- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg003.humanitext-grc2:5-6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者引述荷马所赞颂的最杰出英雄(如埃阿斯、阿喀琉斯、赫克托尔等)与皇帝的功绩相拟,由此引入对皇帝平定篡位者马格嫩提乌斯之叛乱、在此前河畔恶战中为正义而战的叙述。
τίνας οὖν Ὅμηρος διαφερόντως ὕμνησεν Ἑλλήνων ὁμοῦ καὶ βαρβάρων; αὐτὰ ὑμῖν ἀναγνώσομαι τῶν ἐπῶν τὰ καιριώτατα. "Τίς τ’ ἂρ τῶν ὄχ’ ἄριστος ἔην, σύ μοι ἔννεπε, Μοῦσα, Ἀνδρῶν ἠδ’ ἵππων, οἳ ἃμ’ Ἀτρείδαισιν ἕποντο. Ἀνδρῶν μὲν μέγ’ ἄριστος ἔην Τελαμώνιος Αἴας, Ὄφρ’ Ἀχιλεὺς μήνιεν· ὁ γὰρ πολὺ φέρτατος ἦεν." καὶ αὖθις ὑπὲρ τοῦ Τελαμωνίου φησίν· "Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δ’ ἔργ’ ἐτέτυκτο, Τῶν ἄλλων Δαναῶν μετ’ ἀμύμονα Πηλείωνα." Ἑλλήνων μὲν δὴ τούτους ἀρίστους ἀφῖχθαί φησι, τῶν δὲ ἀμφὶ τοὺς Τρῶας Ἕκτορα καὶ Σαρπηδόνα. βούλεσθε οὖν αὐτῶν τὰ λαμπρότατα ἐπιλεξάμενοι περιαθρῶμεν τὸ μέγεθος; καὶ γάρ πως ἐς ταὐτόν τισι τῶν βασιλέως ξυμφέρεται1 ἥ τε ἐπὶ τῷ ποταμῷ τοῦ Πηλέως μάχη καὶ ὁ περὶ τὸ τεῖχος τῶν Ἀχαιῶν πόλεμος· Αἴας τε ὑπεραγωνιζόμενος τῶν νεῶν καὶ ἐπιβεβηκὼς τῶν ἰκρίων ἴσως ἂν τυγχάνοι τινὸς ἀξίας εἰκόνος. ἐθέλω δὲ ὑμῖν διηγεῖσθαι τὴν ἐπὶ τῷ ποταμῷ μάχην, ἣν ἠγωνίσατο βασιλεὺς ἔναγχος. ἴστε δὲ ὅθεν ὁ πόλεμος ἐξερράγη, καὶ ὅτι ξὺν δίκῃ καὶ οὐ τοῦ πλείονος ἐπιθυμίᾳ διεπολεμήθη. κωλύει δὲ οὐδὲν ὑπομνησθῆναι δι’ ὀλίγων.
