- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg003.humanitext-grc2:3-4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者摈弃了关于外在财富与奢华的谈论,论证了皇帝在武艺、骑术及方阵指挥上均超越荷马史诗中的英雄,并着手准备详述其在战争中的具体功业。
οὐκοῦν ἀφέντας χρὴ τοῖς Ὁμηρίδαις τὰ τοιαῦτα πολυπραγμονεῖν1 ἐπὶ τὰ τούτων ἐγγυτέρω πρὸς ἀρετήν, καὶ ὧν μείζονα ποιεῖ προμήθειαν,2 σώματος ῥώμης καὶ τῆς ἐν τοῖς ὅπλοις ἐμπειρίας, θαρροῦντας ἰέναι. Τίνι δήποτε οὖν τῶν ὑπὸ τῆς Ὁμηρικῆς ὑμνουμένων σειρῆνος εἴξομεν; ἔστι μὲν γὰρ τοξότης παρ’ αὐτῷ Πάνδαρος, ἀνὴρ ἄπιστος καὶ χρημάτων ἥττων, ἀλλὰ καὶ ἀσθενὴς τὴν χεῖρα καὶ ὁπλίτης φαῦλος, Τεῦκρός τε ἐπ’ αὐτῷ καὶ Μηριόνης, ὁ μὲν ἐπὶ τῆς πελειάδος τῷ τόξῳ χρώμενος, ὁ δὲ ἠρίστευε μὲν ἐν τῇ μάχῃ, ἐδεῖτο δὲ ὥσπερ ἐρύματος καὶ τειχίου. ταῦτά τοι καὶ προβάλλεται τὴν ἀσπίδα, οὔτι τὴν οἰκείαν, τἀδελφοῦ δέ, καὶ στοχάζεται καθʼ ἡσυχίαν τῶν πολεμίων, γελοῖος ἀναφανεὶς στρατιώτης, ὅς γε ἐδεῖτο μείζονος φύλακος καὶ οὐκ ἐν τοῖς ὅπλοις ἐποιεῖτο τῆς σωτηρίας τὰς ἐλπίδας. σὲ δῆτα ἐθεασάμην, ὦ φίλε βασιλεῦ, ἄρκτους καὶ παρδάλεις καὶ λέοντας συχνοὺς καταβάλλοντα τοῖς ἀφιεμένοις βέλεσι, χρώμενον δὲ πρὸς θήραν καὶ παιδιὰν τόξῳ, ἐπὶ δὲ τῆς παρατάξεως ἀσπίς ἐστί σοι καὶ θώραξ καὶ κράνος· καὶ οὐκ ἂν καταδείσαιμι τὸν Ἀχιλλέα τοῖς Ἡφαιστείοις λαμπρυνόμενον καὶ ἀποπειρώμενον αὑτοῦ καὶ τῶν ὅπλων, "Εἴ οἱ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα·" ἀνακηρύττει γὰρ εἰς ἅπαντας τὴν σὴν ἐμπειρίαν τὰ κατορθώματα. Τήν γε μὴν ἱππικὴν καὶ τὴν ἐν τοῖς δρόμοις κουφότητα ἆρά σοι παραβαλεῖν ἄξιον τῶν πρόσθεν τοὺς ἀραμένους ὄνομα καὶ δόξαν μείζονα; ἢ τὸ μὲν οὐδὲ ηὕρητό πω; ἅρμασι γὰρ ἐχρῶντο καὶ οὔπω πώλοις ἄζυξι· τάχει δὲ ὅστις διήνεγκε, τούτῳ πρὸς σὲ γέγονεν ἀμφήριστος κρίσις· τάξιν δὲ κοσμῆσαι καὶ φάλαγγα διατάξαι καλῶς δοκεῖ Μενεσθεὺς κράτιστος, καὶ τούτῳ διὰ τὴν ἡλικίαν ὁ Πύλιος οὐχ ὑφίεται τῆς ἐμπειρίας. ἀλλὰ τῶν μὲν οἱ πολέμιοι πολλάκις τὰς τάξεις συνετάραξαν, καὶ οὐδὲ ἐπὶ τοῦ τείχους ἴσχυον ἀντέχειν παραταττόμενοι· σοὶ δὲ μυρίαις μάχαις ξυμμίξαντι καὶ πολεμίοις πολλοῖς μὲν βαρβάροις, οὐκ ἐλάττοσι δὲ τούτων τοῖς οἴκοθεν ἀφεστῶσι καὶ συνεπιθεμένοις τῷ τὴν ἀρχὴν σφετερίσασθαι προελομένῳ ἀρραγὴς ἔμεινεν ἡ φάλαγξ καὶ ἀδιάλυτος, οὐδ’ ἐπὶ σμικρὸν ἐνδοῦσα.
