- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg003.humanitext-grc2:37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者列举了高卢一名叛将身披女式紫袍称僭后随即被部下军士诛杀的事件,盛赞皇帝并未株连其子嗣与朋党,展现出超越常人的神圣宽仁。
Ἀλλ’ ἐπείπερ ἅπαξ ἑκὼν ὁ λόγος ἐς τοῦτο ἀφῖκται καὶ τὴν εὔνοιαν τοῦ πλήθους καὶ τῶν ἐν τέλει καὶ τῶν φυλάκων, οἵπερ δὴ ξυμφυλάττουσιν αὐτῷ τὴν ἀρχὴν καὶ ἀπείργουσι τοὺς πολεμίους, διηγεῖται· βούλεσθε ὑμῖν ἐναργὲς εἴπω τεκμήριον χθές που ἢ καὶ πρῴην γενόμενον; ἀνὴρ τῶν ἐπιταχθέντων τοῖς ἐν Γαλατίᾳ στρατοπέδοις· ἴστε ἴσως καὶ τοὔνομα καὶ τὸν τρόπον· ὅμηρον φιλίας καὶ πίστεως ἀπέλιπεν οὐδὲν δεομένῳ βασιλεῖ τὸν παῖδα· εἶτα ἦν ἀπιστότερος τῶν λεόντων, οἷς οὐκ ἔστι, φησί, πρὸς ἄνδρας ὅρκια πιστά, ἁρπάζων τε ἐκ τῶν πόλεων τὰ χρήματα καὶ διανέμων τοῖς ἐπιοῦσι βαρβάροις καὶ ὥσπερ λύτρα καταβαλλόμενος, ἐξὸν τῷ σιδήρῳ παρασκευάζειν καὶ οὐ τοῖς χρήμασι ποιεῖσθαι τὴν ἀσφάλειαν·1 ὁ δὲ ἐκείνους ὑπήγετο διὰ τῶν χρημάτων εἰς εὔνοιαν· καὶ τέλος ἐκ τῆς γυναικωνίτιδος ἀνελόμενος ἁλουργὲς ἱμάτιον γελοῖος ἀληθῶς τύραννος καὶ τραγικὸς ὄντως ἀνεφάνη. ἐνταῦθα οἱ στρατιῶται χαλεπῶς μὲν εἶχον πρὸς τὴν ἀπιστίαν, θῆλυν δὲ οὐχ ὑπομένοντες ὁρᾶν ἐνδεδυκότα στολὴν τὸν δείλαιον ἐπιθέμενοι σπαράττουσιν, οὐδὲ τὸν τῆς σελήνης κύκλον ἄρξαι σφῶν ἀνασχόμενοι.2 τοῦτο μὲν δὴ παρὰ τῆς τῶν φυλάκων εὐνοίας ὑπῆρξε βασιλεῖ τὸ γέρας, ἀρχῆς ἀμεμφοῦς καὶ δικαίας ἀμοιβὴ θαυμαστή. ὅστις δὲ ἐπ’ αὐτῇ γέγονε ποθεῖτε ἀκούειν· ἀλλ’ οὐδὲ τοῦτο ὑμᾶς λέληθεν, ὅτι μήτε ἐς τὸν ἐκείνου παῖδα χαλεπὸς μήτε ἐς τοὺς φίλους ὕποπτος καὶ δεινὸς εἵλετο γενέσθαι, ἀλλὰ ὡς ἔνι μάλιστα πρᾴως εἶχε καὶ εὐμενὴς πᾶσιν ἦν καίτοι πολλῶν συκοφαντεῖν ἐθελόντων καὶ διηρμένων ἐπὶ τοὺς οὐκ αἰτίους τὰ κέντρα. πολλῶν δὲ τυχὸν ἀληθῶς ἐνόχων ὄντων ταῖς περὶ αὐτῶν ὑποψίαις, ὁμοίως ἅπασιν ἦν πρᾷος τοῖς οὐκ ἐξελεγχθεῖσιν οὐδὲ ἀποφανθεῖσι κοινωνοῖς τῶν ἀτόπων καὶ ἐξαγίστων βουλευμάτων. τὴν δὲ ἐς τὸν τοῦ παρανομήσαντος παῖδα καὶ πατήσαντος πίστιν καὶ ὅρκια φειδὼ ἆρα βασιλικὸν ἀληθῶς καὶ θεῖον