- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg003.humanitext-grc2:28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者中止了对僭主的过度抨击,转而阐述真正君王的德性,描绘了一位以虔敬、克制、对臣民与士兵的牧者式关怀以及典范性的自律来施行统治的理想统治者。
Ἀλλ’ ἔοικε γὰρ1 ὁ λόγος, ὥσπερ ὁδοῦ τινος κατάντους ἐπιλαβόμενος, ἀφειδῶς ἐμφορεῖσθαι τῆς καταρρήσεως καὶ πέρα τοῦ δέοντος κολάζειν τῶν ἀνδρῶν τοὺς τρόπους, ὥστε οὐκ ἐπιτρεπτέον αὐτῷ περαιτέρω φοιτᾶν. ἀπαιτητέον δὲ2 εἰς δύναμιν τὸν ἀγαθὸν ἄνδρα καὶ βασιλικὸν καὶ μεγαλόφρονα. ἔστι δὲ πρῶτον μὲν εὐσεβὴς καὶ οὐκ ὀλίγωρος θεραπείας θεῶν, εἶτα ἐς τοὺς τοκέας ζῶντάς τε οἶμαι καὶ τελευτήσαντας ὅσιος καὶ ἐπιμελής, ἀδελφοῖς τε εὔνους, καὶ ὁμογνίους θεοὺς αἰδούμενος, ἱκέταις καὶ ξένοις πρᾷος καὶ μείλιχος, τοῖς μὲν ἀγαθοῖς τῶν πολιτῶν ἀρέσκειν ἐθέλων, τῶν πολλῶν δὲ ἐπιμελόμενος ἐν δίκῃ καὶ ἐπ’ ὠφελείᾳ· ἀγαπᾷ δὲ πλοῦτον, οὔτι τὸν χρυσῷ καὶ ἀργύρῳ βριθόμενον, φίλων δὲ ἀληθοῦς εὐνοίας καὶ ἀκολακεύτου θεραπείας μεστόν· ἀνδρεῖος μὲν φύσει καὶ μεγαλοπρεπής, πολέμῳ δὲ ἥκιστα χαίρων καὶ στάσιν ἐμφύλιον ἀπεχθαίρων, τούς γε μὴν ἔκ τινος τύχης ἐπιφυομένους ἢ διὰ τὴν σφῶν αὐτῶν μοχθηρίαν ἀνδρείως ὑφιστάμενος καὶ ἀμυνόμενος ἐγκρατῶς, τέλος τε ἐπάγων τοῖς ἔργοις καὶ οὐ πρότερον ἀφιστάμενος, πρὶν ἂν ἐξέλῃ τῶν πολεμίων τὴν δύναμιν καὶ ὑποχείριον αὑτῷ ποιήσηται. κρατήσας δὲ μετὰ τῶν ὅπλων ἔπαυσε τὸ ξίφος φόνων,3 μίασμα κρίνων τὸν οὐκ ἀμυνόμενον ἔτι κτείνειν καὶ ἀναιρεῖν. φιλόπονος δὲ ὢν φύσει καὶ μεγαλόψυχος κοινωνεῖ μὲν ἅπασι τῶν πόνων, καὶ ἔχειν ἐν αὐτοῖς τὸ πλέον ἀξιοῖ, μεταδίδωσι δὲ ἐκείνοις τῶν κινδύνων τὰ ἔπαθλα, χαίρων καὶ γεγηθὼς οὔτι τῷ πλέον ἔχειν τῶν ἄλλων χρυσίον καὶ ἀργύριον καὶ ἐπαύλεις κόσμῳ πολυτελεῖ κατεσκευασμένας, ἀλλὰ τῷ πολλοὺς μὲν εὖ ποιεῖν δύνασθαι, χαρίζεσθαι δὲ ἅπασιν ὅτου ἂν τύχωσιν ἐνδεεῖς ὄντες· τούτων αὑτὸν