← 朱利安

论君士坦提乌斯皇帝的功绩或王权

§32-33

民众治理原则与转向德行赞颂

在阐述了统治者对城市居民与农夫的治理原则以及神明的护佑之后,演说者回顾了此前关于理想君主范式的论述,并宣布将转入对具体事迹的赞颂,同时指出自己注重德行与善用外物,而非像流俗修辞学家那样仅夸耀先祖的门第。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§32

Νόμων μὲν δὴ πέρι καὶ ἀρχόντων τοιάδε γινώσκει. τοῦ πλήθους δὲ τὸ μὲν ἐν τοῖς ἄστεσιν οὔτε ἀργὸν οὔτε αὔθαδες ἀνέξεται εἶναι οὔτε μὴν ἐνδεὲς τῶν ἀναγκαίων· τὸ δὲ ἐν τοῖς ἀγροῖς τῶν γεωργῶν φῦλον ἀροῦντες καὶ φυτεύοντες τροφὴν ἀποίσουσι1 τοῖς φύλαξι καὶ ἐπικούροις σφῶν, μισθὸν καὶ ἐσθῆτα τὴν ἀναγκαίαν. οἰκοδομήματα δὲ Ἀσσύρια καὶ πολυτελεῖς καὶ δαπανηρὰς λειτουργίας χαίρειν ἐάσαντες2 ἐν εἰρήνῃ πολλῇ τῶν τε ἔξωθεν πολεμίων καὶ τῶν οἴκοθεν καταβιώσονται, ἀγαπῶντες μὲν τὸν αἴτιον τῶν παρόντων σφίσι καθάπερ ἀγαθὸν δαίμονα, ὑμνοῦντες δὲ ἐπ’ αὐτῷ τὸν θεὸν καὶ ἐπευχόμενοι, οὔτι πλαστῶς οὐδὲ ἀπὸ γλώττης, ἔνδοθεν δὲ ἀπ’ αὐτῆς τῆς ψυχῆς αἰτοῦσιν αὐτῷ τὰ ἀγαθά. φθάνουσι δὲ οἱ θεοὶ τὰς εὐχάς, καὶ αὐτῷ πρότερον τὰ θεῖα δόντες οὐτὲ τῶν ἀνθρωπίνων ἐστέρησαν. εἰ δὲ τὸ χρεὼν βιάζοιτο κακῷ τῳ περιπεσεῖν, τούτων δὴ τῶν θρυλουμένων ἀνηκέστων, χορευτήν τε αὑτῶν ἐποιήσαντο καὶ συνέστιον, καὶ αὐτῷ κλέος καθ’ ἅπαντας ἤγειραν ἀνθρώπους. ταῦτα ἐγὼ τῶν σοφῶν ἀκούω πολλάκις, καί με ὁ λόγος ἰσχυρῶς πείθει. οὐκοῦν καὶ ἐς ὑμᾶς αὐτὸν διεξῆλθον, μακρότερα μὲν τυχὸν ἴσως τοῦ καιροῦ φθεγγόμενος, ἐλάττονα δὲ οἶμαι τῆς ὑποθέσεως· καὶ ὅτῳ γέγονε τῶν τοιούτων λόγων ἐπακούειν ἐν φροντίδι, οὗτος ὅτι μὴ ψεύδομαι σαφῶς ἐπίσταται. ἑτέρα δέ ἐστιν αἰτία τοῦ μήκους τῆς μὲν εἰρημένης ἧττον ἀναγκαία, προσεχεστέρα δὲ οἶμαι τῷ παρόντι λόγῳ· τυχὸν δὲ οὐδὲ ταύτης ἀνηκόους ὑμᾶς εἶναι χρή.

