- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg004.humanitext-grc2:1-2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尤利安在挚友萨卢斯特离别之际,引用奥路菲与荷马的典故阐述寻求内心安宁之道,并深情追忆两人患难与共、纯洁无瑕的友谊以及失去挚友的孤独。
Ἀλλ’ εἰ μὴ καὶ πρὸς σὲ διαλεχθείην ὅσα πρὸς ἐμαυτὸν διελέχθην, ἐπειδή σε βαδίζειν ἐπυθόμην χρῆναι παρ’ ἡμῶν, ἔλαττον ἔχειν οἰήσομαι πρὸς παραψυχήν, ὦ φίλε ἑταῖρε, μᾶλλον δὲ οὐδὲ τὴν ἀρχὴν πεπορίσθαι τινὰ ῥᾳστώνην ἐμαυτῷ νομιῶ, ἧς σοί γε οὐ μεταδέδωκα. κοινωνήσαντας γὰρ ἡμᾶς ἀλλήλοις πολλῶν μὲν ἀλγεινῶν, πολλῶν δὲ ἡδέων ἔργων τε καὶ λόγων, ἐν πράγμασιν ἰδίοις τε καὶ δημοσίοις, οἴκοι καὶ ἐπὶ στρατοπέδου, κοινὸν εὑρίσκεσθαι χρὴ τῶν παρόντων, ὁποῖά ποτ’ ἂν ᾖ, παιώνιον ἄκος. ἀλλὰ τίς ἂν ἡμῖν ἢ τὴν Ὀρφέως μιμήσαιτο λύραν ἢ τοῖς Σειρήνων ἀντηχήσειε μέλεσιν ἢ τὸ νηπενθὲς ἐξεύροι φάρμακον; εἴτε λόγος ἦν ἐκεῖνο πλήρης Αἰγυπτίων διηγημάτων, εἴθ’ ὅπερ αὐτὸς ἐποίησεν, ἐν τοῖς ἑπομένοις ἐνυφήνας τὰ Τρωικὰ πάθη, τοῦτο τῆς Ἑλένης παρ’ Αἰγυπτίων μαθούσης, οὐχ ὅσα Ἕλληνες καὶ Τρῶες ἀλλήλους ἔδρασαν, ἀλλὰ ποταποὺς εἶναι χρὴ τοὺς λόγους,1 οἳ τὰς μὲν ἀλγηδόνας ἀφαιρήσουσι τῶν ψυχῶν, εὐφροσύνης δὲ καὶ γαλήνης αἴτιοι καταστήσονται. καὶ γάρ πως ἔοικεν ἡδονὴ καὶ λύπη τῆς αὐτῆς κορυφῆς ἐξῆφθαι καὶ παρὰ μέρος ἀλλήλαις ἀντιμεθίστασθαι. τῶν προσπιπτόντων δὲ καὶ τὰ λίαν ἐργώδη φασὶν οἱ σοφοὶ τῷ νοῦν ἔχοντι φέρειν οὐκ ἐλάττονα τῆς δυσκολίας τὴν εὐπάθειαν, ἐπεὶ καὶ τὴν μέλιτταν ἐκ τῆς δριμυτάτης πόας τῆς περὶ τὸν Ὑμηττὸν φυομένης γλυκεῖαν ἀνιμᾶσθαι δρόσον καὶ τοῦ μέλιτος εἶναι δημιουργόν. ἀλλὰ καὶ τῶν σωμάτων ὅσα μὲν ὑγιεινὰ καὶ ῥωμαλέα καθέστηκεν, ὑπὸ τῶν τυχόντων τρέφεται σιτίων, καὶ τὰ δυσχερῆ δοκοῦντα πολλάκις ἐκείνοις οὐκ ἀβλαβῆ μόνον, ἀλλὰ καὶ τῆς ἰσχύος αἴτια γέγονεν· ὅσοις δὲ πονηρῶς ἔχει φύσει καὶ τροφῇ καὶ ἐπιτηδεύσει τὸ σῶμα, τὸν πάντα βίον νοσηλευομένοις, τούτοις καὶ τὰ κουφότατα βαρυτάτας εἴωθε προστιθέναι βλάβας. οὐκοῦν καὶ τῆς διανοίας ὅσοι μὲν οὕτως ἐπεμελήθησαν, ὡς μὴ παμπονήρως ἔχειν, ἀλλ’ ὑγιαίνειν μετρίως, εἰ καὶ μὴ κατὰ τὴν Ἀντισθένους καὶ Σωκράτους ῥώμην μηδὲ τὴν Καλλισθένους ἀνδρείαν μηδὲ τὴν Πολέμωνος ἀπάθειαν, ἀλλ’ ὥστε δύνασθαι τὸ μέτριον ἐν τοῖς τοιούτοις αἱρεῖσθαι, τυχὸν ἂν καὶ ἐν δυσκολωτέροις εὐφραίνοιντο.
