- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg004.humanitext-grc2:4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引西庇阿与莱利乌斯的友谊来映照自身,论述了智识与功业的共有,并列举古代伟人告别挚友远行履职的先例以宽慰离别之痛。
"Τί πρῶτον; τί δ’ ἔπειτα; τί δ’ ὑστάτιον καταλέξω;" πότερον ὡς ὁ Σκηπίων ἐκεῖνος, ὁ τὸν Λαίλιον ἀγαπήσας καὶ φιληθεὶς τὸ λεγόμενον ἴσῳ ζυγῷ1 παρ’ ἐκείνου πάλιν, ἡδέως μὲν αὐτῷ συνῆν, ἔπραττε δὲ οὐδέν, ὧν μὴ πρότερον ἐκεῖνος πύθοιτο καὶ φήσειεν εἶναι πρακτέον;2 ὅθεν οἶμαι καὶ λόγον παρέσχε τοῖς ὑπὸ φθόνου τὸν Σκηπίωνα λοιδοροῦσιν, ὡς ποιητὴς μὲν ὁ Λαίλιος εἴη τῶν ἔργων, Ἀφρικανὸς δὲ ὁ τούτων ὑποκριτής. αὕτη τοι καὶ ἡμῖν ἡ φήμη πρόσκειται, καὶ οὐ μόνον οὐ δυσχεραίνω χαίρω δὲ ἐπ’ αὐτῇ πλέον. τὸ γὰρ τοῖς ὀρθῶς ὑπ’ ἄλλου γνωσθεῖσι πεισθῆναι μείζονος ἀρετῆς ὁ Ζήνων ποιεῖται γνώρισμα τοῦ γνῶναί τινα αὐτὸν ἐξ αὑτοῦ τὰ δέοντα, τὴν Ἡσιόδου μεθαρμόττων ῥῆσιν, "Οὗτος μὲν πανάριστος, ὃς εὖ εἰπόντι πίθηται" λέγων ἀντὶ τοῦ νοήσῃ πάνθ’ ἑαυτῷ. ἐμοὶ δὲ οὐ διὰ τοῦτο χαρίεν εἶναι δοκεῖ· πείθομαι γὰρ ἀληθέστερον μὲν Ἡσίοδον λέγειν, ἀμφοῖν δὲ ἄμεινον Πυθαγόραν, ὃς καὶ τῇ παροιμίᾳ παρέσχε τὴν ἀρχὴν καὶ τὸ λέγεσθαι κοινὰ τὰ φίλων ἔδωκε τῷ βίῳ, οὐ δήπου τὰ χρήματα λέγων μόνον, ἀλλὰ καὶ τὴν τοῦ νοῦ καὶ τῆς φρονήσεως κοινωνίαν, ὥσθ’ ὅσα μὲν εὗρες αὐτός, οὐδὲν ἔλαττον ταῦτα τοῦ πεισθέντος ἐστίν, ὅσα δὲ τῶν σῶν ὑπεκρινάμην, τούτων αὐτῶν εἰκότως τὸ ἴσον μετέχεις. ἀλλὰ ταῦτα μὲν ὁποτέρου μᾶλλον ἂν φαίνηται, καὶ θατέρῳ προσήκει, καὶ τοῖς βασκάνοις οὐδὲν ἔσται πλέον ἐκ τῶν λόγων. Ἡμῖν δὲ ἐπανιτέον ἐπὶ τὸν Ἀφρικανὸν καὶ τὸν Λαίλιον. ἐπειδὴ γὰρ ἀνῄρητο μὲν ἡ Καρχηδὼν καὶ τὰ περὶ τὴν Λιβύην ἅπαντα τῆς Ῥώμης ἐγεγόνει δοῦλα, πέμπει μὲν Ἀφρικανὸς τὸν Λαίλιον· ἀνήγετο δὲ ἐκεῖνος εὐαγγέλια τῇ πατρίδι φέρων· καὶ ὁ Σκηπίων ἤχθετο μὲν ἀπολειπόμενος τοῦ φίλου, οὐ μὴν ἀπαραμύθητον αὑτῷ τὸ πάθος ᾤετο. καὶ τὸν Λαίλιον δὲ δυσχεραίνειν εἰκός, ἐπειδὴ μόνος ἀνήγετο, οὐ μὴν ἀφόρητον ἐποιεῖτο τὴν συμφοράν. ἔπλει καὶ Κάτων ἀπολιπὼν οἴκοι τοὺς αὑτοῦ συνήθεις, καὶ Πυθαγόρας, καὶ Πλάτων καὶ Δημόκριτος οὐδένα παραλαβόντες κοινωνὸν τῆς ὁδοῦ, καίτοι πολλοὺς οἴκοι τῶν