← 朱利安

论君士坦提乌斯皇帝的功绩或王权

§34

先帝信任与兄弟宽和及讨逆正义

演说者通过列举君士坦提乌斯二世所具备的美德来阐明其卓异:其父君士坦丁对他委以重任与帝国统绪,他对兄弟宽厚谦让不争权势,并在讨伐篡位者时秉持正义与克制,其开战名义甚至远胜特洛伊与亚历山大远征。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§34

Βούλεσθε οὖν εἰ τοῦτο ὑπάρχει βασιλεῖ καταμαθεῖν; παρέξομαι δὲ ὑμῖν ἐγὼ μαρτυρίαν πιστήν, καί με οὐχ αἱρήσετε ψευδομαρτυρίων,1 εὖ οἶδα· ὑπομνήσω γὰρ ὑμᾶς ὧν ἴστε· τυχὸν δὲ καὶ ἤδη τοῦ λεγομένου ξυνίετε, εἴ τε οὔπω δῆλον, αὐτίκα μάλα ξυνήσετε ἐννοήσαντες πρῶτον μὲν ὡς αὐτὸν ὁ πατὴρ ἠγάπα διαφερόντως, οὔτι πρᾷος ὢν λίαν τοῖς ἐκγόνοις οὐδὲ τῇ φύσει πλέον ἢ τῷ τρόπῳ διδούς, ἡττώμενος δὲ οἶμαι τῆς θεραπείας καὶ οὐκ ἔχων, ὅ,τι μέμφοιτο, δῆλος ἦν εὔνους ὤν. καὶ αὐτοῦ σημεῖον τῆς γνώμης, πρῶτον μὲν ὅτι Κωνσταντίῳ ταύτην ἐξεῖλε τὴν μοῖραν, ἣν αὑτῷ πρότερον προσήκειν ἔχειν ὑπέλαβεν, εἶθ’ ὅτι τελευτῶν τὸν βίον, τὸν πρεσβύτατον καὶ τὸν νεώτατον ἀφεὶς σχολὴν ἄγοντας, τοῦτον δὴ ἄσχολον ἐκάλει καὶ ἐπέτρεπε τὰ περὶ τὴν ἀρχὴν ξύμπαντα. γενόμενος δὲ ἐγκρατὴς ἁπάντων οὕτω τοῖς ἀδελφοῖς δικαίως ἅμα καὶ σωφρόνως προσηνέχθη, ὥστε οἱ μὲν οὔτε κληθέντες οὔτε ἀφικόμενοι πρὸς ἀλλήλους ἐστασίαζον καὶ διεμάχοντο, τούτῳ δὲ ἐχαλέπαινον οὐδὲν οὐδὲ ἐμέμφοντο. ἐπεὶ δὲ αὐτῶν ἡ στάσις τέλος εἶχεν οὐκ εὐτυχές, ἐξὸν μεταποιεῖσθαι πλειόνων,2 ἑκὼν ἀφῆκε, τῆς αὐτῆς ἀρετῆς ὑπολαμβάνων πολλά τε ἔθνη καὶ ὀλίγα δεῖσθαι, περικεῖσθαι δέ, οἶμαι, φροντίδας μείζονας ὅτῳ πλειόνων ἀνάγκη τημελεῖν καὶ κήδεσθαι. οὐ γὰρ δὴ τρυφῆς ὑπολαμβάνει τὴν βασιλείαν εἶναι παρασκευὴν οὐδέ, ὥσπερ ἐπὶ τῶν χρημάτων εἰς πότους καὶ ἡδονὰς οἱ καταχρώμενοι μειζόνων εὐπορίαν προσόδων ἐπινοοῦσιν, οὕτω χρῆναι τὸν βασιλέα παρασκευάζεσθαι, οὐδὲ ἀναιρεῖσθαι πόλεμον, ὅ,τι μὴ τῶν ἀρχομένων τῆς ὠφελείας ἕνεκα. οὐκοῦν ἐκείνῳ μὲν ἔχειν τὸ πλέον ξυγχωρῶν, αὐτὸς δὲ μετὰ ἀρετῆς ἔλαττον ἔχων τῷ κρατίστῳ πλεονεκτεῖν ὑπέλαβε. καὶ ὅτι μὴ δέει μᾶλλον τῆς ἐκείνου παρασκευῆς τὴν ἡσυχίαν ἠγάπα, τεκμήριον ὑμῖν ἐμφανὲς ἔστω ὁ μετὰ ταῦτα ξυμπεσὼν πόλεμος. ἐχρήσατο γοῦν πρὸς τὰς ἐκείνου δυνάμεις ὑπὲρ αὐτοῦ τοῖς ὅπλοις ὕστερον. πάλιν δὲ ἐνταῦθα ἐκεῖνοι μέν που τὸ νικᾶν τεθαυμάκασιν· ἐγὼ δὲ πολὺ πλέον τὸ ξὺν δίκῃ μὲν ἀνελέσθαι τὸν πόλεμον, διενεγκεῖν δὲ ἀνδρείως καὶ μάλα ἐμπείρως, ἐπιθείσης δὲ τὸ τέλος τῆς τύχης δεξιὸν χρήσασθαι τῇ νίκῃ σωφρόνως καὶ βασιλικῶς, καὶ ὅλως ἄξιον τοῦ κρατεῖν φανῆναι. Βούλεσθε οὖν καὶ τούτων ὑμῖν ὥσπερ ἐν τοῖς δικαστηρίοις ὀνομαστὶ καλῶμεν τοὺς μάρτυρας; καὶ ὅτι μὲν οὐδείς πω πόλεμος συνέστη πρότερον οὐδὲ ἐπὶ τὴν Τροίαν τοῖς Ἕλλησιν οὐδὲ ἐπὶ τοὺς Πέρσας Μακεδόσιν, οἵπερ δὴ δοκοῦσιν ἐν δίκῃ γενέσθαι, τοσαύτην ἔχων ὑπόθεσιν, καὶ παιδί που δῆλον, τοῖς μέν γε λίαν ἀρχαίων ἀδικημάτων τιμωρίας σφόδρα νεαρᾶς οὔτ’ εἰς παῖδας οὔτε εἰς ἐγγόνους γενομένης, ἀλλὰ εἰς τὸν ἀφελόμενον καὶ ἀποστερήσαντα τὴν ἀρχὴν τοὺς τῶν ἀδικησάντων ἀπογόνους·3 Ἀγαμέμνων δὲ ὥρμητο "τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε," καὶ ἐπὶ τοὺς Τρῶας ἐστράτευε γυναῖκα μίαν ἐκδικεῖν ἐθέλων. τῷ δὲ ἔτι μὲν ἦν νεαρὰ τὰ ἀδικήματα, ἦρχε δὲ οὐ κατὰ Δαρεῖον οὐδὲ Πρίαμον ἀνὴρ εὐγενὴς καὶ τυχὸν δι’ ἀρετὴν ἢ κατὰ γένος προσηκούσης αὐτῷ τῆς βασιλείας ἀξιωθείς, ἀλλὰ ἀναιδὴς καὶ τραχὺς βάρβαρος τῶν ἑαλωκότων οὐ πρὸ πολλοῦ. καὶ ὅσα μὲν ἔπραξε καὶ ὅπως ἦρχεν, οὔτε ἡδύ μοι λέγειν οὔτε ἐν καιρῷ· ἐν δίκῃ δὲ ὅτι πρὸς αὐτὸν ἐπολέμησεν, ἀκηκόατε. τῆς δὲ ἐμπειρίας καὶ τῆς ἀνδρείας ἱκανὰ μὲν τὰ πρόσθεν ῥηθέντα σημεῖα, πιστότερα δέ, οἶμαι, τὰ ἔργα τῶν λόγων.

那么,你们是否愿意查明皇帝是否具备这一品质?我将为你们提供可靠的证据,并且我深知,你们决不会判定我作伪证;因为我将提醒你们重温你们所熟知的事实。或许你们此刻便已明了所言之事,但若尚不清晰,只要思考以下几点,你们便会豁然开朗:首先,他的父亲对他怀有异乎寻常的钟爱;这位父亲对自己的后嗣绝非过度宽纵,亦非看重血缘过于品性,但在我看来,他是折服于他的孝敬奉事,且找不出任何可指责之处,因而显露出由衷的厚爱。他心意的明证首先在于:他特意为君士坦提乌斯分划了这部分领地,即他先前认为理当由自己亲自领有的疆土;其次在于:当他行将离世之际,撇下正享闲逸的最年长与最年幼的儿子,却召唤正忙于事务的他,将整个帝国的统治大权全盘托付于他。 而当他掌控了一切权力之后,对待诸兄弟既公正又克制,以至于那两位兄弟既未经召集亦未曾往访,便陷入内讧并彼此攻伐,但对他却毫无怨言,亦未曾加以责怪。当他们的争斗迎来了不幸的结局时,他本可以要求获得更多疆域,却自愿予以放弃;因为他认为,统治众多部族与少数部族所需要的德能并无二致,而在我看来,必须照拂与关怀更多臣民的人,必承受更沉重的忧劳。盖因他决不认为王权是享乐的资藉,亦不认为君王应当像那些将钱财滥用于宴饮与纵欲之人筹谋更丰厚的进项那样去做准备,更不应当挑起战端,除非是为了臣民的福祉。因此,他容许对方拥有更多,而自己怀抱美德居于较少,他认为自己在最至高无上之事上占得了优势。至于他热爱安宁绝非出于畏惧对方的军备,此后爆发的战争足以成为你们显而易见的明证。无论如何,他后来为了对方的缘故,动用武装反击了那人的军队。在此之处,那些人或许只赞赏克敌制胜本身;而我更为推崇的,则是他出师有名、秉持正义,作战英勇且极富智谋,并在命运赐予顺遂的结局之后,以节制而具君王气度的方式善用胜利,充分展现出自己完全堪当大统的王者风范。 那么,你们是否愿意让我们也为这些事如在法庭中一般,为你们指名道姓地传唤证人?事实上,以往任何一场战争——不论是希腊人远征特洛伊,抑或是马其顿人进攻波斯,尽管这些战争皆被视为顺理成章——都不曾拥有如此重大的立论正当性,这一点连稚童都显而易见:因为就马其顿人而言,对极其久远的冤仇的报复却极为新鲜,且其惩戒既非施加于罪魁的子孙,而是施加于从作恶者后裔手中夺取并剥夺了统治权的那个人身上;而阿伽门农起兵,则是为了“雪洗海伦的劫难与哀叹”,他进军特洛伊,仅是为了替一名女子申冤雪恨。然而在皇帝这里,所受的不义之举尚且新鲜,且敌方的统治者绝非大流士或普里阿摩斯那般高贵之人——他们或许凭借美德,或许依据门第而被认为配享王位——反倒是一个不久前沦为俘虏的无耻粗鄙的蛮夷。至于那人的所作所为及其如何专横统治,我既不愿提及亦非合宜之时;但皇帝是合乎正义地向他宣战,这一点你们已然听闻。关于其经验与勇武,前文所述的征兆已然充分,但在我看来,事实远比言辞更为确凿可靠。

