← 朱利安

论君士坦提乌斯皇帝的功绩或王权

§30-31

断狱之别与官职的适才任用

本节论述统治者当依据过失之轻重审慎划分亲裁与委任之界限,效法神圣天理依众人本性分配官职,并以极其严格之甄别选拔核心辅臣。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§30

Διττῶν δὲ ὄντων τῶν ἁμαρτημάτων,1 καὶ τῶν μὲν ὑποφαινόντων ἐλπίδας ἀμείνους καὶ οὐ πάντη τὴν θεραπείαν ἀπεστραμμένων, τῶν δὲ ἀνίατα πλημμελούντων· τούτοις δὲ οἱ νόμοι θάνατον λύσιν τῶν κακῶν ἐπενόησαν, οὐκ εἰς τὴν ἐκείνων μᾶλλον, εἰς δὲ τὴν ἄλλων ὠφέλειαν· διττὰς δ’ ἀνάγκη τὰς κρίσεις γίγνεσθαι. οὐκοῦν τῶν μὲν ἰασίμων αὑτῷ προσήκειν ὑπολήψεται τήν τε ἐπίγνωσιν καὶ τὴν θεραπείαν, ἀφέξεται δὲ τῶν ἄλλων μάλα ἐρρωμένως, καὶ οὐκ ἄν ποτε ἑκὼν ἅψαιτο κρίσεως, ἐφ’ ᾗ θάνατος ἡ ζημία παρὰ τῶν νόμων τοῖς ὠφληκόσι τὴν δίκην προηγόρευται. νομοθετῶν δὲ ὑπὲρ τῶν τοιούτων ὕβριν μὲν καὶ χαλεπότητα καὶ πικρίαν τῶν τιμωριῶν ἀφαιρήσει, ἀποκληρώσει δὲ αὐτοῖς ἀνδρῶν σωφρόνων καὶ διὰ παντὸς τοῦ βίου βάσανον οὐ φαύλην τῆς αὑτῶν ἀρετῆς παρασχομένων δικαστήριον, οἳ μηδὲν αὐθαδῶς μηδὲ ὁρμῇ τινι παντελῶς ἀλόγῳ χρώμενοι, ἐν ἡμέρας μορίῳ σμικρῷ βουλευσάμενοι, τυχὸν2 δὲ οὐδὲ βουλῇ δόντες, ὑπὲρ ἀνδρὸς πολίτου τὴν μέλαιναν οἴσουσι ψῆφον. αὐτῷ δὲ οὔτε ἐν τῇ χειρὶ ξίφος εἰς πολίτου, κἂν ἀδικῇ τὰ ἔσχατα, φόνον οὔτε ἐν τῇ ψυχῇ κέντρον ὑπεῖναι χρή, ὅπου καὶ τὴν τῶν μελιττῶν ὁρῶμεν βασιλεύουσαν καθαρὰν ὑπὸ τῆς φύσεως πλήκτρου γενομένην. ἀλλ’ οὐκ εἰς μελίττας βλεπτέον, εἰς αὐτὸν δὲ οἶμαι τῶν θεῶν τὸν βασιλέα οὗπερ εἶναι χρὴ τὸν ἀληθῶς ἄρχοντα προφήτην καὶ ὑπηρέτην. οὐκοῦν ὅσα μὲν ἀγαθὰ γέγονε παντελῶς τῆς ἐναντίας ἄμικτα φύσεως καὶ ἐπ’ ὠφελείᾳ κοινῇ τῶν ἀνθρώπων καὶ τοῦ παντὸς κόσμου, τούτων δὲ αὐτὸς ἦν τε καὶ ἔστι δημιουργός· τὰ κακὰ δὲ οὔτ’ ἐγέννησεν οὔτ’ ἐπέταξεν εἶναι, ἀλλ’ αὐτὰ μὲν ἐφυγάδευσεν ἐξ οὐρανοῦ, περὶ δὲ τὴν γῆν στρεφόμενα καὶ τὴν ἐκεῖθεν ἀποικίαν σταλεῖσαν τῶν ψυχῶν διαλαβόμενα κρίνειν ἐπέταξε καὶ διακαθαίρειν τοῖς αὑτοῦ παισὶ καὶ ἐγγόνοις. τούτων δὲ οἱ μέν εἰσι σωτῆρες καὶ ἐπίκουροι τῆς ἀνθρωπίνης φύσεως, ἄλλοι δὲ ἀπαραίτητοι κριταί, τῶν ἀδικημάτων ὀξεῖαν καὶ δεινὴν ἐπάγοντες δίκην ζῶσί τε ἀνθρώποις καὶ ἀπολυθεῖσι τῶν σωμάτων, οἱ δὲ ὥσπερ δήμιοι τιμωροί τινες καὶ ἀποπληρωταὶ τῶν δικασθέντων, ἕτερον τῶν φαύλων καὶ ἀνοήτων δαιμόνων τὸ φῦλον·