那么,荷马在希腊人与异邦人之中,究竟对谁推崇备至呢?我且为诸位诵读其中最切中肯綮的诗句: “缪斯啊,请告诉我,跟从阿特柔斯之子而来的众人与马匹中, 究竟谁最为卓越? 众人之中,特拉蒙之子大埃阿斯最为骁勇, 只要阿喀琉斯仍在发怒;因为后者才远比所有人强悍。” 他又论及特拉蒙之子道: “埃阿斯,无论就容貌还是武功而言, 在其他达那奥斯人中,皆仅次于完美无瑕的珀琉斯之子。” 荷马宣称,在来临的希腊人中这几位最为杰出,而在特洛伊一方则是赫克托尔与萨耳珀冬。那么,诸位是否愿意让我们遴选他们最光辉的功绩,一同审视其伟大之处呢?因为不知怎地,珀琉斯之子在河畔的恶战,以及围绕阿开奥斯人城墙的战事,恰与皇帝的某些功业不谋而合;而埃阿斯为战船奋力搏杀、傲立甲板之上的身姿,或许亦能成为恰如其分的对照。我正愿向诸位详述皇帝不久前在河畔所经历的那场殊死战斗。诸位自知战争由何而起,且知道这是因公义而战,绝非出于开疆拓土的贪欲;尽管如此,用寥寥数语稍作追述亦无不可。
Ἀνὴρ ἄπιστος καὶ θρασὺς τῆς οὐ προσηκούσης ὀρεχθεὶς ἡγεμονίας κτείνει τὸν ἀδελφὸν βασιλέως καὶ τῆς ἀρχῆς κοινωνόν, καὶ ᾔρετο λαμπραῖς ταῖς ἐλπίσιν, ὡς τὸν Ποσειδῶνα μιμησόμενος καὶ ἀποφανῶν οὐ μῦθον τὸν Ὁμήρου λόγον, παντὸς δὲ ἀληθῆ μᾶλλον, ὃς ἔφη περὶ τοῦ θεοῦ· "Τρὶς μὲν ὀρέξατ’ ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ, Αἰγάς," καὶ ὡς ἐντεῦθεν τὴν πανοπλίαν ἀναλαβὼν καὶ ὑποζεύξας τοὺς ἵππους διὰ τοῦ πελάγους ἐφέρετο. "Γηθοσύνῃ δὲ θάλασσα διίστατο· τοὶ δ’ ἐπέτοντο Ῥίμφα μάλ’, οὐδ’ ὑπένερθε διαίνετο χάλκεος ἄξων," ἅτε οὐδενὸς ἐμποδὼν ὄντος, πάντων δὲ ἐξισταμένων καὶ ὑποχωρούντων ἐν χαρμονῇ. οὔκουν οὐδὲν αὑτῷ πολέμιον οὐδὲ ἀντίπαλον ᾤετο καταλιπέσθαι, οὐδὲ αὑτὸν κατείργειν οὐδὲ ἓν τὸ μὴ ἐπὶ τοῦ Τίγρητος στῆναι ταῖς ἐκβολαῖς.2 εἵπετο δὲ αὐτῷ πολὺς μὲν ὁπλίτης, ἱππεῖς δὲ οὐχ ἥττους, ἀλλ’ οἵπερ ἄλκιμοι, Κελτοὶ καὶ Ἴβηρες Γερμανῶν τε οἱ πρόσοικοι Ῥήνῳ καὶ τῇ θαλάττῃ τῇ πρὸς ἑσπέραν, ἣν εἴτε Ὠκεανὸν χρὴ καλεῖν εἴτε Ἀτλαντικὴν θάλατταν εἴτε ἄλλῃ τινὶ χρῆσθαι προσωνυμίᾳ προσῆκον, οὐκ ἰσχυρίζομαι· πλὴν ὅτι δὴ αὐτῇ προσοικεῖ δύσμαχα καὶ ῥώμῃ διαφέροντα τῶν ἄλλων ἐθνῶν γένη βαρβάρων, οὐκ ἀκοῇ μόνον, ἥπερ δὴ τυγχάνει πίστις οὐκ ἀσφαλής, ἀλλ’ αὐτῇ πείρᾳ τοῦτο ἐκμαθὼν οἶδα. τούτων δὴ τῶν ἐθνῶν ἐξαναστήσας οὐκ ἔλαττον πλῆθος τῆς οἴκοθεν αὐτῷ ξυνεπισπομένης στρατιᾶς, μᾶλλον δὲ τὸ μὲν ὡς οἰκεῖον εἵπετο πολὺ καὶ αὐτῷ ξύμφυλον, τὸ δὲ ἡμέτερον· οὕτω γὰρ καλεῖν ἄξιον· ὁπόσον Ῥωμαίων βίᾳ καὶ οὐ γνώμῃ ξυνηκολούθησεν, ἐοικὸς ἐπικούροις καὶ μισθοφόροις, ἐν Καρὸς εἵπετο τάξει καὶ σχήματι,3 δύσνουν μέν, ὡς εἰκός, βαρβάρῳ καὶ ξένῳ, μέθῃ καὶ κραιπάλῃ τὴν δυναστείαν περιφρονήσαντι καὶ ἀνελομένῳ, ἄρχοντι δέ, ὥσπερ ἦν ἄξιον τὸν ἐκ τοιούτων προοιμίων καὶ προνομίων ἀρξάμενον.4
一个背信弃义且狂妄自大的男子,贪图并不属于自己的统治权,残杀了皇帝的兄弟兼帝国共治者,并满怀狂妄的希冀,仿佛要效仿波塞冬,证明荷马论及这位神明时所说的话绝非虚构,而是千真万确之理: “他举步迈了三步,第四步便抵达了归宿埃盖;”又说他从那里取来全副铠甲,套上战马,御风疾驰于波涛之上: “大海在欢欣中向两旁分开;战马疾驰飞掠, 迅疾无比,青铜的车轴在下方未沾湿分毫,”因为没有任何障碍阻拦,万物皆在欢愉中退避让行。因此,他自以为世间已再无敌手或抗衡之人,没有任何事物能阻止自己一直进军直至驻足于底格里斯河的入海口。追随他的有大批重装步兵,骑兵亦不遑多让,皆是骁勇善战之士:有凯尔特人、伊比利亚人,以及居住在莱茵河畔与西部海洋边的日耳曼人——这片海究竟该称为大洋,还是大西洋,抑或适合使用其他称谓,我在此不加定论;但我深知,世居那里的蛮族部落极难应付,体魄与膂力远超其他民族,这绝非仅凭道听途说——那毕竟是不可靠的凭据——而是我通过亲身经历彻知此事的。他从这些民族中征调了数量丝毫不亚于其本土嫡系部队的兵力;或者更确切地说,前一部分人作为其同族与亲族大批跟随,而我们这支军队——把那些身不由己、在强迫而非自愿下盲从的罗马人称为“我们这支”方显恰当——恰似辅助军与雇佣兵,如同身处卡里亚人的悲惨境地与形貌中跟随着他。面对这位在酗酒与沉湎中蔑视并攫取王权的异邦蛮族统治者,他们自然怀有深仇敌意,而对方亦正是以与其这般开端和特权相称的方式统治着他们。
- 55bἐς ταὐτόν τισι τῶν βασιλέως ξυμφέρεται
短语 ξυμφέρεται ἐς ταὐτόν 意为“汇合于同一点”或“与……不谋而合”;与格 τισι 作为比较基准,指代“皇帝的某些[功绩]”。
- 56aοὐδὲ αὑτὸν κατείργειν οὐδὲ ἓν τὸ μὴ ἐπὶ τοῦ Τίγρητος στῆναι ταῖς ἐκβολαῖς
在表示妨碍、阻隔的动词 κατείργειν 之后,带双重否定的冠词+不定式结构 τὸ μὴ + 不定式(στῆναι)用以表示阻碍的内容:“没有任何事物能阻止他驻足于(抵达)底格里斯河的入海口”。
- 56cἐν Καρὸς εἵπετο τάξει καὶ σχήματι
典出希腊谚语“处于卡里亚人的命运中(冒风险)”(ἐν Καρὸς αἴσῃ / ἐν Καρὶ τὸν κίνδυνον)。因古代卡里亚人常被视为廉价且可牺牲的雇佣兵,此处借指“以卡里亚人般卑微、被用作挡箭牌的境况和姿态”跟随。
- 56dἄρχοντι δέ, ὥσπερ ἦν ἄξιον τὸν ἐκ τοιούτων προοιμίων καὶ προνομίων ἀρξάμενον
与格 ἄρχοντι 与前文 δύσνουν 之后的与格成分(βαρβάρῳ καὶ ξένῳ)并列,指涉篡位者统治者;其后的宾格分词短语 τὸν ... ἀρξάμενον 则作无人称结构 ὥσπερ ἦν ἄξιον 的逻辑主语,从前文 ἄρχοντι 补出不定式 ἄρχειν,意指“以与一个从如此前奏与特权起家之人相称的方式进行统治”。