语法注3 条
  1. 94aοὐχ αἱρήσετε ψευδομαρτυρίων

    源自雅典法庭惯用语,动词 αἱρέω 与表示罪名的属格 ψευδομαρτυρίων(源于 δίκη ψευδομαρτυρίων)连用,意为“判定作伪证罪成立”。与否定词 οὐχ 连用,表达“你们绝无法判定我作伪证”的笃定语气。

  2. 94cἐξὸν μεταποιεῖσθαι πλειόνων

    由无人称动词 ἔξεστι 的中性单数宾格分词 ἐξόν 构成的宾格绝对独立结构(accusative absolute),表让步:“尽管本可以索取更多”。动词 μεταποιέομαι 惯常支配属格补足语(πλειόνων)。

  3. 95bτοῖς μέν γε λίαν ἀρχαίων ἀδικημάτων τιμωρίας σφόδρα νεαρᾶς οὔτ’ εἰς παῖδας οὔτε εἰς ἐγγόνους γενομένης, ἀλλὰ εἰς τὸν ἀφελόμενον καὶ ἀποστερήσαντα τὴν ἀρχὴν τοὺς τῶν ἀδικησάντων ἀπογόνους

    指马其顿人远征波斯:τοῖς μέν γε 承接前文的 Μακεδόσιν,作关涉与格,引领由属格绝对独立结构 τιμωρίας... γενομένης 构成的长句。句中出现语序倒置(hyperbaton),将修饰语 λίαν ἀρχαίων ἀδικημάτων 与被修饰名词 τιμωρίας 隔开,旨在强调其悖论:对极其久远罪行的复仇,惩罚的却非作恶者的直系子孙,而是从原王朝手中篡夺了王权之人(大流士三世)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg003.humanitext-grc2:34