关于法律与官吏,他的见解便是如此。对于大众,一方面,他决不容忍城邑中的那部分人游手好闲或傲慢自大,亦不容忍他们匮乏生活之必需;另一方面,田野中从事耕种与栽植的农夫群体,则将向作为自身护卫者与相助者的人奉纳给养,即报酬与必需的衣物。他们抛弃了亚述式的奢华建筑以及靡费巨资的公共差役,在外敌与内乱两相平息的深厚和平中度过一生;他们敬爱使自身享有一切现状的赐予者,宛如敬爱善神,并因他而颂扬神明、祈福求安,绝非虚饰之词或口惠而实不至,而是发自灵魂的最深处为他祈求诸般美福。诸神预先迎合了他们的祈祷,在已然赐予他神圣福佑之后,亦未剥夺他世俗人间的福祉。即便命定之运迫使他遭遇某种灾祸——即那些传闻中无可救治的厄运——诸神也已接纳他为神圣舞乐的同伴与炉边的座上宾,并在全人类之中为他树立了显赫的威名。 这些道理是我常从智者那里听闻的,其论证深切地折服了我。因此我也将它向你们细细陈述,虽然言辞或许长于时宜之需,但在我看来却仍不及这一主题所当得的篇幅;凡曾留心于倾听此类论说之人,皆清楚知晓我并未妄言。此番冗长还有另一个缘由,虽不及前述缘由那般具有必然性,但我认为与当前的论述更为切近;而对于此由,或许你们也不应当一无所知。

§33

Πρῶτον μὲν οὖν ὑπομνησθῶμεν μικρὰ τῶν ἔμπροσθεν, ὁπότε τῆς ὑπὲρ τούτων διηγήσεως ἀπεπαυόμεθα. ἔφαμέν που χρῆναι τοὺς σπουδαίους τῶν ἀληθινῶν ἐπαίνων ἀκροατὰς οὐκ εἰς ταῦτα ὁρᾶν, ὧν ἡ τύχη καὶ τοῖς μοχθηροῖς πολλάκις μεταδίδωσιν, εἰς δὲ τὰς ἕξεις καὶ τὴν ἀρετήν, ἧς μόνοις μέτεστι τοῖς ἀγαθοῖς ἀνδράσι καὶ φύσει σπουδαίοις. εἶτα ἐντεῦθεν ἑλόντες τοὺς ἑξῆς ἐπεραίνομεν λόγους, ὡς πρὸς κανόνα τινὰ καὶ στάθμην ἀπευθύνοντες, ᾗ τοὺς τῶν ἀγαθῶν ἀνδρῶν καὶ βασιλέων ἐπαίνους ἐναρμόττειν ἐχρῆν. καὶ ὅτῳ μὲν ἀληθὴς καὶ ἀπαράλλακτος ἁρμονία πρὸς τοῦτο γέγονε τὸ ἀρχέτυπον, ὄλβιος μὲν αὐτὸς καὶ ὄντως εὐδαίμων, εὐτυχεῖς δὲ οἱ μεταλαβόντες τῆς τοιαύτης ἀρχῆς· ὅστις δὲ ἐγγὺς ἀφίκετο, τῶν πλέον ἀπολειφθέντων ἀμείνων καὶ εὐτυχέστερος· οἱ δὲ ἀπολειφθέντες παντελῶς ἢ καὶ τὴν ἐναντίαν τραπόμενοι δυστυχεῖς καὶ ἀνόητοι καὶ μοχθηροί, αὑτοῖς τε καὶ ἄλλοις τῶν μεγίστων αἴτιοι συμφορῶν. Εἰ δὴ οὖν καὶ ὑμῖν ταύτῃ πῃ ξυνδοκεῖ, ὥρα ἐπεξιέναι τοῖς ἔργοις, ἃ τεθαυμάκαμεν. καὶ ὅπως μή τις ὑπολάβῃ τὸν λόγον καθ’ αὑτὸν ἰόντα, καθάπερ ἵππον ἀνταγωνιστοῦ στερόμενον ἐν τοῖς δρόμοις, κρατεῖν καὶ ἀποφέρειν τὰ νικητήρια, πειράσομαι, πῇ ποτε διαφέρετον ἀλλήλων ὅ τε ἡμέτερος καὶ ὁ τῶν σοφῶν ῥητόρων ἔπαινος, δεῖξαι. οὐκοῦν οἱ μὲν τὸ προγόνων γενέσθαι δυναστῶν καὶ βασιλέων θαυμάζουσι μάλα, ὀλβίων καὶ εὐδαιμόνων μακαρίους ὑπολαμβάνοντες τοὺς ἐκγόνους· τὸ δὲ ἐπὶ τούτοις οὔτε ἐνενόησαν οὔτε ἐσκέψαντο, τίνα τρόπον διατελοῦσιν τοῖς ἀγαθοῖς χρώμενοι. καίτοι γε τοῦτο ἦν τῆς εὐτυχίας ἐκείνης τὸ κεφάλαιον καὶ σχεδὸν ἁπάντων τῶν ἐκτὸς ἀγαθῶν· εἰ μή τις καὶ πρὸς τοὔνομα δυσχεραίνει, τὴν κτῆσιν ὑπὸ τῆς ἔμφρονος χρήσεως ἀγαθὴν καὶ φαύλην ὑπὸ τῆς ἐναντίας γίγνεσθαι συμβαίνειν·3 ὥστε οὐ μέγα, καθάπερ οἴονται, τὸ βασιλέως πλουσίου καὶ πολυχρύσου γενέσθαι, μέγα δὲ ἀληθῶς τὸ τὴν ἀρετὴν τὴν πατρῴαν ὑπερβαλλόμενον ἄμεμπτον αὑτὸν τοῖς γειναμένοις παρασχεῖν εἰς ἅπαν.

