- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg003.humanitext-grc2:38-39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者以自然化育万物为喻,颂扬了皇帝赦免叛军无辜亲族的四大美德(正义、节制、勇敢、明智),并列举其私德中的禁欲与隐忍,随后结束了整篇颂词。
ἐννοεῖτε γάρ, ὡς περὶ τὸν παῖδα γέγονε τοῦ φύσαντος ἀμείνων καὶ δικαιότερος, περὶ δὲ τοὺς ἐκείνου φίλους πιστότερος τοῦ τὴν φιλίαν ὁμολογήσαντος. ὁ μὲν γὰρ ἅπαντας προεῖτο, ὁ δὲ ἀπέσωσεν ἅπαντας. καὶ εἰ μὲν ἐκεῖνος ταῦτα περὶ τοῦ βασιλέως ἐγνωκὼς τρόπου ἅτε ἐν πολλῷ χρόνῳ κατανοήσας σφόδρα ἐπίστευεν, ἀσφαλῶς μέν οἱ τὰ τοῦ παιδός, βεβαίως δὲ ὁρμεῖν τὰ τῶν φίλων, συνίει μὲν ὀρθῶς, πολλάκις1 δὲ ἦν πανοῦργος καὶ μοχθηρὸς καὶ δυστυχής, πολέμιος ἐθέλων εἶναι τῷ τοιούτῳ καὶ ὃν σφόδρα ἀγαθὸν καὶ διαφερόντως πρᾷον ἠπίστατο μισῶν καὶ ἐπιβουλεύων καὶ ἀφαιρούμενος ὧν οὐδαμῶς ἐχρῆν. εἰ δέ, ἀνελπίστου μέν οἱ τοῦ παιδὸς τῆς σωτηρίας τυγχανούσης, χαλεπῆς δὲ καὶ ἀδυνάτου τῆς τῶν φίλων καὶ τῶν συγγενῶν, τὴν ἀπιστίαν ὅμως προείλετο, ὁ μὲν ἦν καὶ διὰ ταῦτα μοχθηρὸς καὶ ἀνόητος καὶ ἀγριώτερος τῶν θηρίων, ὁ δὲ ἥμερος καὶ πρᾷος καὶ μεγαλόφρων, τοῦ μὲν νηπίου κατελεήσας τὴν ἡλικίαν καὶ τὸν τρόπον, τοῖς δὲ οὐκ ἐξελεγχθεῖσι πρᾴως ἔχων, τοῦ δὲ ὑπεριδὼν καὶ καταφρονήσας τῶν πονηρευμάτων. ὁ γὰρ ἃ μηδὲ τῶν ἐχθρῶν τις διὰ μέγεθος ὧν αὑτῷ σύνοιδεν ἀδικημάτων ἐλπίζει ξυγχωρῶν εἰκότως ἀρετῆς ἐστι νικηφόρος, τὴν δίκην μὲν ἐπὶ τὸ κρεῖττον καὶ πρᾳότερον μετατιθείς, σωφροσύνῃ δὲ ὑπερβαλλόμενος τοὺς τὸ μέτριον ἐπιτιθέντας ταῖς τιμωρίαις, ἀνδρείᾳ δὲ διαφέρων τῷ μηδένα πολέμιον ἀξιόχρεων ὑπολαμβάνειν, φρόνησιν δὲ ἐπιδεικνύμενος τῷ συγκαταλύειν τὰς ἔχθρας