- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg004.humanitext-grc2:3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述者援引柏拉图的言论阐明失去忠诚同僚是何其痛苦,痛惜友人的崇高诤言与相伴,并思考如何借助融入哲学思辨的叙事来抚慰自己动荡不安的心灵。
Ὡς μὲν οὖν εἰκότως ἀλγῶ τοῖς παροῦσιν, οὐ φίλου μόνον, ἀλλὰ καὶ συνεργοῦ πιστοῦ, δοίη δὲ ὁ δαίμων, καὶ πρὸς ὀλίγον ἀπαλλαττόμενος, οἶμαι καὶ Σωκράτη τὸν μέγαν τῆς ἀρετῆς κήρυκα καὶ διδάσκαλον ἔμοιγε συνομολογήσειν ἐξ ὧν ἐκεῖνον γνωρίζομεν, λέγω δὲ τῶν Πλάτωνος λόγων, τεκμαιρόμενος ὑπὲρ αὐτοῦ.1 φησὶ γοῦν ὅτι Χαλεπώτερον ἐφαίνετό μοι ὀρθῶς τὰ πολιτικὰ διοικεῖν· οὔτε γὰρ ἄνευ φίλων ἀνδρῶν καὶ ἑταίρων πιστῶν οἷόν τε εἶναι πράττειν, οὔτ’ εὐπορεῖν τούτων ξὺν πολλῇ ῥᾳστώνῃ. καίτοι τοῦτό γε εἰ Πλάτωνι μεῖζον ἐφαίνετο τοῦ διορύττειν τὸν Ἄθω, τί χρὴ προσδοκᾶν ἡμᾶς ὑπὲρ αὐτοῦ τοὺς πλέον ἀπολειπομένους τῆς ἐκείνου συνέσεώς τε καὶ γνώμης ἢ’κεῖνος τοῦ θεοῦ; ἐμοὶ δὲ οὐδὲ τῆς χρείας μόνον ἕνεκα, ἣν ἀντιδιδόντες ἀλλήλοις ἐν τῇ πολιτείᾳ ῥᾷον εἴχομεν πρὸς τὰ παρὰ γνώμην ὑπὸ τῆς τύχης καὶ τῶν ἀντιταττομένων ἡμῖν πραττόμενα, ἀλλὰ καὶ τῆς μόνης ἀεί μοι θαλπωρῆς τε καὶ τέρψεως ἐνδεὴς οὐκ εἰς μακρὰν ἔσεσθαι μέλλων, εἰκότως δάκνομαί τε καὶ δέδηγμαι τὴν ἐμαυτοῦ καρδίαν.2 ἐς τίνα γὰρ οὕτως ἔσται μοι λοιπὸν εὔνουν ἀποβλέψαι φίλον; τίνος δὲ ἀνασχέσθαι τῆς ἀδόλου καὶ καθαρᾶς παρρησίας; τίς δὲ ἡμῖν συμβουλεύσει μὲν ἐμφρόνως, ἐπιτιμήσει δὲ μετ’ εὐνοίας, ἐπιρρώσει δὲ πρὸς τὰ καλὰ χωρὶς αὐθαδείας καὶ τύφου, παρρησιάσεται δὲ τὸ πικρὸν ἀφελὼν τῶν λόγων, ὥσπερ οἱ τῶν φαρμάκων ἀφαιροῦντες μὲν τὸ λίαν δυσχερές, ἀπολείποντες δὲ αὐτὸ τὸ χρήσιμον; ἀλλὰ τοῦτο μὲν ἐκ τῆς σῆς φιλίας ὄφελος ἐκαρπωσάμην. τοσούτων δὲ ὁμοῦ ἐστερημένος, τίνων ἂν εὐπορήσαιμι λόγων, οἵ με, διὰ τὸν σὸν πόθον σά τε μήδεα σήν τε ἀγανοφροσύνην αὐτὴν προέσθαι τὴν ψυχὴν κινδυνεύοντα, πείσουσιν ἀτρεμεῖν καὶ φέρειν ὅσα δέδωκεν ὁ θεὸς γενναίως; εἰς ταὐτὸ γὰρ ἔοικεν αὐτῷ νοῶν ὁ μέγας αὐτοκράτωρ ταῦθ’ οὕτω νυνὶ βουλεύσασθαι. τί ποτε οὖν ἄρα χρὴ διανοηθέντα καὶ τίνας ἐπῳδὰς εὑρόντα πεῖσαι πρᾴως ἔχειν ὑπὸ τοῦ πάθους θορυβουμένην τὴν ψυχήν; ἆρα ἡμῖν οἱ Ζαμόλξιδός εἰσι μιμητέοι λόγοι, λέγω δὲ τὰς ἐκ Θρᾴκης ἐπῳδάς, ἃς Ἀθήναζε φέρων ὁ Σωκράτης πρὸ τοῦ τὴν ὀδύνην ἰᾶσθαι τῆς κεφαλῆς ἐπᾴδειν ἠξίου τῷ καλῷ Χαρμίδῃ; ἢ τούτους μὲν ἅτε δὴ μείζονας καὶ περὶ μειζόνων οὐ κινητέον, ὥσπερ ἐν θεάτρῳ μικρῷ μηχανὰς μεγάλας, ἀλλ’ ἐκ τῶν ἔμπροσθεν ἔργων, ὧν ἐπυθόμεθα τὰ κλέα, φησὶν ὁ ποιητης, ὥσπερ ἐκ λειμῶνος δρεψάμενοι ποικίλου καὶ πολυειδοῦς ἄνθη τὰ κάλλιστα ψυχαγωγήσομεν αὑτοὺς τοῖς διηγήμασι, μικρὰ τῶν ἐκ φιλοσοφίας αὐτοῖς προστιθέντες; ὥσπερ γὰρ οἶμαι τοῖς λίαν γλυκέσιν οἱ παρεγχέοντες οὐκ οἶδ’ ὁποἶ ἄττα φάρμακα τὸ προσκορὲς αὐτῶν ἀφαιροῦσιν, οὕτω τοῖς διηγήμασιν ἐκ φιλοσοφίας ἔνια προστιθέμενα τὸ δοκεῖν ἐξ ἱστορίας ἀρχαίας ὄχλον ἐπεισάγειν, οὐδὲν δέον, καὶ περιττὴν ἀδολεσχίαν ἀφαιρεῖται.3
因此,不仅与一位朋友,而且与一位忠实的同僚分别——但愿神明保佑,只是短暂的分离——面对当下的处境,我感到悲痛是何等合情合理;我想,即便德性伟大的宣讲者与导师苏格拉底也会赞同我的看法,这是我从我们认识他的途径——我是指柏拉图的著作——对他所做的推断。他至少说过:“在我看来,正确地治理城邦事务更为困难;因为没有忠诚的人作为朋友和同道,既无法成事,也不可能轻易寻得充足的同道。”然而,如果这在柏拉图看来比开凿阿索斯山还要艰难,那么对于我们这些在智识和见识上落后于他、比他落后于神明还要悬殊的人来说,对于这件事情又能抱有何种指望呢?对我而言,不仅是因为彼此在城邦政治中互通有无的需要——凭此我们在面对命运和敌对者违背我们意愿的作为时能够更加从容自如——而且还因为我即将失去自己向来唯一的温暖与愉悦,我的心灵自然深感刺痛,遭受了重创。因为此后我还能仰望谁为如此关切我的挚友呢?谁能让我容忍其坦率而纯洁的直言呢?谁能审慎地向我们建言,怀着善意加以规劝,毫无傲慢与自负地激励我们向善,并且像从药物中剔除过度的苦涩而保留其实际效用的人那样,去除言辞的辛辣而畅所欲言呢?这正是我从你的友谊中所收获的裨益。