φήσομεν, ἢ μᾶλλον ἀποδεξόμεθα τὸν Ἀγαμέμνονα χαλεπαίνοντα καὶ πικραινόμενον τῶν Τρώων οὐ τοῖς ξυνεξελθοῦσι μόνον τῷ Πάριδι καὶ καθυβρίσασι τοῦ Μενέλεω τὴν ἑστίαν, ἀλλὰ καὶ τοῖς κυουμένοις ἔτι καὶ ὧν τυχὸν οὐδὲ αἱ μητέρες τότ’ ἐγεγόνεσαν, ὁπότε ἐκεῖνος τὰ περὶ τὴν ἁρπαγὴν ἐνενόει; εἰ δὴ τὸ μὲν ὠμόν τις οἴεται καὶ τραχὺ καὶ ἀπάνθρωπον ἥκιστα βασιλεῖ πρέπειν, τὸ πρᾷον δὲ οἶμαι καὶ χρηστὸν καὶ φιλάνθρωπον ἁρμόττειν ἥκιστα μὲν χαίροντι τιμωρίαις, ἀχθομένῳ δὲ ἐπὶ ταῖς τῶν ὑπηκόων ξυμφοραῖς, ὅπως ἂν γίγνωνται, εἴτε κακίᾳ σφῶν καὶ ἀμαθίᾳ, εἴτε ἔξωθεν παρὰ τῆς τύχης ἐπάγοιντο, δῆλός ἐστι τούτῳ διδοὺς τὰ νικητήρια.3
然而,既然拙文一旦自觉地涉及于此,并正在叙述民众、长官以及切实协助他守护帝国、御敌于外的禁卫军之忠忱:诸位可愿听我讲述一个就在昨日或前日发生的昭彰明证?一位被委以统率高卢驻军之人——诸位或许知晓其姓名与为人——在皇帝毫无所求的情况下,留下了自己的儿子作为友谊与誓言的人质。随后他却比狮子更为背信弃义,正如常言所道,狮子与人之间决无真诚的盟誓;他从各城池搜刮钱财并分发给来犯的蛮族,犹如缴付赎金一般,而他本可用利刃建立安全,而非用钱财收买安全;但他却试图用钱财博取他们的欢心。最终,他从妇人内室取出一件紫袍披身,成了一个真正滑稽而实属悲剧性的僭主。值此之际,将士们不仅对他的背叛深感愤慨,更无法容忍目睹这个可怜虫身着妇人服饰,遂起而攻之将其碎尸万段,甚至不容许他统治自己满一个月的月相周期。这正是出于禁卫军的爱戴而归于皇帝的殊荣,是对无可指摘且公正之统治的惊人回报。至于他对此事作何反应,诸位渴望听闻。然而这也未尝瞒过诸位:他既未选择对其子严苛,亦未对朋党猜忌严酷,反倒极尽温和,仁待所有人,尽管许多人妄图构陷告密,向无辜者亮出蜇刺。纵使许多人或许确实深涉嫌疑,但他对所有未被定罪且未被证实参与那等荒谬渎圣阴谋之人,皆一视同仁地予以宽大。对于践踏法度、背弃信义盟誓之人的幼子施加的这般宽仁,我们当称其为真正王者风范且神圣无比,抑或更当赞许阿伽门农——他不仅对随帕里斯出征且侮辱墨涅拉俄斯门庭的特洛伊人施加愤怒与怨恨,甚至波及尚在腹中的胎儿,乃至波及在那人图谋劫掠之际其生母或许尚未出世之人?若有人确信残忍、严苛与不近人情最不合于君王,而认为温厚、良善与仁爱才最适于那绝不以惩罚为乐、反倒为臣民的灾殃深感痛心之人——无论此等灾殃因臣民自身的邪恶愚昧所致,抑或由命运自外加诸其身——那么显而易见,此人定会将胜利的桂冠授予这位君王。
- 98dἐξὸν τῷ σιδήρῳ παρασκευάζειν καὶ οὐ τοῖς χρήμασι ποιεῖσθαι τὴν ἀσφάλειαν
非人称动词 ἔξεστι 的中性单数分词 ἐξόν 构成的对格绝对独立结构(accusativus absolutus),在此充当让步或情况状语从句,意为“尽管本可用利刃谋求安全,而非用钱财换取安全”。
- 99aοὐδὲ τὸν τῆς σελήνης κύκλον ἄρξαι σφῶν ἀνασχόμενοι
动词 ἀνέχομαι(容忍、忍受)以不定式 ἄρξαι(以该叛人为施事主语,“统治”)为其宾语补足成分,σφῶν 是 ἄρχω 所支配的属格补足语(“统治他们”)。τὸν τῆς σελήνης κύκλον 为表示时间跨度的持续时间对格(“一个月相周期之久”),指历史上西尔瓦努斯称僭仅约28天的短暂统治。
- 99dδῆλός ἐστι τούτῳ διδοὺς τὰ νικητήρια
δῆλός 即形容词 δῆλος(“显然的”)。在古典希腊语中,形容词 δῆλος/φανερός 习用人称句构(主格配分词 διδοὺς),相当于非人称的 δῆλόν ἐστι ὅτι... 结构,意为“显然他在将胜利的荣冕授予此人”。
