- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg003.humanitext-grc2:2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
讲者援引荷马关于佩洛普斯家族王杖传承的诗句,将该家族短暂的世系与皇帝祖父及父亲解放并统治广袤疆土的伟业相对比,并驳斥了对物质财富的肤浅赞美。
ἀρξώμεθα δὲ ἀπὸ τοῦ σκήπτρου πρῶτον, εἰ βούλει, καὶ τῆς βασιλείας αὐτῆς· τί γὰρ δή φησιν ὁ ποιητὴς ἐπαινεῖν ἐθέλων τῆς τῶν Πελοπιδῶν οἰκίας τὴν ἀρχαιότητα καὶ τὸ μέγεθος τῆς ἡγεμονίας ἐνδείξασθαι; "ἀνὰ δὲ κρείων Ἀγαμέμνων Ἔστη σκῆπτρον ἔχων, τὸ μὲν Ἥφαιστος κάμε τεύχων," καὶ ἔδωκε Διί, ὁ δὲ τῷ τῆς Μαίας καὶ ἑαυτοῦ παιδί, Ἑρμείας δὲ ἄναξ δῶκε Πέλοπι, Πέλοψ δὲ "δῶκ’ Ἀτρέι ποιμένι λαῶν· Ἀτρεὺς δὲ θνήσκων ἔλιπε πολύαρνι Θυέστῃ· Αὐτὰρ ὅγ’ αὖτε Θυέστ’ Ἀγαμέμνονι δῶκε φορῆναι, Πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν·" Αὕτη σοι τῆς Πελοπιδῶν οἰκίας ἡ γενεαλογία, εἰς τρεῖς οὐδὲ ὅλας μείνασα γενεάς· τά γε μὴν τῆς ἡμετέρας ξυγγενείας ἤρξατο μὲν ἀπὸ Κλαυδίου, μικρὰ δὲ ἐν μέσῳ διαλιπούσης τῆς ἡγεμονίας τὼ πάππω τὼ σὼ διαδέχεσθον.1 καὶ ὁ μὲν τῆς μητρὸς πατὴρ τὴν Ῥώμην διῴκει καὶ τὴν Ἰταλίαν, καὶ τὴν Λιβύην τε ἐπ’ αὐτῇ, καὶ Σαρδὼ καὶ Σικελίαν, οὔτι φαυλοτέραν τῆς Ἀργείας καὶ Μυκηναίας δυναστείαν, ὅ γε μὴν τοῦ πατρὸς γεννήτωρ Γαλατίας ἔθνη τὰ μαχιμώτατα καὶ τοὺς Ἑσπερίους Ἴβηρας καὶ τὰς ἐντὸς Ὠκεανοῦ νήσους, αἳ τοσούτῳ μείζους τῶν ἐν τῇ θαλάττῃ τῇ καθ’ ἡμᾶς ὁρωμένων εἰσίν, ὅσῳ καὶ τῆς εἴσω θαλάττης ἡ τῶν Ἡρακλείων στηλῶν ὑπερχεομένη.2 ταύτας δὲ ὅλας τὰς χώρας καθαρὰς ἀπέφηναν πολεμίων, κοινῇ μὲν ἐπιστρατεύοντες, εἴ ποτε τούτου δεήσειεν, ἐπιφοιτῶντες δὲ ἔστιν ὅτε καὶ κατ’ ἰδίαν ἕκαστος τῶν ὁμόρων βαρβάρων ὕβριν τε καὶ ἀδικίαν ἐξέκοπτον. ἐκεῖνοι μὲν δὴ τούτοις ἐκοσμοῦντο. ὁ πατὴρ δὲ τὴν μὲν προσήκουσαν αὐτῷ μοῖραν μάλα εὐσεβῶς καὶ ὁσίως ἐκτήσατο, περιμείνας τὴν εἱμαρμένην τελευτὴν τοῦ γεγεννηκότος, τὰ λοιπὰ δὲ ἀπὸ βασιλείας εἰς τυραννίδας ὑπενεχθέντα δουλείας ἔπαυσε χαλεπῆς, καὶ ἦρξε συμπάντων τρεῖς ὑμᾶς τοὺς αὑτοῦ παῖδας προσελόμενος ξυνάρχοντας. ἆρ’ οὖν ἄξιον μέγεθος δυνάμεως παραβαλεῖν καὶ τὸν ἐν τῇ δυναστείᾳ χρόνον καὶ πλῆθος βασιλευσάντων; ἢ τοῦτο μέν ἐστιν ἀληθῶς ἀρχαῖον, μετιτέον δὲ ἐπὶ τὸν πλοῦτον καὶ θαυμαστέον σου τὴν χλαμύδα ξὺν τῇ πόρπῃ, ἃ δὴ καὶ Ὁμήρῳ διατριβὴν