但是,亲爱的朋友,既然我得知你必须离开我们前行,若我不把对自己说过的话也对你倾诉一番,我便会自认为在寻求慰藉上有所欠缺;甚至不如说,我将认为自己根本未曾为自己获得任何未曾与你分享的宽慰。因为,无论在私事还是公事中,无论在故里还是营阵里,我们彼此分担了无数辛酸,也分享了诸多愉悦的事迹与言论,因此面对当下的境遇,无论它究竟如何,我们理当共同寻得一剂灵丹妙药。可是,谁能为我们模仿奥路菲的七弦琴,谁能呼应塞壬的歌声,或者谁能寻得那忘忧的灵药?无论那是充满埃及故事的言论,还是荷马自己在后续诗行中编织特洛伊苦难时的创作——海伦从埃及人那里学到了这一点,〔即〕并非希腊人与特洛伊人彼此所施加的行为,而是那能够从灵魂中驱除痛苦、带来欣悦与平静的言辞,究竟应当具有何种性质。因为快乐与悲伤似乎确实系于同一个顶端,并且轮流彼此更迭。智者们说,对于明理之人而言,降临的诸事中即使是极为棘手者,所带来的快慰亦不亚于其艰困;因为蜜蜂甚至能从伊梅托斯山周围生长的最辛辣的草中汲取甘甜的甘露,成为蜂蜜的酿造者。不仅如此,凡健康强壮的躯体,即便寻常食物亦能资养,那些看似难以下咽之物,往往不仅对它们无害,反成了力量的源泉;然而对于那些因天资、饮食与习惯而体质羸弱、终身受病痛困扰的人,即便是最轻微的事物,也往往会招致极沉重的损害。因此,关于心灵,凡是妥善照料使之不至于彻底恶化、而是保持适度健康的人——纵使比不上安提斯泰尼与苏格拉底的刚强,亦无卡利斯泰尼的勇敢或波勒蒙的泰然处之(无欲),但只要能够在此类境遇中选择中庸之道——即便在更为艰难的环境中,或许也能怡然自乐。
Ἐγώ τοι καὶ αὐτὸς πεῖραν ἐμαυτοῦ λαμβάνων, ὅπως πρὸς τὴν σὴν πορείαν ἔχω τε καὶ ἕξω, τοσοῦτον ὠδυνήθην, ὅσον ὅτε πρῶτον τὸν ἐμαυτοῦ καθηγεμόνα κατέλιπον οἴκοι· πάντων γὰρ ἀθρόως εἰσῄει με μνήμη, τῆς τῶν πόνων κοινωνίας, ὧν ἀλλήλοις συνδιηνέγκαμεν, τῆς ἀπλάστου καὶ καθαρᾶς ἐντεύξεως, τῆς ἀδόλου καὶ δικαίας ὁμιλίας, τῆς ἐν ἅπασι τοῖς καλοῖς κοινοπραγίας, τῆς πρὸς τοὺς πονηροὺς ἰσορρόπου τε καὶ ἀμεταμελήτου προθυμίας τε καὶ ὁρμῆς, ὡς μετ’ ἀλλήλων ἔστημεν πολλάκις ἶσον θυμὸν ἔχοντες, ὁμότροποι καὶ ποθεινοὶ φίλοι. πρὸς δὲ αὖ τούτοις εἰσῄει με μνήμη τοῦ Οἰώθη δ’ Ὀδυσεύς·2 εἰμὶ γὰρ ἐγὼ νῦν ἐκείνῳ παραπλήσιος, ἐπεὶ σὲ μὲν κατὰ τὸν Ἕκτορα θεὸς ἐξήγαγεν ἔξω βελῶν, ὧν οἱ συκοφάνται πολλάκις ἀφῆκαν ἐπὶ σέ, μᾶλλον δὲ εἰς ἐμέ, διὰ σοῦ τρῶσαι βουλόμενοι, ταύτῃ με μόνον ἁλώσιμον ὑπολαμβάνοντες, εἰ τοῦ πιστοῦ φίλου καὶ προθύμου συνασπιστοῦ καὶ πρὸς τοὺς κινδύνους ἀπροφασίστου κοινωνοῦ τῆς συνουσίας στερήσειαν. οὐ μὴν ἔλαττον οἶμαί σε διὰ τοῦτο ἀλγεῖν ἢ ἐγὼ νῦν, ὅτι σοι τῶν πόνων καὶ τῶν κινδύνων ἔλαττον μέτεστιν, ἀλλὰ καὶ πλέον ὑπὲρ ἐμοῦ δεδιέναι καὶ τῆς ἐμῆς κεφαλῆς, μή τι πάθῃ. καὶ γάρ τοι καὶ αὐτὸς οὐκ ἐν δευτέρῳ τῶν ἐμῶν ἐθέμην τὰ σά, καὶ σοῦ δὲ ὁμοίως ἔχοντος πρὸς ἡμᾶς ᾐσθόμην. ὅθεν εἰκότως καὶ μάλα δάκνομαι, ὅτι σοι, τῶν ἄλλων ἕνεκα λέγειν δυναμένῳ "Οὐδὲν μέλει μοι· τἀμὰ γὰρ καλῶς ἔχει, Μόνος εἰμὶ λύπης αἴτιος καὶ φροντίδος." ἀλλὰ τούτου μὲν ἐξ ἴσης, ὡς ἔοικε, κοινωνοῦμεν, σὺ μὲν ὑπὲρ ἡμῶν ἀλγῶν μόνον, ἐγὼ δὲ ἀεὶ ποθῶν τὴν σὴν συνουσίαν καὶ τῆς φιλίας μεμνημένος, ἣν ἐκ τῆς ἀρετῆς μὲν μάλιστα καὶ προηγουμένως, ἔπειτα καὶ διὰ τὴν χρείαν, ἣν ἐγὼ μὲν σοί, σὺ δὲ ἐμοὶ συνεχῶς παρέσχες, ἀνακραθέντες ἀλλήλοις ὡμολογήσαμεν, οὐχ ὅρκοις οὐδὲ τοιαύταις ἀνάγκαις ταῦτα πιστούμενοι, ὥσπερ ὁ Θησεὺς καὶ ὁ Πειρίθους, ἀλλ’ ἐξ ὧν ἀεὶ ταὐτὰ νοοῦντες καὶ προαιρούμενοι κακὸν μὲν δοῦναι τῶν πολιτῶν τινι τοσοῦτον δέω λέγειν ἀπέσχομεν,3 ὥστε οὐδὲ ἐβουλευσάμεθά ποτε μετὰ ἀλλήλων· χρηστὸν δὲ εἴ τι γέγονεν ἢ βεβούλευται κοινῇ παρ’ ἡμῶν, τοῦτο ἄλλοις εἰπεῖν μελήσει.
就我自己而言,当我自测对于你的启程持有并将持有何种感受时,我所感受到的痛苦,就如同昔日初次将自己的导师留在故乡时一样深切。因为往昔的一切记忆顿时涌上心头:我们彼此共同承担劳碌的同甘共苦、坦率纯洁的交往、毫无欺诈且公正的相处、在一切善举中的戮力同心,以及面对恶人时那势均力敌、无怨无悔的热忱与冲劲——我们常常心怀同样的志气并肩而立,志同道合,情深意切。此外,“奥德修斯孤身一人”的那句诗文的记忆也再次浮现在我心中;因为我现在正与他相似,既然神祇如庇护赫克托耳一般,将你引出了箭镞的射程之外——告发者们常常向你、或者不如说是向我射出这些箭镞,他们企图通过你来中伤我,认定只要剥夺了我这位忠实的朋友、热忱的战友以及临危不避的同道之人的陪伴,我便唯有在这一处是易受攻陷的。然而,我绝不认为你会因你在劳苦与危险中所占的分额减少了,感受到的痛苦便少于如今的我,反而认为你更加为我、为我的性命担忧害怕,唯恐我遭遇不测。诚然,我自己从未将你的事置于我自身的事之后,我也深知你对我怀有同样的深情。因此,我理所当然且极为痛心的是,尽管就其他事情而言你本可以说: “我毫不在意;因为我自身安好,”唯有我一人成了你悲伤与忧虑的原因。 但是看来,我们在这份痛苦上也是平分秋色的:你仅仅为我们而受苦,而我则时刻思念着你的相伴,铭记着我们的友谊。这友谊主要是且首要地源于德性,其次亦由于我为你、你为我不断提供的相互扶持,使我们水乳交融,达成了契合。我们并非如忒修斯与珀里托俄斯那样凭誓言或此类强力来确立这一纽带,而是出于始终思虑相同、抉择相同。至于对城邦的任何公民施加祸害,远非只是说我们克制不为,我们甚至从未彼此商议过此类事情;然而,若我们共同做出或谋划了任何善行,那便留待他人去述说了。
- 240cοὐχ ὅσα Ἕλληνες καὶ Τρῶες ἀλλήλους ἔδρασαν, ἀλλὰ ποταποὺς εἶναι χρὴ τοὺς λόγους
在 εἴτε... εἴτε... 引导的海伦忘忧药性质的复杂并列从句之后,句意焦点从史实叙述(“并非希腊人与特洛伊人彼此所为之事”)转移至间接疑问结构(“而是这些言辞究竟应当具有何种性质”,ἀλλὰ ποταποὺς εἶναι χρὴ τοὺς λόγους)。
- 241dτοῦ Οἰώθη δ’ Ὀδυσεύς
中性单数属格定冠词 τοῦ 将《伊利亚特》第11卷401行整句诗引文“Οἰώθη δ’ Ὀδυσεύς”(奥德修斯孤身一人)名词化,作 μνήμη(记忆)的宾格性属格。
- 242dτοσοῦτον δέω λέγειν ἀπέσχομεν
成语性插入表达 τοσοῦτον δέω λέγειν(“我绝不能说……”或“远非说……”)修饰动词 ἀπέσχομεν,形成递进语气:我们远非只是“克制自己不去侵害公民”,而是根本未曾谋划过此事。