既然过错有两种,一种尚现较好之希望且并非全然拒斥治疗,另一种则是无可救治的罪愆(对于后者,法律创设了死亡作为灾祸的解脱,与其说是为了那些人的益处,不如说是为了他人的益处);因此审判也必然分为两种。因此,他会认为对可救治之过错的审查与治疗理应归于自己,但对另一种过错则会坚决抽身退避,绝不会自愿涉足那类依法律而已对定罪者预先宣判死刑的审判。在为此类事项立法时,他将消除刑罚的残酷、严苛与毒辣,并为他们指派由节制之人组成的法庭,这些人在其整个人生中都对其德行给出了非同寻常的明证;他们绝不会专断妄为,亦不会任凭完全不合理的冲动行事,绝不会在仅凭一天中极短的时间进行商议、甚至根本未加深思熟虑的情况下,就对一位同邦公民投下判处死刑的黑石子。在他自己的手中,绝不可执有斩杀公民的利剑,纵然该公民犯下极恶的不义;其灵魂中亦不可存有毒刺,正如我们见到蜂王天生便被造化赋予无刺之躯一样。然而我认为,人们不应着眼于蜜蜂,而应着眼于诸神之王自身,真正的统治者理应作为他的代言人与仆役。事实上,凡已产生的、全然未杂染相反本性、且为了人类与整个宇宙的共同福祉而存在的一切美善之物,他自身过去是、现在也仍是其创造者;至于诸般邪恶,他既未加以孕育,亦未命令其存在,而是将其逐出天界,并命令其子嗣与后裔去审判并荡涤那些在大地上游荡、攫取从天界迁徙而来的灵魂群落的恶行。在这些人中,有的作为人类本性的拯救者与相助者,有的作为铁面无私的审判官,无论对生者还是对脱离肉体者,皆因其不义罪行而施加迅猛而严酷的惩罚,还有的则如同行刑者一般,作为惩罚者去执行已裁决之事,那是另一类卑劣无知的神灵种族。

