推翻昔日正当的见解。因此,善意也绝无可能变得迟钝,反而更当倍加爱慕深惜;盖因骄横伴饱饫而生,爱恋由匮乏而起。依此而言,我们反将处于更佳境地,彼此之间的善意愈益炽热,我们将把彼此如同神像一般安奉于各自的心灵之中。如今我将见阿那克萨哥拉,随后彼亦将见我;甚至并无何物妨碍我们彼此同时相见,这并非注视皮肉、筋腱、体态的形迹或依肉体原本造就的胸膛——尽管即便此类形影显现于我们心灵中,或许亦无所妨碍——而是注视着德性、行迹、言论、交谈以及我们屡屡共度的聚首;在其中,我们风雅地赞颂教化、正义与统摄凡尘人事的心智,并就城邦政制、法律、德性品行与良善事业,畅叙我们在适宜之时忆及这些而浮上心头的一切。思及此诸般,受此诸般意象滋养,我们或许便不致顾盼夜梦的幻影,肉体调和不良的感官亦无法将空虚荒谬的表象强加于心智。因为我们绝不征调感官本身来助益我们或为我们驱驰;心智反将脱离感官,沉潜研习于此诸般之中,振奋于对非物质实体的省察与浸润;因我们乃是以心智与至高之部分相聚共处,凡超脱感官、阻隔于空间,乃至根本无需空间之物,我们皆生来足以瞻瞩并把握——只要我们生平堪当此等观照,默思之并与之凝结相通。

语法注3 条
  1. 246bτὴν οὗ γεγόναμεν

    阴性宾格冠词 τὴν 的实体化用法,其后省略了由上文承接而来的名词 πόλις 或 πατρίς。由处所关系副词 οὗ(“我们出生之地/祖国”)引导的从句作为定语修饰该冠词所指代的对象。

  2. 247bκαὶ γὰρ οὐδ’, ὥσπερ τοῖς φυτοῖς ... καὶ τοῖς ἀνθρώποις συμβαίνει

    否定词 οὐδέ 修饰主句的 καὶ τοῖς ἀνθρώποις συμβαίνει,构成整体否定命题“人类亦绝不发生……之事”。通过与 ὥσπερ 引导的比喻分句(内含 οὐκ ἔνι)形成对照,表明人类与迁徙遇恶劣气候即死亡的植物不同,绝不会因地域变迁而毁损品性或改变正见。

  3. 247dἀλλ’ εἰς τὴν ἀρετὴν

    承接前文 ἅμα βλέπειν ἀλλήλους, οὐχὶ σαρκία... 的句法变格(破格构文)。支配眼见实体的直接宾格(ἀλλήλους, σαρκία)在此转换为由介词 εἰς(“注视德性……”)引导的介词短语,用以表达精神层面的沉思与观照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg004.humanitext-grc2:5