如今一下子失去了这诸多益处,我因思念你、你的深谋远虑和你的仁慈而濒临舍弃生命的危险,我又上哪儿去寻觅能够说服我泰然处之、高贵地承受神明所降赋的一切的言辞呢?因为伟大的皇帝如今似乎怀着与神明相同的心意做出了这番决断。那么,究竟应当思索什么,寻得何种咒文,才能说服这被苦难搅扰的灵魂保持温和安宁呢?难道我们要效仿扎尔莫克西斯的言论——我是指那些色雷斯的咒文,即苏格拉底带往雅典、并在医治美丽的卡尔米德的头痛之前认为应当吟诵的咒文吗?还是说,正如同不应在小剧场里搬出巨大的舞台机械一样,不应动用这些更为宏大且关乎更重大事物的言辞,而是应当如诗人所说,从“我们听闻其荣耀的往昔事迹”中,如同从斑斓的草地上采撷最娇艳的花朵一般,为故事增添些许哲学的要素来宽慰我们自身呢?因为正如我认为那些在过分甘甜之物中混入某些药物的人能够消除其腻味一样,在故事中增添些许源自哲学的成分,也能消除那种仿佛毫无必要地从古代历史中搬来一大堆材料、徒作冗赘闲谈的印象。
- 3Ὡς μὲν οὖν εἰκότως ἀλγῶ τοῖς παροῦσιν, οὐ φίλου μόνον, ἀλλὰ καὶ συνεργοῦ πιστοῦ, δοίη δὲ ὁ δαίμων, καὶ πρὸς ὀλίγον ἀπαλλαττόμενος, οἶμαι καὶ Σωκράτη τὸν μέγαν τῆς ἀρετῆς κήρυκα καὶ διδάσκαλον ἔμοιγε συνομολογήσειν ἐξ ὧν ἐκεῖνον γνωρίζομεν, λέγω δὲ τῶν Πλάτωνος λόγων, τεκμαιρόμενος ὑπὲρ αὐτοῦ.
句首的 Ὡς ... ἀλγῶ 引导从句,充当主句动词 οἶμαι 的宾语内容。主格分词 ἀπαλλαττόμενος(分离)与 τεκμαιρόμενος(推断)均与未明示的第一人称主语(ἐγώ)一致。属格短语 οὐ φίλου μόνον, ἀλλὰ καὶ συνεργοῦ πιστοῦ 作 ἀπαλλαττόμενος 的分离属格。插入其中的 δοίη δὲ ὁ δαίμων 是愿望希求法(“但愿神明保佑”)。
- 243bἐμοὶ δὲ οὐδὲ τῆς χρείας μόνον ἕνεκα, ἣν ἀντιδιδόντες ἀλλήλοις ἐν τῇ πολιτείᾳ ῥᾷον εἴχομεν πρὸς τὰ παρὰ γνώμην ὑπὸ τῆς τύχης καὶ τῶν ἀντιταττομένων ἡμῖν πραττόμενα, ἀλλὰ καὶ τῆς μόνης ἀεί μοι θαλπωρῆς τε καὶ τέρψεως ἐνδεὴς οὐκ εἰς μακρὰν ἔσεσθαι μέλλων, εἰκότως δάκνομαί τε καὶ δέδηγμαι τὴν ἐμαυτοῦ καρδίαν.
句首的与格 ἐμοί 是关涉与格,与句末动词 δάκνομαί τε καὶ δέδηγμαι 的主语形成照应,但由于其后插入了主格分词短语 ἐνδεὴς ... ἔσεσθαι μέλλων,构成了破格结构(anacoluthon)。此外,宾格短语 τὴν ἐμαυτοῦ καρδίαν 属于关系宾格(希腊式宾格),用以指明被刺痛的具体部位(内心)。
- 244bτὸ δοκεῖν ἐξ ἱστορίας ἀρχαίας ὄχλον ἐπεισάγειν, οὐδὲν δέον, καὶ περιττὴν ἀδολεσχίαν ἀφαιρεῖται
单数动词 ἀφαιρεῖται 的主语是中性复数分词短语 ἔνια προστιθέμενα,遵循中性复数主语接单数动词的常规。其直接宾语是带冠词不定式短语 τὸ δοκεῖν ... ἐπεισάγειν(“看似引入……的表象”)。短语 οὐδὲν δέον 是独立宾格结构,表示“本无任何必要”。