ὅ γε ἀληθινὸς ἀξιοῖ βασιλεύς. φιλόπολις δὲ ὢν καὶ φιλοστρατιώτης τῶν μὲν καθάπερ νομεὺς ποιμνίων ἐπιμελεῖται, προνοῶν ὅπως ἂν αὐτῷ θάλλῃ καὶ εὐθηνῆται τὰ θρέμματα δαψιλοῦς καὶ ἀταράχου τῆς νομῆς ἐμπιμπλάμενα, τοὺς δὲ ἐφορᾷ καὶ συνέχει, πρὸς ἀνδρείαν καὶ ῥώμην καὶ πρᾳότητα γυμνάζων καθάπερ σκύλακας εὐφυεῖς καὶ γενναίους τῆς ποίμνης φύλακας, ἔργων τε αὑτῷ κοινωνοὺς καὶ ἐπικούρους τῷ πλήθει νομίζων, ἀλλ’ οὐχὶ ἁρπακτῆράς τινας οὐδὲ λυμεῶνας τῶν ποιμνίων καθάπερ οἱ λύκοι καὶ κυνῶν οἱ φαυλότατοι, οἳ τῆς αὑτῶν φύσεως καὶ τροφῆς ἐπιλαθόμενοι ἀντὶ σωτήρων καὶ προαγωνιστῶν ἀνεφάνησαν αὐτοὶ δηλήμονες· οὐδὲ μὴν ὑπνηλοὺς ἀνέξεται εἶναι καὶ ἀργοὺς καὶ ἀπολέμους, ὅπως ἂν μὴ φυλάκων ἑτέρων οἱ φρουροὶ δέωνται, ἀλλ’ οὐδὲ ἀπειθεῖς τοῖς ἄρχουσιν, εἰδὼς ὅτι τοῦτο μάλιστα πάντων, ἔστι δὲ ὅπου καὶ μόνον ἀπόχρη σωτήριον ἐπιτήδευμα πρὸς πόλεμον· πόνων δὲ ἁπάντων ἀδεεῖς καὶ ἀτεράμονας, οὔτι ῥᾳθύμους ἐργάσεται, ἐπιστάμενος ὅτι μὴ μέγα ὄφελος φύλακος τὸν πόνον φεύγοντος καὶ οὐ δυναμένου καρτερεῖν οὐδὲ ἀντέχειν πρὸς κάματον. ταῦτα δὲ οὐ παραινῶν μόνον οὐδὲ ἐπαινῶν τοὺς ἀγαθοὺς προθύμως καὶ χαριζόμενος ἢ κολάζων ἐγκρατῶς καὶ ἀπαραιτήτως ξυμπείθει πείθει καὶ βιάζεται, ἀλλὰ πολὺ πρότερον αὑτὸν τοιοῦτον ἐπιδεικνύων, ἀπεχόμενος μὲν ἡδονῆς ἁπάσης, χρημάτων δὲ οὐδὲν οὔτε σμικρὸν οὔτε μεῖζον ἐπιθυμῶν καὶ ἀφαιρούμενος τῶν ὑπηκόων, ὕπνῳ τε εἴκων ὀλίγα καὶ τὴν ἀργίαν ἀποστρεφόμενος, ἀληθῶς γὰρ οὐδεὶς οὐδενὸς εἰς οὐδὲν ἄξιος καθεύδων ἀνὴρ ἢ καὶ ἐγρηγορὼς τοῖς καθεύδουσιν ἐμφερής. πειθομένους δὲ αὐτοὺς ἕξει καλῶς αὑτῷ τε οἶμαι καὶ τοῖς ἄρχουσιν, εἰ τοῖς ἀρίστοις πειθόμενος νόμοις καὶ τοῖς ὀρθοῖς ξυνεπόμενος διατάγμασι δῆλος εἴη, καὶ ὅλως τὴν ἡγεμονίαν ἀποδοὺς τῷ φύσει βασιλικῷ καὶ ἡγεμονικῷ τῆς ψυχῆς μορίῳ, ἀλλ’ οὐ τῷ θυμοειδεῖ καὶ ἀκολάστῳ.