καὶ οὐ παραπέμπειν εἰς τοὺς παῖδας οὐδὲ εἰς ἐγγόνους προφάσει τῆς ἀκριβοῦς δίκης καὶ τοῦ βούλεσθαι ἐπιεικῶς μάλα πίτυος δίκην2 τῶν πονηρῶν ἀφανίζειν τὰ σπέρματα. ἐκείνων γὰρ δὴ καὶ τὸ ἔργον τόδε, καὶ ἐπ’ αὐτῷ τὴν εἰκόνα παλαιὸς ἀπέφηνε λόγος. ὁ δὲ ἀγαθὸς βασιλεὺς μιμούμενος ἀτεχνῶς τὸν θεὸν οἶδε μὲν καὶ ἐκ τῶν πετρῶν ἑσμοὺς μελιττῶν ἐξιπταμένους, καὶ ἐκ τοῦ δριμυτάτου ξύλου τὸν γλυκὺν καρπὸν φυόμενον, σῦκά φημι τὰ χαρίεντα, καὶ ἐξ ἀκανθῶν τὴν σίδην καὶ ἄλλα ἐξ ἄλλων φυόμενα ἀνόμοια τοῖς γεννῶσι καὶ ἀποτίκτουσιν. οὔκουν οἴεται ταῦτα χρῆναι πρὸ τῆς ἀκμῆς διαφθείρειν, ἀλλὰ περιμένειν τὸν χρόνον καὶ ἐπιτρέπειν αὐτοῖς ἀπωσαμένοις τῶν πατέρων τὴν ἄνοιαν καὶ τὴν μωρίαν ἀγαθοῖς γενέσθαι καὶ σώφροσι, ζηλωτὰς δὲ γενομένους τῶν πατρῴων ἐπιτηδευμάτων ὑφέξειν ἐν καιρῷ τὴν δίκην,3 οὐκ ἀλλοτρίοις ἔργοις καὶ ξυμφοραῖς παραναλωθέντας.
诸位且思之,他对那人的幼子而言,何以比生身之父更为仁善、更为公正;对那人的朋党而言,何以比曾立誓敦睦之人更为守信。盖因前者将他们悉数遗弃,而后者却将他们全数保全。倘若那人因长久以来的察验而已深知皇帝之为人,且深信其幼子之处境稳如磐石,其朋党之境遇亦得以安然停泊,那么他的见识诚然不差,但他竟妄图与这般君王为敌,仇恨、图谋并劫夺那被他确知为至善至温之人的不当取之物,便实属千百倍的奸佞、卑劣与不幸。反之,设若明知其子生还之望断绝,其朋党至亲之保全亦艰难而绝无可能,他却依然决意背叛,则此人亦因此显得卑劣、愚妄且比野兽更为残暴;而皇帝却温和、宽厚且襟怀坦荡,既怜恤那幼童之年齿与天真,又仁待未被定罪之人,对叛徒之罪行则付之一哂、概不深究。 凡能宽宥仇敌因自知罪孽深重而断不敢希冀之事者,自当在美德之竞逐中折桂:他将公义升华为更为纯粹、更为温和的境界;在节制上凌驾于那些仅对刑罚施加适度约束之人;在勇毅上因不视任何仇敌为劲敌而超凡脱俗;在明智上更表现为将仇衅随当事人一同化解,绝不以苛求严法或自以为合情合理地妄图如伐松般铲除奸邪根苗为借口,将仇怨殃及子孙后代。斩草除根诚为那些人之行径,且有古训设此譬喻以喻之。然贤明的君王纯然法天效神,深知蜜蜂之群亦可自岩穴中飞出,至甘之实亦能生于至苦之木——我所指者乃悦人之无花果——荆棘丛中亦能长出石榴,种种各异之果实亦能孕育自与生育生成它们的本体截然不同的造化之中。故而他绝不认为应当在幼苗成熟之前将其诛绝,反倒主张静候时日,容许他们摆脱父辈的愚鲁与癫狂,成长为贤良节制之士;若他们日后竟效尤父辈之恶行,亦必在适当时机自承其罚,而不至平白受累于非己之罪行与灾厄。