那么,首先让我们简略重温先前的要点,即我们暂停关于这些事项的叙述之处。我想,我们当时曾说,真正赞辞的诚挚听众不应着眼于那些命运屡屡亦分施给恶徒的外在之物,而应着眼于心性与美德,因为唯有善人与天性高尚者方能享有美德。随后我们便以此为发端,展开接续的论辩,犹如遵循某种准绳与铅垂线来匡正言论,善人与君王的赞辞理当与之相契合。凡与此范型达成真实且不偏不倚之契合者,其人自身便是福乐且真正幸福的,而受此统治之人亦是幸运的;凡与此相近之人,亦比那些差距甚远者更为优越、更为幸运;至于全然未能企及、乃至背道而驰者,则是悲惨、愚妄且邪恶之徒,成为自身与他人最大灾祸的根源。 因此,若你们在某种程度上亦赞同此理,那么便到了详察我们所钦佩之功业的时刻。为了不使人认为我的论述犹如在赛道上缺乏竞争对手的奔马独自行进,从而不战而胜并夺取桂冠,我将尝试阐明,我们的赞辞与那些聪颖的修辞学家的赞辞究竟在何处彼此相异。一方面,他们极度称羡出身于权臣与君王之家,认为富足幸福者的后裔便是受福的;然而对于随之而来的问题,他们既未留心亦未探究:这些人究竟以何种方式持续运用其所拥有的诸般善好。然而,假若人们对这一名称不生厌弃的话,这一幸运乃至几乎一切外在善好的核心恰恰在于:占有物唯因明智的使用而成为善好,因相反的使用而成为卑劣;因此,生为富有且多金之君王的后代,并非如他们所认为的那样伟大,真正伟大的,乃是超越父辈的美德,使自己在生养自己的双亲面前始终无可指摘。

语法注3 条
  1. 92aτὸ δὲ ἐν τοῖς ἀγροῖς τῶν γεωργῶν φῦλον ἀροῦντες καὶ φυτεύοντες τροφὴν ἀποίσουσι

    表意一致(constructio ad sensum)。句法上的主语是中性单数短语 τὸ ... φῦλον(“……的群体/阶层”),但鉴于其指涉构成该群体的各个农夫(γεωργοί),后接的分词 ἀροῦντες καὶ φυτεύοντες 采用了阳性复数形式,限定动词 ἀποίσουσι 采用了复数形式。

  2. 92aχαίρειν ἐάσαντες

    惯用表达。χαίρειν ἐάω 搭配宾格宾语(此处为 οἰκοδομήματα 与 λειτουργίας),构成固定短语,意为“告别……”、“摒弃/置……于不顾”。

  3. 93cτοῦτο ἦν τῆς εὐτυχίας ἐκείνης τὸ κεφάλαιον ... τὴν κτῆσιν ... γίγνεσθαι συμβαίνειν

    句式结构。未完成过去时 ἦν 用作所谓“哲学性未完成过去时”,用以唤起已确立的哲学共识(“这向来是……的核心所在”)。随后的“宾格加不定式”结构 τὴν κτῆσιν ... γίγνεσθαι συμβαίνειν 与指示代词 τοῦτο 构成同位语,展开说明其命题内容,即外在财富之善恶完全取决于对其明智的使用(ἔμφρων χρῆσις)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg003.humanitext-grc2:32-33