φιλτάτων ἀπολιμπάνοντες. ἐστρατεύσατο καὶ Περικλῆς ἐπὶ τὴν Σάμον οὐκ ἄγων τὸν Ἀναξαγόραν, καὶ τὴν Εὔβοιαν παρεστήσατο ταῖς μὲν ἐκείνου βουλαῖς, ἐπεπαίδευτο γὰρ ὑπ’ ἐκείνῳ, τὸ σῶμα δὲ οὐκ ἐφελκόμενος ὥσπερ ἄλλο τι τῶν ἀναγκαίων πρὸς τὰς μάχας. καίτοι καὶ τοῦτον ἄκοντα, φασίν, Ἀθηναῖοι τῆς πρὸς τὸν διδάσκαλον ἀπέστησαν συνουσίας. ἀλλ’ ἔφερεν ὡς ἀνὴρ ἔμφρων ὢν τὴν ἄνοιαν τῶν αὑτοῦ πολιτῶν ἐγκρατῶς καὶ πρᾴως. καὶ γὰρ ἀνάγκῃ τῇ πατρίδι καθάπερ μητρὶ δικαίως μὲν οὔ, χαλεπῶς δὲ ὅμως ἐχούσῃ πρὸς τὴν συνουσίαν αὐτῶν, εἴκειν ᾤετο χρῆναι, ταῦτα, ὡς εἰκός, λογιζόμενος· ἀκούειν δὲ χρὴ τῶν ἑξῆς ὡς τοῦ Περικλέους αὐτοῦ·3
“我当先叙何事?次叙何事?最后又该述说何事?” 是否应当从名震遐迩的西庇阿说起?他爱护莱利乌斯,并如俗话所说,以均等的天平同样获其所爱;他乐于与他共同生活,却未曾做过任何未先经对方知晓并认定为应当做的事。我想,这也正给那些出于嫉妒而毁谤西庇阿的人提供了口实,声称莱利乌斯是功业的创作者,而阿非利加努斯不过是扮演这些功业的演员。确实,这样的声名也同样加诸我们身上,而我不仅不以为憾,反而为之倍感欣悦。因为芝诺认为,服从他人明智的决断,比自己独自领悟应行之事是更崇高德性的标志,他改编了赫西俄德的诗句: “听从良言之人乃是至善”,以此替代了“独自思索万事之人”。然而在我看来,令人喜悦的并非由于这个缘由;因为我相信赫西俄德说得更为真实,而毕达哥拉斯则胜过他们二人——正是毕达哥拉斯发端了那句谚语,并将“朋友之物彼此共有”这句话赐予人世;他所指的绝不仅是钱财,更是心灵与明智的相通。因此,凡是你独自发现的,绝不少属于被说服的人;而凡是我所扮演的出于你的见解,你也同样理所当然地享有均等的一份。不过,无论这些功绩看起来更属于哪一方,它都归于两人,毁谤者绝不能从这些说辞中占得任何便宜。 然而,我们必须回到阿非利加努斯与莱利乌斯身上。因为当迦太基被摧毁、利比亚全境皆已沦为罗马的属地时,阿非利加努斯遣回了莱利乌斯;莱利乌斯扬帆启航,向祖国带回捷报。西庇阿固然因与朋友分别而痛惜,但他并不认为自己的伤痛是无法慰藉的。莱利乌斯独自启航,心生不悦也是情理之中,但他并未将这一际遇视作不可承受。加图在出海时也将亲友留于家中,毕达哥拉斯、柏拉图和德谟克利特亦未带任何同伴随行,尽管他们将诸多挚爱之人留在家中。伯里克利远征萨摩斯时也没有带上阿那克萨哥拉,并且他凭借后者的谋略平定了优卑亚——因为他受教于后者——却未曾像携带作战必需品那样将后者的身躯一同拖带而去。然而据说,雅典人也是违背伯里克利的意愿强行剥夺了他与导师的交往。但作为一位明达之人,他克制而温和地承受了同胞公民的愚蠢。因为他认为必须向祖国屈服,祖国便如母亲一般,即便毫无正当理由,却仍对其交往怀有怨忿;他如常理所预料的那样这般权衡——而接下来的言辞,应当如同听伯里克利亲口所言那般来倾听:
- 4τὸ λεγόμενον ἴσῳ ζυγῷ
τὸ λεγόμενον 是惯用的插入性副词性宾格,意为“如俗话所说”。ἴσῳ ζυγῷ 是表示方式或手段的与格(“以均等的天平/平衡”),用以形容友谊中完全的对等与互惠。
- 4ὧν μὴ πρότερον ἐκεῖνος πύθοιτο καὶ φήσειεν εἶναι πρακτέον
关系代词 ὧν 包含其先行词并受主句牵引而变为属格(相当于 οὐδὲν τούτων ἅ)。动词 πύθοιτο 与 φήσειεν 为过去的一般/反复条件希求法(受主句过去未完成时 ἔπραττε 影响),表示“凡非对方预先得知并宣告应当做的事,他一件也没有做过”。
- 246aἀκούειν δὲ χρὴ τῶν ἑξῆς ὡς τοῦ Περικλέους αὐτοῦ
ἀκούειν 是依附于非人称动词 χρὴ 的不定式,带属格宾语 τῶν ἑξῆς(“倾听接下来的言辞”)。短语 ὡς τοῦ Περικλέους αὐτοῦ 借助 ὡς 搭配属格,意为“如同出自伯里克利本人”,标志着即将引入代拟演说(prosopopoeia)。