Ἆρ’ οὖν ὑμῖν ἱκανῶς δοκοῦμεν ἐκτετελεκέναι τὸν ἀληθινὸν ἔπαινον; ἢ ποθεῖτε ἀκούειν ὑμεῖς καὶ τὴν καρτερίαν καὶ τὴν σεμνότητα, καὶ ὡς οὐ μόνον ἐστὶ τῶν πολεμίων ἀήττητος, ἀλλ’ οὔτε αἰσχρᾶς ἐπιθυμίας ἑάλω πώποτε, οὔτε οἰκίας καλῆς οὔτ’ ἐπαύλεως πολυτελοῦς οὔτε ὅρμων σμαραγδίνων ἐπιθυμήσας ἀφείλετο βίᾳ ἢ καὶ πειθοῖ τοὺς κεκτημένους, ἀλλ’ οὐδὲ γυναικὸς ἐλευθέρας οὐδὲ θεραπαίνης, οὐδὲ ὅλως τὴν ἄδικον ἀφροδίτην ἠγάπησε, καὶ ὡς οὐδὲ ὧν ὧραι φύουσιν ἀγαθῶν τὴν ἄμετρον ἀπαιτεῖ πλησμονήν, οὐδὲ αὐτῷ θέρους ὥρᾳ τοῦ κρυστάλλου μέλει, οὐδὲ μεταβάλλει πρὸς τὰς ὥρας τὴν οἴκησιν, τοῖς πονουμένοις δὲ ἀεὶ πάρεστι τῆς ἀρχῆς μέρεσιν ἀντέχων καὶ πρὸς τὸ κρύος καὶ πρὸς τὰ θάλπη τὰ γενναῖα; τούτων δὲ εἴ με κελεύοιτε φέρειν ὑμῖν ἐμφανῆ τὰ τεκμήρια, γνώριμα μὲν ἐρῶ καὶ οὐκ ἀπορήσω, μακρὸς δὲ ὁ λόγος καὶ διωλύγιος, ἐμοί τε οὐ σχολὴ τὰς μούσας ἐπὶ τοσοῦτον θεραπεύειν, ἀλλ’ ὥρα λοιπὸν πρὸς ἔργον τρέπεσθαι.
那么,诸位以为我们是否已充分完成了这真正的颂赞?抑或诸位仍切望听闻其坚毅与崇高之品性,听闻他何以不仅未尝被强敌征服,亦从未沦为卑污情欲之俘虏;既未因垂涎华屋、奢靡之庄园或翡翠之项饰,而施以巧取豪夺,亦未曾觊觎自由妇人或婢仆,决不耽溺于不洁之爱欲;听闻他何以对四时所产之丰馐绝不贪多无厌,盛夏之时全不介怀冰块之设,亦不随季节之迁流而移居别苑,反倒时刻亲临帝国遭逢困厄之地,抵御寒冷与酷暑?若诸位命我对此一一出示昭彰明证,我所言者皆为人人皆知之实情,决不致辞穷;然而如此篇幅势必浩繁无际,我亦无暇继续长奉缪斯,如今实乃投身务实之刻了。
- 100aπολλάκις
此处并非表示时间上的频度(“屡次”、“常常”),而是充当强化程度的副词(“千百倍地”、“极其”),修饰后面的 πανοῦργος καὶ μοχθηρὸς καὶ δυστυχής。
- 100dπίτυος δίκην
成语性熟语,意为“如伐松般”(参见希罗多德《历史》6.37)。因松树一旦被伐倒便不再抽芽而彻底枯死,故以此比喻斩草除根、彻底剿灭。
- 101bὑφέξειν ἐν καιρῷ τὴν δίκην
此处句式由前文的“与格+不定式”(ἐπιτρέπειν αὐτοῖς ... ἀγαθοῖς γενέσθαι)转回由主动词 οἴεται 所统辖的“宾格加不定式”结构。虽然宾格主语未直接显现,但相一致的宾格分词短语 ζηλωτὰς ... γενομένους 表明,其逻辑主语为后代(“[皇帝认为他们]届时必将受到惩罚”)。