然而,这篇言辞仿佛踏上了下坡之路,似乎毫无节制地沉溺于斥责,过分严厉地惩戒这些人的品性,因此绝不可听任它继续任意漫延。相反,应当尽力去探求那位善良、具备王者风范而又心怀高远之人的风貌。首先,他笃敬虔诚,绝不疏忽对神明的敬奉;其次,对于父母,我想无论是在世时还是辞世后,他皆恪尽孝道、关怀备至;他对兄弟心怀善意,敬畏司家族宗族之神;对祈求者与外乡人温和仁慈;乐于取悦于良善的公民,同时依循正义为大众的福祉操劳。他喜爱财富,却绝非那满载金银的财富,而是充满友人真挚善意与绝无阿谄奉承之侍奉的财富。他天性英勇豪迈,却绝不以战争为乐,深恶同胞内乱;然而,面对因偶然变故或出于自身卑劣而向他侵犯之人,他英勇迎敌、坚毅御侮,必使战事告一段落,在彻底根除敌人力量并使其降伏之前绝不罢休。及至得胜之后,他随兵器的放下而制止利剑的杀戮,认为诛杀毁灭不再抵抗之人乃是玷污。他天性勤勉且气度恢宏,与众人同甘共苦,更以在辛劳中承担更多为己任,却将涉险所得的奖赏分予他们;他所欢欣雀跃的,绝非比他人拥有更多的金银与布置奢华的庄园,而是能够造福众人,并能向所有人慷慨施予其所匮乏之物;真正的君王正是认为自己配得上此等作为。他热爱城邦亦热爱士兵,对待前者如牧人看顾羊群,深谋远虑以求其牲畜在丰盛祥和的草场饱食而茁壮繁衍;对待后者则监察统摄,磨砺其勇气、力量与温和,恰如守护羊群之良种健犬,视其为自身功业的同伴与大众的护卫,绝不将其视为劫掠者或羊群的毁弃者——宛如豺狼与最劣之犬,忘却自身天性与哺育之恩,非但未成拯救者与卫士,反成残害之徒。他亦决不容许他们嗜睡、怠惰、不习战事,免得卫士反需其他卫士看守;亦不容其违抗统帅,深知此乃战事中最为关键、有时甚至是唯一足以自救之操守。他必使他们面对一切辛劳皆无所畏惧、坚韧不拔,绝不松懈懒散,因他深知逃避辛劳、无法耐受并支撑疲惫的卫士并无大用。他劝服并约束他们遵行这些,不仅在于劝诫,亦不仅在于欣然赞赏良善者并加奖赏,或是坚定而不容情地施以惩戒,而远在此之前便身体力行展现自身:远离一切享乐,对臣民资财无论多寡皆不起贪念更不予剥夺,极少屈从于睡眠而屏弃懒惰;盖因沉睡之人,或是醒时形同沉睡之人,于任何人、任何事皆毫无价值。我认为,若他显出顺从于至善法令、遵行端正政令之姿,并将统御之权全然托付于灵魂中天性具有王者之气与统御力的部分,而非托付于暴烈放纵的部分,他便能使他们很好地顺从于他自身及诸位官长。
- 28Ἀλλ’ ἔοικε γὰρ
一种惯用的修辞过渡结构,结合了打断前述对僭主之抨击的连词 ἀλλά 以及引出打断缘由的 γάρ,意即“然而[应当打住,因为]论说似乎……”,预示着论题的转换。
- 28τῶν μὲν ... τοὺς δὲ
承接前文复合形容词 φιλόπολις ... καὶ φιλοστρατιώτης(“热爱城邦亦热爱士兵者”)的分指结构。属格 τῶν μέν 指涉城邦及其市民,而阳性宾格 τοὺς δέ 则指涉士兵,形成对称的对应关系。
- 86cμετὰ τῶν ὅπλων ἔπαυσε τὸ ξίφος φόνων
及物动词 παύω(使……止息)支配直接宾语 τὸ ξίφος(剑)以及表示分离的属格 φόνων(杀戮)。介词短语 μετὰ τῶν ὅπλων(与武器一同)表示伴随与同时发生的动作,即在收起铠甲武器的同时制止利刃的杀戮。
