- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg003.humanitext-grc2:35-36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者赞颂了君士坦提乌斯在平叛获胜后展现的宽仁以及克制虚荣与侮辱的坚忍自制,并叙述了元老院精英与精锐部队在此前弃暗投明归顺其下的经过,高度赞扬其在小挫面前泰然处之、总揽大局的统帅才能。
τὰ δὲ ἐπὶ τῇ νίκῃ γενόμενα καὶ ὅπως ξίφους μὲν οὐδὲν ἐδέησεν ἔτι, οὐδ’ εἴ τις ἀδικημάτων μειζόνων εἶχεν ὑποψίαν, οὐδὲ εἴ τῳ πρὸς τὸν τύραννον οἰκειοτέρα γέγονε φιλία, οὐδὲ μὴν εἴ τις ἐκείνῳ χαριζόμενος φέρειν τε ἠξίου κηρύκιον καὶ ἐλοιδορεῖτο βασιλεῖ, τῆς προπετείας ἀπέτισε δίκην, ὅ,τι μὴ τἆλλα μοχθηρὸς ἦν,1 ἐννοήσατε δὴ πρὸς φιλίου Διός. ποταπὸν δὲ χρῆμα λοιδορία; ὡς θυμοδακὲς ἀληθῶς καὶ ἀμύττον ψυχὴν μᾶλλον ἢ σίδηρος χρῶτα; οὐκοῦν καὶ τὸν Ὀδυσσέα παρώξυνεν εἰς δύναμιν ἀμύνασθαι λόγῳ τε καὶ ἔργῳ· διηνέχθη γοῦν ὑπὲρ τούτου πρὸς τὸν ξενοδόκον αὐτὸς ὢν ἀλήτης καὶ ξένος, καὶ ταῦτα εἰδώς, ὅτι "Ἄφρων... καὶ οὐτιδανὸς πέλει ἀνήρ, Ὅστις ξεινοδόκῳ ἔριδα προφέρῃσι βαρεῖαν," καὶ Ἀλέξανδρον τὸν Φιλίππου καὶ Ἀχιλλέα τὸν Θέτιδος2 καὶ ἄλλους δέ τινας οὐ φαύλους οὐδὲ ἀγεννεῖς ἀνθρώπους. μόνῳ δὲ ὑπῆρχεν, οἶμαι, Σωκράτει καὶ σπανίοις τισὶν ἐκείνου ζηλωταῖς, εὐδαίμοσιν ἀληθῶς καὶ μακαρίοις γενομένοις, τὸν ἔσχατον ἀποδύσασθαι χιτῶνα τῆς φιλοτιμίας. φιλότιμον γὰρ δεινῶς τὸ πάθος, καὶ ἔοικεν ἐμφύεσθαι διὰ τοῦτο μᾶλλον ταῖς γενναίαις ψυχαῖς· ἄχθονται γὰρ ὡς ἐναντιωτάτῳ σφίσι λοιδορίᾳ, καὶ τοὺς ἀπορρίπτοντας ἐς αὐτοὺς τοιαῦτα ῥήματα μισοῦσι μᾶλλον ἢ τοὺς ἐπάγοντας τὸν σίδηρον καὶ ἐπιβουλεύοντας φόνον, διαφόρους τε αὑτοῖς ὑπολαμβάνουσι φύσει καὶ οὐ νόμῳ, εἴ γε οἱ μὲν ἐπαίνου καὶ τιμῆς ἐρῶσιν, οἱ δὲ οὐ τούτων μόνον ἀφαιροῦνται, ἀλλὰ καὶ ἐπ’ αὐτοῖς μηχανῶνται βλασφημίας ψευδεῖς. τούτου καὶ Ἡρακλέα φασὶ καὶ ἄλλους δέ τινας ἀκράτορας τοῦ πάθους γενέσθαι. ἐγὼ δὲ οὔτε περὶ ἐκείνων τῷ λόγῳ πείθομαι, καὶ βασιλέα τεθέαμαι σφόδρα ἐγκρατῶς τὴν λοιδορίαν ἀποτρεψάμενον, οὔτι φαυλότερον ἔργον, ὡς ἐγὼ κρίνω, τοῦ Τροίαν ἑλεῖν καὶ φάλαγγα γενναίαν τρέψασθαι. εἰ δὲ ἀπιστεῖ τις καὶ οὐ μέγα οἴεται οὐδὲ ἄξιον ἐπαίνων τοσούτων, ἐς αὑτὸν ἀφορῶν, ὅταν ἔν τινι τοιαύτῃ ξυμφορᾷ γένηται, κρινέτω, καὶ αὐτῷ οὐ σφόδρα ληρεῖν δόξομεν, ὡς ἐγὼ πείθομαι.