因此,我们应当把对这类琐事的研求留给荷马的门徒,而怀着充沛的信心,迈向比这些更接近美德的事物,迈向您更为关切的事情——亦即肉体的健魄与驾驭武器的熟练技能。 那么,在被荷马这位塞壬所歌咏的人物中,我们究竟应当向谁让步呢?在他笔下固然有弓箭手潘达罗斯,那是一个不可信赖且见钱眼开的人,况且手腕软弱,身为重装步兵亦极卑劣;接着是他身后的透克洛斯和梅里奥涅斯,其中一人不过是对着斑鸠施展弓术,另一人虽在战斗中表现勇武,却需要诸如掩体和小墙之类的依托。正因如此,他举起一面盾牌——绝非他自己的,而是他兄弟的——并在安稳中瞄准敌人,显出是一副可笑的战士形象,他不仅需要更伟大的保护者,而且未将得救的希望寄托在自己的武具上。然而,亲爱的皇帝,我亲眼得见您用射出的箭矢击倒熊、豹和无数的雄狮,将弓箭用于狩猎与消遣,而到了排兵布阵之时,您身上披挂的则是盾牌、胸甲和头盔;因此,我绝不会畏惧那位身披赫淮斯托斯铸造的铠甲而容光焕发、试探自身与铠甲的阿喀琉斯: “看它是否合身,他光彩的四肢能否自如奔动;”因为您的卓著战绩向世人宣告了您的熟练经验。 再者,在骑术与奔跑的轻捷敏捷方面,难道值得把往昔那些博得盛名与更大声誉的人与您相比吗?抑或前者在当时甚至尚未发明?因为他们使用战车,尚未骑乘未套犁轭的独马;纵使有人在速度上拔得头筹,与您相比其高下亦难分轩轾。而在整肃阵列、妥善部署方阵方面,梅涅斯透斯被认为最为卓越,而皮洛斯老人(涅斯托尔)因其年岁在经验上亦不让他分毫。然而,他们的阵列常被敌人打乱,甚至列阵于城墙之上亦无法坚守;而在您身上,当您历经万千激战,面对无数蛮族之敌,以及数量不亚于蛮族的国内叛离者——即那些附随企图篡夺君权者共同来犯之徒——您的方阵始终坚不可摧、不可瓦解,未曾有丝毫退让。
καὶ ὅτι μὴ λῆρος ταῦτα μηδὲ προσποίησις λόγων τῆς ἐπὶ τῶν ἔργων ἀληθείας κρείττων, ἐθέλω τοῖς παροῦσι διεξελθεῖν. γελοῖον γὰρ οἶμαι πρὸς σὲ περὶ τῶν σῶν ἔργων διηγεῖσθαι· καὶ ταὐτὸν ἂν πάθοιμι φαύλῳ καὶ ἀκόμψῳ θεατῇ τῶν Φειδίου δημιουργημάτων πρὸς αὐτὸν Φειδίαν ἐπιχειροῦντι διεξιέναι περὶ τῆς ἐν ἀκροπόλει παρθένου καὶ τοῦ παρὰ τοῖς Πισαίοις Διός. εἰ δὲ ἐς τοὺς ἄλλους ἐκφέροιμι τὰ σεμνότατα τῶν ἔργων, ἴσως ἂν ἀποφύγοιμι τὴν ἁμαρτάδα, καὶ οὐκ ἔσομαι ταῖς διαβολαῖς ἔνοχος· ὥστε ἤδη θαρροῦντα χρὴ λέγειν. Καί μοι μή τις δυσχεράνῃ πειρωμένῳ πράξεων ἅπτεσθαι μειζόνων, εἰ καὶ τὸ τοῦ λόγου συνεκθέοι μῆκος, καὶ ταῦτα θέλοντος ἐπέχειν καὶ βιαζομένου,3 ὅπως μὴ τῷ μεγέθει τῶν ἔργων ἡ τῶν λόγων ἀσθένεια περιχεομένη διαλυμήνηται· καθάπερ δὴ τὸν χρυσόν φασι τοῦ Θεσπιᾶσιν Ἔρωτος τοῖς πτεροῖς ἐπιβληθέντα τὴν ἀκρίβειαν