§31

ἃ δὴ μιμητέον τῷ γενναίῳ καὶ θεοφιλεῖ, καὶ μεταδοτέον πολλοῖς μὲν τῆς ἑαυτοῦ ἀρετῆς διὰ φιλίας ἐς ταύτην τὴν κοινωνίαν προσληφθεῖσιν. ἀρχὰς δὲ ἐπιτρεπτέον οἰκείας ἑκάστου τῇ φύσει καὶ προαιρέσει, τῷ μὲν ἀνδρώδει καὶ τολμηρῷ καὶ μεγαλοθύμῳ μετὰ ξυνέσεως στρατιωτικάς, ἵν’ εἰς δέον ἔχῃ τῷ θυμῷ χρῆσθαι καὶ τῇ ῥώμῃ, τῷ δικαίῳ δὲ καὶ πρᾴῳ καὶ φιλανθρώπῳ καὶ πρὸς οἶκτον εὐχερῶς ἐπικλωμένῳ τῶν πολιτικῶν τὰς ἀμφὶ τὰ συναλλάγματα, βοηθείας τοῖς ἀσθενεστέροις καὶ ἁπλουστέροις μηχανώμενον3 καὶ πένησι πρὸς τοὺς ἰσχυροὺς καὶ ἀπατεῶνας καὶ πανούργους καὶ ἐπαιρομένους τοῖς χρήμασιν ἐς τὸ βιάζεσθαι καὶ ὑπερορᾶν τῆς δίκης, τῷ δὲ ἐξ ἀμφοῖν κεκραμένῳ μείζονα ἐν τῇ πόλει τιμὴν καὶ δύναμιν περιθετέον, καὶ αὐτῷ τὰς ὑπὲρ τῶν ἁμαρτημάτων κρίσεις, οἷς ἕπεται τιμωρία καὶ κόλασις ἔνδικος ἐπ’ ὠφελείᾳ τῶν ἀδικουμένων ἐπιτρέπων ὀρθῶς ἂν καὶ ἐμφρόνως λογίζοιτο. κρίνας γὰρ ὁ τοιοῦτος ἀδεκάστως ἅμα τοῖς συνέδροις παραδώσει τῷ δημίῳ τὰ γνωσθέντα ἐπιτελεῖν, οὔτε διὰ θυμοῦ μέγεθος οὔτε διὰ μαλακίαν ψυχῆς ἁμαρτάνων τοῦ φύσει δικαίου. κινδυνεύει δὲ ὁ κράτιστος ἐν πόλει τοιοῦτός τις εἶναι, τὰ μὲν ἐν ἀμφοτέροις ἔχων ἀγαθά, τὰς δὲ οἷον κῆρας ἐκ τοῦ πλεονάζοντος ἐν ἑκάστῳ τῶν ἔμπροσθεν εἰρημένων ἐκφεύγων. ἐφορῶν δὲ αὐτὸς ἅπαντα καὶ κατευθύνων καὶ ἄρχων ἀρχόντων τοὺς μὲν ἐπὶ τῶν μεγίστων ἔργων καὶ διοικήσεων τεταγμένους καὶ αὐτῷ τῆς ὑπὲρ ἁπάντων βουλῆς κοινωνοῦντας ἀγαθούς τε εἶναι καὶ ὅ, τι μάλιστα αὑτοῦ παραπλησίους εὔξεται γενέσθαι. αἱρήσεται δὲ οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, οὐδ’ ἐθελήσει φαυλότερος εἶναι κριτὴς τῶν λιθογνωμόνων καὶ τῶν βασανιζόντων τὸ χρυσίον ἢ τὴν πορφύραν. τούτοις γὰρ οὐ μία ὁδὸς ἐπὶ τὴν ἐξέτασιν ἀπόχρη, ἀλλὰ συνιέντες οἶμαι τῶν πανουργεῖν ἐθελόντων ποικίλην καὶ πολύτροπον τὴν μοχθηρίαν καὶ τὰ ἐπιτεχνήματα εἰς δύναμιν ἅπασιν ἀντετάξαντο, καὶ ἀντέστησαν ἐλέγχους τοὺς ἐκ τῆς τέχνης. ὃ δὴ καὶ αὐτὸς περὶ τῆς κακίας ὑπολαμβάνων, ὡς ἐστὶ ποικίλη καὶ ἀπατηλὴ καὶ τοῦτό ἐστι χαλεπώτατον τῶν ἐκείνης ἔργων, ὅτι δὴ ψεύδεται πολλάκις ἀρετὴν ὑποδυομένη καὶ ἐξαπατᾷ τοὺς οὐ δυναμένους ὀξύτερον ὁρᾶν ἢ καὶ ἀποκάμνοντας τῷ μήκει τοῦ χρόνου πρὸς τὴν ἐξέτασιν, τὸ παθεῖν τι τοιοῦτον ὀρθῶς φυλάξεται. ἑλόμενος δὲ ἅπαξ καὶ περὶ αὑτὸν τοὺς ἀρίστους ἔχων τούτοις ἐπιτρέψει τὴν τῶν ἐλασσόνων ἀρχόντων αἵρεσιν.