παρέσχεν ἡδεῖαν; λόγου τε ἀξιωτέον πολλοῦ τὰς Τρωὸς ἵππους, αἳ τρισχίλιαι οὖσαι "ἕλος κάτα βουκολέοντο," καὶ τὰ φώρια τὰ ἐντεῦθεν; ἢ τοὺς Θρᾳκίους ἵππους εὐλαβησόμεθα λευκοτέρους μὲν τῆς χιόνος, θεῖν δὲ ὠκυτέρους τῶν χειμερίων πνευμάτων, καὶ τὰ ἐν αὐτοῖς ἅρματα; καὶ ἔχομέν σε ἐν τούτοις ἐπαινεῖν, οἰκίαν τε οἶμαι τὴν Ἀλκίνου καὶ τὰ τοῦ Μενέλεω δώματα καταπληξάμενα καὶ τὸν τοῦ πολύφρονος Ὀδυσσέως παῖδα καὶ τοιαῦτα ληρεῖν ἀναπείσαντα τοῖς σοῖς παραβαλεῖν ἀξιώσομεν, μή ποτε ἄρα ἔλασσον ἔχειν ἐν τούτοις δοκῇς, καὶ οὐκ ἀπωσόμεθα τὴν φλυαρίαν; ἀλλ’ ὅρα μή τις ἡμᾶς μικρολογίας καὶ ἀμαθίας τῶν ἀληθῶς καλῶν γραψάμενος ἕλῃ.3
如果您愿意,我们首先不妨从权杖与王权本身谈起;因为诗人意欲赞美佩洛普斯家族的古老,并彰显其统治的盛大时,究竟说了什么? “主帅阿伽门农手持权杖站立起来,那权杖是赫淮斯托斯劳苦制作的,”并赐给了宙斯,宙斯又赐给自己与迈亚之子,而赫耳墨斯王赐给了佩洛普斯,佩洛普斯又“赐给了民众的牧者阿特柔斯;阿特柔斯垂死时将它留给了拥有无尽羊群的堤厄斯忒斯;随后堤厄斯忒斯又将它交给阿伽门农持掌,去统治众多岛屿与整个阿尔戈斯。” 这就是为您呈示的佩洛普斯家族的谱系,甚至未能存续足足三代;而我们家族的世系则始于克劳狄乌斯,其间王权虽稍有中断,随后您的两位祖父便继承了它。您母亲的父亲治理着罗马和意大利,外加利比亚,还有撒丁与西西里——这绝非比阿尔戈斯与迈锡尼低微的统辖;而您父亲的生身之父则治理着高卢诸族中最骁勇善战者、西方的伊比利亚人,以及大洋内的岛屿,这些岛屿大于我们海域中所见诸岛的程度,正如溢出于赫拉克勒斯之柱的海面大于内海一样。他们使这整个地域荡涤无敌,若有需要便共同出征,时或各自巡弋,斩断邻近蛮族的狂妄与不义。他们确实以此为荣。而您的父亲则极其虔敬神圣地获得了属于他的一份,耐心等待着生父命中注定的死亡,并将其余由王政沦为僭主统治的各地从严酷的奴役中解救出来,又选定身为他自己儿子的你们三人作为共同统治者,掌管了整个天下。那么,比较势力的浩大、统治的岁月以及执政者的人数,值得吗?抑或这种做法确实过于陈旧,我们应当转向财富,惊叹您带有别针的长袍——这在当时也确实为荷马提供了愉悦的话题?我们是否应当高度评价特罗斯那三千匹“在沼泽边牧放的”母马,以及由此而来的盗产?还是我们应当对那些比雪更白、奔跑比冬日风暴更疾速的色雷斯骏马及其挽具战车心存敬畏?难道我们能就这些方面赞美您,并且因为唯恐您在这些事上显得逊色,就认为足以将阿尔基诺俄斯的宫殿以及曾令足智多谋的奥德修斯之子震慑并诱使他胡言乱语的墨涅拉俄斯的大殿与您的宫室相比,而不肯抛弃这种无稽之谈吗?然而切当留意,免得有人指控我们斤斤计较且对真正美好之物茫然无知,并最终判我们有罪。
- 51cτὼ πάππω τὼ σὼ διαδέχεσθον
主语和动词均保留了古典时期的双数形式(τὼ πάππω τὼ σὼ, διαδέχεσθον)。历史上指君士坦提乌斯二世的外祖父(马克西米安)与祖父(君士坦提乌斯·克洛鲁)。
- 51dαἳ τοσούτῳ μείζους τῶν ἐν τῇ θαλάττῃ τῇ καθ’ ἡμᾶς ὁρωμένων εἰσίν, ὅσῳ καὶ τῆς εἴσω θαλάττης ἡ τῶν Ἡρακλείων στηλῶν ὑπερχεομένη
由表示差异程度的与格(τοσούτῳ... ὅσῳ...)构成的相关比较句。意为“大洋诸岛大于地中海诸岛的程度,正如溢出于赫拉克勒斯之柱的海(大西洋)大于内海(地中海)一样”。后半句由定冠词 ἡ 与分词 ὑπερχεομένη 承接省略的 θάλαττα。
- 52dἀλλ’ ὅρα μή τις ἡμᾶς μικρολογίας καὶ ἀμαθίας τῶν ἀληθῶς καλῶν γραψάμενος ἕλῃ
由 ὅρα μή 引导虚拟式(ἕλῃ)构成的警示句(“当心……以免”)。句中借用了雅典法庭术语的比喻:中间位分词 γραψάμενος(源自 γραφὴν γράφεσθαι,“提起公诉”)支配表示罪名的属格(μικρολογίας καὶ ἀμαθίας),随后接 ἕλῃ(源自 αἱρεῖν,“胜诉/定罪”)。