ἀφελεῖν τῆς τέχνης. δεῖται γὰρ ἀληθῶς τῆς Ὁμηρικῆς σάλπιγγος τὰ κατορθώματα, καὶ πολὺ πλέον ἢ τὰ τοῦ Μακεδόνος ἔργα. δῆλον δὲ ἔσται χρωμένοις ἡμῖν τῷ τρόπῳ τῶν λόγων, ὅνπερ ἐξ ἀρχῆς προυθέμεθα. ἐφαίνετο δὲ τῶν βασιλέως ἔργων πρὸς τὰ τῶν ἡρώων πολλὴ ξυγγένεια, καὶ αὐτὸν ἔφαμεν ἁπάντων προφέρειν ἐν ᾧ μάλιστα τῶν ἄλλων ἕκαστος διήνεγκε, καὶ ὅπως ἐστὶ τοῦ μὲν δὴ βασιλέως αὐτοῦ βασιλικώτερος, εἴ που μεμνήμεθα τῶν ἐν προοιμίῳ ῥηθέντων, ἐπεδείκνυμεν, ἔσται δὲ καὶ μάλα αὖθις καταφανές. νῦν δέ, εἰ βούλεσθε, τὰ περὶ τὰς μάχας καὶ τοὺς πολέμους ἀθρήσωμεν.
为了表明这些绝非虚妄之谈,亦非超越事实真相的言辞粉饰,我愿向在场之人细陈始末。因为我认为,当面向您讲述您自己的功绩是荒谬可笑的;这好比一个粗鄙拙劣的菲狄亚斯雕塑观赏者,竟企图向菲狄亚斯本人大谈卫城上的少女像和皮萨人那里的宙斯像,我亦必将落得同样的境地。但如果我向他人宣扬这些最崇高的功勋,或许便能避开过失,不致遭受责难;因此,如今理当满怀信心地开讲了。 当我试图触及更伟大的功业时,即使文辞的篇幅有所延展,也请莫要对我心生不悦,况且这是在我本想克制并极力自律的情况下发生的,唯恐言辞的软弱缠绕在功业的宏大之上而将其损害——正如人们所说,加在忒斯庇埃的厄罗斯翅膀上的黄金,反倒夺去了雕刻技艺的精湛严密。因为您的丰功伟绩确实需要荷马的号角,且远甚于那位马其顿人的功业。只要我们运用自始便确立的言说方式,这一点便将昭然若揭。此前可见,皇帝的功业与英雄们的功业之间有着极深的相通性,我们曾言他在其他人各自最擅长的领域盖过了所有人;若我们多少还记得序言中所说的话,我们曾展示了他何以比那位王者本人更具君王气象,而这一点很快将再度展露无遗。现在,如果诸位愿意,就让我们来审视战事与战争吧。
- 3ἀφέντας χρὴ τοῖς Ὁμηρίδαις τὰ τοιαῦτα πολυπραγμονεῖν
无人称动词χρὴ支配不定式ἰέναι,宾格分词ἀφέντας作为其通称意义上的逻辑主语(“我们”)。同时,ἀφέντας又支配不定式πολυπραγμονεῖν及其与格补足语τοῖς Ὁμηρίδαις,构成“任由荷马的追随者去研求此类琐事”的嵌套不定式结构。
- 3ὧν μείζονα ποιεῖ προμήθειαν
关系代名词ὧν的先行词是紧随其后的属格短语σώματος ῥώμης καὶ τῆς ἐν τοῖς ὅπλοις ἐμπειρίας(起先行动格作用)。动词短语ποιεῖ προμήθειαν(“关切/重视”)要求支配属格,因而关系代词采用属格形式。
- 54bκαὶ ταῦτα θέλοντος ἐπέχειν καὶ βιαζομένου
习语καὶ ταῦτα(“而且还是在……情况下/即便如此”)与属格独立结构(θέλοντος... καὶ βιαζομένου)相结合。尽管其逻辑主语与主句中的与格μοι(说话者自身)同一,但此处使用独立的属格分词结构以强化让步背景。