高尚且受神所爱之人诚然应当效法这些,并且应当通过友谊,将自身的德行分享给许多被接纳进入这一共同体的人。他应当根据每个人的本性与志向委以适宜的官职:对于勇敢、果决、度量宽宏且具睿智之人,委以军职,以便其在必要之时施展血气与勇力;对于正直、温和、仁爱且易于动恻隐之心的人,则委以民事行政中关乎契约交易的官职,针对那些仗势凌人、欺诈、奸猾以及因财富而自满以致施暴并藐视公理之辈,设法扶助更为软弱、质朴与贫困之人;至于兼备二者品性之人,则应当在城邦中赋予其更大的尊荣与权柄,若将关于罪愆的审判(伴随合乎正义之惩戒与刑罚,以维护受害者之利益)委托于他,统治者便算得上考虑周全且明智。因为这样的人在与同僚审判官共同裁决时,必能公正不阿,既不因怒气过甚亦不因灵魂软弱而违背天然的正义,并将判定之结果移交行刑者去执行。城邦中最卓越之人,很可能正是兼具上述两种优长、同时又避开了前述两种性格各自过甚所致之灾祸的此类人物。统治者自身巡察一切、指引一切,作为统领众官的长官,必祈愿那些被委以重任、执掌要职并与他共同商议全邦政务的人成为善人,并尽可能与自己相类。他绝不会草率或偶然地予以选拔,亦绝不愿做一个比宝石鉴定师或测试黄金与紫袍之人更为拙劣的品评者。因为对于后者而言,仅凭单一途径检验绝不足够,我想,他们深知企图作伪者的狡诈多端与百般伎俩,故而竭尽所能予以对抗,并设立出自专门技艺的检验程序。统治者自身对于恶德亦作如是观,深知其变幻莫测且极具欺骗性,其最棘手之作为便在于常常假托美德以行伪诈,欺骗那些无法洞察秋毫或因耗时过长而在检验中感到懈怠之人,因此他必当切实防范遭受此类蒙蔽。一旦选定最优秀之人并使其侍奉左右,他便会将次级官员的选拔之权交付给他们。

语法注3 条
  1. 30Διττῶν δὲ ὄντων τῶν ἁμαρτημάτων

    句首的“Διττῶν δὲ ὄντων τῶν ἁμαρτημάτων... τῶν δὲ ἀνίατα πλημμελούντων”为包含两项对立(τῶν μὲν... τῶν δὲ...)的属格独立结构。其后插入了带有自身主谓语的独立小句“τούτοις δὲ οἱ νόμοι...”,随后主句以“διττὰς δ’ ἀνάγκη τὰς κρίσεις γίγνεσθαι”出现;句首的属格独立结构充当了整个主句判断的逻辑前提与原因。

  2. 89dτυχὸν

    动词 τυγχάνω 的第二不定过去时主动语态中性单数分词 τυχόν,由宾格独立结构固化而来的副词用法,意为“或许”、“可能”。它修饰并进一步强化了前文对草率商议的描述(“ἐν ἡμέρας μορίῳ σμικρῷ βουλευσάμενοι”),引出“甚或根本未曾商议”这一更为极端的情形。

  3. 90dμηχανώμενον

    阳性宾格单数分词。在上下文中,官职的授予对象均由与格表示(“τῷ δικαίῳ δὲ καὶ πρᾴῳ...”),而此处分词却作宾格。这是因为无人称动形容词“ἐπιτρεπτέον”隐含的动作发出者(统治者自身)被预设为不定式结构的逻辑宾格主语(αὐτόν),该分词与之呼应,表伴随动作,意为“[统治者在委任官职时,自身]谋求为弱者提供援助”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg003.humanitext-grc2:30-31