- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg003.humanitext-grc2:29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
君王通过身体力行展现坚毅与节制,并保障充足补给以维系军队的纪律与忠诚。在城邦治理中,他铲除内乱与恶习,严明法度并不徇私情,视正义与祖国高于一切。
καὶ καρτερεῖν δὲ καὶ ὑπομένειν τόν τε ἐπὶ στρατιᾶς καὶ ἐν τοῖς ὅπλοις κάματον ὁπόσα τε κατὰ τὴν εἰρήνην ἐξηυρέθη γυμνάσια μελέτης ἕνεκα τῆς πρὸς τοὺς ὀθνείους ἀγῶνας, πῶς ἄν τις μάλιστα πείσας εἴη,1 ἢ δῆλον ὡς αὐτὸς ὁρώμενος καρτερὸς καὶ ἀδαμάντινος; ἔστι γὰρ ἀληθῶς ἥδιστον θέαμα στρατιώτῃ πονουμένῳ σώφρων αὐτοκράτωρ, συνεφαπτόμενος ἔργων καὶ προθυμούμενος καὶ παρακαλῶν καὶ ἐν τοῖς δοκοῦσι φοβεροῖς φαιδρὸς καὶ ἀδεὴς καὶ ὅπου λίαν θαρροῦσι σεμνὸς καὶ ἐμβριθής. πέφυκε γὰρ ἐξομοιοῦσθαι πρὸς τὸν ἄρχοντα τὰ τῶν ὑπηκόων εὐλαβείας πέρι καὶ θράσους. προνοητέον δὲ αὐτῷ τῶν εἰρημένων οὐ μεῖον ὅπως ἄφθονον τὴν τροφὴν ἔχωσι καὶ οὐδενὸς τῶν ἀναγκαίων ἐνδέωνται. πολλάκις γὰρ οἱ πιστότατοι τῶν ποιμνίων φρουροὶ καὶ φύλακες ὑπὸ τῆς ἐνδείας ἀναγκαζόμενοι ἄγριοί τέ εἰσι τοῖς νομεῦσι καὶ αὐτοὺς πόρρωθεν ἰδόντες περιυλακτοῦσι καὶ οὐδὲ τῶν προβάτων ἀπέσχοντο.2 Τοιοῦτος μὲν ἐπὶ στρατοπέδων ὁ γενναῖος, πόλει δὲ σωτὴρ καὶ κηδεμών, οὔτι τοὺς ἔξωθεν μόνον ἀπείργων κινδύνους οὐδὲ ἀντιταττόμενος ἢ καὶ ἐπιστρατεύων βαρβάροις γείτοσι· στάσιν δὲ ἐξαιρῶν καὶ ἔθη μοχθηρὰ καὶ τρυφὴν καὶ ἀκολασίαν τῶν μεγίστων κακῶν παρέξει ῥᾳστώνην. ὕβριν δὲ ἐξείργων καὶ παρανομίαν καὶ ἀδικίαν καὶ ἐπιθυμίαν ἀμέτρου κτήσεως τὰς ἐκ τούτων ἀναφυομένας στάσεις καὶ ἔριδας εἰς οὐδὲν χρηστὸν τελευτώσας οὐδὲ τὴν ἀρχὴν ἀνέξεται φῦναι, γενομένας δὲ ὡς ἔνι τάχιστα ἀφανιεῖ καὶ ἐξελάσει τῆς αὑτοῦ πόλεως. λήσεται δὲ αὐτὸν οὐδεὶς ὑπερβὰς τὸν νόμον καὶ βιασάμενος, οὐ μᾶλλον ἢ τῶν πολεμίων τις τὸν χάρακα. φύλαξ δὲ ὢν ἀγαθὸς τῶν νόμων, ἀμείνων ἔσται δημιουργός, εἴ ποτε καιρὸς καὶ τύχη καλοίη· καὶ οὐδεμία μηχανὴ πείθει τὸν τοιοῦτον ψευδῆ καὶ κίβδηλον καὶ νόθον τοῖς κειμένοις ἐπεισάγειν νόμον, οὐ μᾶλλον ἢ τοῖς αὑτοῦ παισὶ δούλειον καὶ ἀγεννὲς ἐπεισαγαγεῖν σπέρμα. δίκης δὲ αὐτῷ μέλει καὶ θέμιδος, καὶ οὔτε γονεῖς οὔτε ξυγγενεῖς καὶ φίλοι πείθουσι καταχαρίσασθαί σφιν καὶ προδοῦναι τὸ ἔνδικον. ὑπολαμβάνει γὰρ ἁπάντων εἶναι τὴν πατρίδα κοινὴν ἑστίαν καὶ μητέρα, πρεσβυτέραν μὲν καὶ σεμνοτέραν τῶν πατέρων, φιλτέραν δὲ ἀδελφῶν καὶ ξένων καὶ φίλων· ἧς ἀποσυλῆσαι τὸν νόμον3 καὶ βιάσασθαι μεῖζον ἀσέβημα κρίνει τῆς περὶ τὰ χρήματα τῶν θεῶν παρανομίας. ἔστι γὰρ ὁ νόμος ἔκγονος τῆς δίκης, ἱερὸν ἀνάθημα καὶ θεῖον ἀληθῶς τοῦ μεγίστου θεοῦ, ὃν οὐδαμῶς ὅ γε ἔμφρων ἀνὴρ περὶ σμικροῦ ποιήσεται οὐδὲ ἀτιμάσει· ἀλλὰ ἐν δίκῃ πάντα δρῶν τοὺς μὲν ἀγαθοὺς τιμήσει προθύμως, τοὺς μοχθηροὺς δὲ ἐς δύναμιν ἰᾶσθαι καθάπερ ἰατρὸς ἀγαθὸς προθυμήσεται.