那么,看在结义之神宙斯的份上,请诸位深思胜利之后所发生的事,以及如何不再需要动用刀剑;无论是有人涉嫌犯下更重大的罪行,无论是有人与僭主建立了更亲密的友谊,抑或有人为了讨好那人而甘愿充当信使并辱骂皇帝,只要他在其他方面并非作恶多端,便没有一个人因这种鲁莽而受到惩罚。辱骂究竟是何等的事物?它岂非当真噬人心髓,且撕裂心灵甚于钢铁刺伤肌肤?难道它不是连奥德修斯也激怒,迫使他竭尽所能地在言辞与行动上予以反击?无论如何,他正是为此与东道主发生了争执,尽管他自己当时身为流浪者和异邦客人,而且深知: “凡向接待自己的东道主挑起沉痛纷争者,皆为愚妄无用之徒”,它同样激怒了腓力的儿子亚历山大、忒提斯的儿子阿喀琉斯以及其他并非平庸或卑劣的人。然而在我看来,唯独苏格拉底以及极少数效仿他的人——那些真正获得幸福与福佑之人——才能够褪去虚荣心这最后一件紧身内袍。盖因这种激情极度贪恋荣誉,正因如此,它似乎更易根植于高贵的灵魂之中;因为他们将侮辱视作对自己最敌对之事而深感痛苦,比起拔剑相向、图谋行刺之人,他们更为憎恨向自己抛掷此类言语之徒,并认为这些人从天性而非习俗上就是自己的仇敌,盖因他们渴望赞美与荣誉,而后者不仅剥夺了这些,更针对他们捏造虚妄的毁谤。据说连赫拉克勒斯和其他某些人也未能克制这种激情。然而我既不采信关于他们的传说,又亲眼目睹了皇帝以极大的自制化解了辱骂——依我看来,这一壮举决不亚于攻克特洛伊和击溃精锐军阵。若有人对此心存怀疑,认为这算不得伟大亦不值得如此赞扬,那么当他身处此类逆境之时,不妨反躬自省再作评判;我深信,到那时他便不会觉得我们纯属信口开河。
Τοιοῦτος δὲ ὢν καὶ γενόμενος βασιλεὺς μετὰ τὸν πόλεμον εἰκότως οὐ μόνον ἐστὶ ποθεινὸς τοῖς φίλοις καὶ ἀγαπητός, πολλοῖς μὲν τιμῆς καὶ δυνάμεως καὶ παρρησίας μεταδιδούς, χρήματα δὲ αὐτοῖς ἄφθονα χαριζόμενος καὶ χρῆσθαι ὅπως τις βούλεται τῷ πλούτῳ ξυγχωρῶν, ἀλλὰ καὶ τοῖς πολεμίοις τοιοῦτος ἐδόκει. τεκμήριον δὲ ὑμῖν ἐμφανὲς καὶ τοῦδε γιγνέσθω· ἄνδρες, τῆς γερουσίας ὅτιπερ ὄφελος,3 ἀξιώσει καὶ πλούτῳ καὶ ξυνέσει διαφέροντες τῶν ἄλλων, ὥσπερ ἐς λιμένα καταφεύγοντες τὴν τούτου δεξιάν, ἑστίας τε λιπόντες καὶ οἴκους καὶ παῖδας Παιονίαν μὲν ἀντὶ τῆς Ῥώμης, τὴν μετὰ τούτου δὲ ἀντὶ τῶν φιλτάτων συνουσίαν ἠσπάσαντο, ἴλη τε τῶν ἐπιλέκτων ἱππέων ξὺν τοῖς σημείοις καὶ τὸν στρατηγὸν ἄγουσα τούτῳ τοῦ κινδύνου ξυμμετέχειν μᾶλλον ἢ ἐκείνῳ τῆς εὐτυχίας ἠξίου. καὶ ταῦτα ἅπαντα ἐδρᾶτο πρὸ τῆς μάχης ἣν ἐπὶ τοῦ Δράου ταῖς ᾐόσιν ὁ πρόσθεν λόγος παρέστησεν· ἐντεῦθεν γὰρ ἤδη βεβαίως ἐθάρρουν, τέως δ’ ἐδόκει τὰ τῶν τυράννων ἐπικρατεῖν, πλεονεκτήματός τινος περὶ τοὺς κατασκόπους τοὺς βασιλέως γενομένου, ὃ δὴ ἐκεῖνόν τε ἐποίησεν ὑπὸ τῆς ἡδονῆς ἄφρονα καὶ ἐξετάραττε τοὺς οὐ δυναμένους ἐφικνεῖσθαι οὐδὲ διορᾶν τὴν στρατηγίαν. ὁ δὲ ἦν ἀκατάπληκτος καὶ γεννάδας καθάπερ ἀγαθὸς νεὼς κυβερνήτης, ἐξαπίνης νεφῶν ῥαγείσης λαίλαπος, εἶτα ἐπ’ αὐτῇ τοῦ θεοῦ σείοντος τὸν βυθὸν καὶ τὰς ᾐόνας. ἐνταῦθα γὰρ τοὺς μὲν ἀπείρους δεινὸν καὶ ἄτοπον κατέλαβε δέος, ὁ δὲ ἤδη χαίρει καὶ γάνυται, γαλήνην ἀκριβῆ καὶ νηνεμίαν ἐλπίζων. λέγεται γὰρ δὴ καὶ ὁ Ποσειδῶν συνταράττων τὴν γῆν παύειν τὰ κύματα. καὶ ἡ τύχη δὲ τοὺς ἀνοήτους ἐξαπατᾷ καὶ σφάλλει περὶ τοῖς μείζοσι, μικρὰ πλεονεκτεῖν ἐπιτρέπουσα, τοῖς ἔμφροσι δὲ τὸ βεβαίως θαρσεῖν ὑπὲρ τῶν μειζόνων, ὅταν ἐν τοῖς ἐλάττοσιν αὐτοὺς διαταράττῃ, παρέχει. τοῦτο Λακεδαιμόνιοι παθόντες ἐν Πύλαις οὐκ ἀπηγόρευον οὐδὲ ἔδεισαν τὸν Μῆδον ἐπιφερόμενον, τριακοσίους Σπαρτιατῶν καὶ τὸν βασιλέα περὶ τὰς εἰσβολὰς τῆς Ἑλλάδος προέμενοι· τοῦτο Ῥωμαῖοι πολλάκις παθόντες μείζονα κατώρθουν ὕστερον· ὃ δὴ καὶ βασιλεὺς ἐννοῶν καὶ λογιζόμενος οὐδαμῶς ἐσφάλη τῆς γνώμης.