况且,对于行军作战与披甲持械的辛劳,以及为了应对外敌征战而在和平时期所创设的一切操练,若非亲自展现出坚毅不屈、坚如磐石的姿态,人们又怎能最有效地使人忍耐承受呢?盖因对于劳苦奋战的士兵而言,真正最感欣慰的景象,莫过于一位审慎节制的最高统帅:他亲身分担劳役,满怀热忱,循循劝勉,在看似险恶的境地中怡然坦荡、无所畏惧,而在众人过于大胆之时又端庄威严。盖因臣民在戒慎与果敢方面的品行,天生便会向其统治者看齐。然而,他同样不可忽视此前所述之事,必须深谋远虑,确保士兵享有充裕的粮饷,不致匮乏任何必需之物。因为纵使是看守羊群最忠诚的卫士与护犬,一旦受匮乏所迫,亦往往会对牧人反目成仇,远远望见便狂吠相向,甚至连羊群也不会放过。 高尚之人在军营之中便是如此,而对城邦而言,他则是拯救者与守护者,绝非仅仅御敌于外,亦非仅与邻近的蛮族抗衡或出兵征伐;相反,他通过根除内乱、恶习、奢靡与放纵,使城邦摆脱最深重的灾祸而得享安宁。他屏绝傲慢、违法、不义以及贪得无厌的敛财之念,对于由此滋生且绝无善果的党争与纷争,不仅绝不容许其萌发,纵然产生,亦必尽快将其荡涤殆尽、逐出本邦。绝无任何违犯法纪、强凌律令之人能逃过他的耳目,正如绝无敌人能潜越营垒的栅栏一般。他既是法度的优良守护者,若逢时机与命运之召唤,便会成为更为卓越的立法者;任何手段皆无法诱使这样的人在现有法度中掺入虚假、伪冒与杂乱的法令,正如绝无可能诱使其在自身子嗣中混入奴贱卑微的血脉一样。他时刻谨守正义与天理神法,无论是父母、亲族还是友人,皆不能说服他曲意徇私而背弃公理。因为他认定祖国乃是所有人共同的家园与母亲,比诸位父辈更为古老崇高,比兄弟、宾客与友人更为亲切珍贵;剥夺祖国的法度并加以践踏,在他看来是比侵吞神明财产更为严重的亵渎之罪。因为法度乃正义之子嗣,是献于至高神明的神圣而真正属神的奉献,明智之人绝不会视其为微不足道,更不会加以亵渎;相反,他恪遵正义行事,必欣然褒奖善士,而对恶徒则如良医一般,竭尽全力予以医治拯救。
- 29πῶς ἄν τις μάλιστα πείσας εἴη
由 ἄν、不定过去时分词 πείσας 与系动词祈愿体 εἴη 构成的迂回式潜能祈愿语气(相当于 πῶς ἄν τις μάλιστα πείσειε)。句首的不定词短语(καρτερεῖν δὲ καὶ ὑπομένειν...)作为前置的补足成分,受此动词结构支配。
- 88bοὐδὲ τῶν προβάτων ἀπέσχοντο
ἀπέσχοντο 虽为直陈式不定过去时,但在此充当通则不定过去时(gnomic aorist),与前文的现在时动词(εἰσι, περιυλακτοῦσι)并列,用以表达普遍或习见的规律事实。
- 89aἧς ἀποσυλῆσαι τὸν νόμον
关系代词 ἧς 先行词为 πατρίδα。动词 ἀποσυλάω 常接分离属格或双宾格表示“夺取某人之某物”,故 ἧς 依附于 ἀποσυλῆσαι,意为“剥夺祖国的法度”。