由于他在战后是这样的人并展现出如此风范的君王,理所当然不仅为友人所渴慕与爱戴——他将荣誉、权力和直言权分赐予众人,慷慨地馈赠丰厚资财,并准许任何人随心所欲地支配财富——甚至在敌人眼中他亦是如此。这也请作为你们显而易见的明证:那些堪称元老院真正精华的人物,在尊严、财富与见识上皆冠绝群伦,他们犹如逃向避风港一般投奔他的庇护,舍弃了炉灶、居所与子嗣,欣然选择潘诺尼亚以取代罗马,选择与他相伴以取代至亲之人;精锐骑兵连队亦带着军旗并簇拥着统帅,宁愿与他共担危难,也不愿与那人共享荣华。而这一切均发生在前文所描述的德拉瓦河畔战役之前;因为自那时起他们已然成竹在胸,而在此之前,僭主的势力似乎占据了上风,由于在对抗皇帝的斥候时占得了一些便宜,这使得那人在狂喜之下丧失了理智,并让那些无法洞悉或看透用兵韬略的人陷入恐慌。然而皇帝却临危不乱、气度雍容,宛如一位优秀的舟师舵手,当暴风雨骤然穿云破雾而降,继而神明又震荡深渊与海岸之时,毫无经验之人会陷入可怕而反常的恐惧,他却已然欣喜愉悦,期盼着随之而来的彻底风平浪静。盖因据说波塞冬在震动大地之时亦平息波涛。命运同样会欺骗愚人并在重大关头使其跌倒,纵容其获得微小的利益,但在以小事扰乱明智之人时,却反倒赋予他们在大事上坚定的信心。拉刻代蒙人在温泉关经历此劫后,并未放弃亦未畏惧逼近的米底人,尽管他们在希腊的门户之地折损了三百名斯巴达勇士与其国王;罗马人多次历经此番境遇,日后皆成就了更伟大的功业;皇帝深思熟虑并洞察于此,因而其决断丝毫不曾出现差错。
- 35ὅπως ξίφους μὲν οὐδὲν ἐδέησεν ἔτι, οὐδ’ εἴ τις ... τῆς προπετείας ἀπέτισε δίκην, ὅ,τι μὴ τἆλλα μοχθηρὸς ἦν
此句为句末 ἐννοήσατε δὴ 所支配的间接疑问从句 ὅπως... 的主干骨架。与 ξίφους μὲν οὐδὲν ἐδέησεν 并列,后面以 οὐδ’ εἴ τις ... ἀπέτισε δίκην(“即便有人……亦未曾受罚”)相承。句尾的 ὅ,τι μή 为表示排除与限定的固定习语,意为“除非、除……之外”(相当于拉丁语 nisi),用以限定前文所隐含的全称否定。
- 96bκαὶ Ἀλέξανδρον τὸν Φιλίππου καὶ Ἀχιλλέα τὸν Θέτιδος
承接前文荷马引文之前的句中主谓语,这两个宾格名词短语继续充当前句主动词 παρώξυνεν(“激怒、驱使”)的宾语。这是跨越诗句引用的超距语序(hyperbaton)及动词承前省略结构。
- 97bτῆς γερουσίας ὅτιπερ ὄφελος
修饰主语 ἄνδρες 的同位语从属短语。由中性单数关系代词 ὅτιπερ 与名词 ὄφελος 构成惯用表达 ὅτιπερ ὄφελος [ἦν](“凡有益/有价值之物”),与部分属格 τῆς γερουσίας 结合,习用以指“元老院的真正精粹”。
