- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg003.humanitext-grc2:27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论者指出,统治者若缺乏理智与美德并沦为欲望的奴隶,则既非自由人亦非真正的强者,反因无休止的贪财而终生受饥渴之苦,并引波斯王大流士为例。
ὑμῖν δὲ εἰ θαυμαστὸν δοκεῖ τὸ μὴ δικαίως μεταποιεῖσθαι τῆς καλῆς ταύτης καὶ θεοφιλοῦς ἐπωνυμίας τοὺς πολλῆς μὲν γῆς καὶ ἐθνῶν ἀπείρων ἄρχοντας, γνώμῃ δὲ αὐτεξουσίῳ δίχα νοῦ καὶ φρονήσεως καὶ τῶν ταύτῃ ξυνεπομένων ἀρετῶν τὰ προστυχόντα κρίνοντας· ἴστε οὐδὲ ἐλευθέρους ὄντας,1 οὐ μόνον εἰ τὰ παρόντα οὐδενός σφισιν ἐμποδὼν ὄντος ἔχοιεν καὶ ἐμφοροῖντο τῆς ἐξουσίας, ἀλλὰ καὶ εἰ τῶν ἐπιστρατευόντων κρατοῖεν καὶ ἐπιόντες ἀνυπόστατοί τινες καὶ ἄμαχοι φαίνοιντο. εἰ δὲ ἀπιστεῖ τις ὑμῶν τῷ λόγῳ τῷδε, μάλα ἐμφανῶν μαρτύρων οὐκ ἀπορήσομεν, Ἑλλήνων ὁμοῦ καὶ βαρβάρων, οἳ μάχας πολλὰς καὶ ἰσχυρὰς λίαν μαχεσάμενοι καὶ νενικηκότες ἔθνη μὲν ἐκτῶντο καὶ αὑτοῖς φόρους ἀπάγειν κατηνάγκαζον, ἐδούλευον δὲ αἴσχιον ἐκείνων ἡδονῇ καὶ τρυφῇ καὶ ἀκολασίᾳ καὶ ὕβρει καὶ ἀδικίᾳ. τούτους δὲ οὐδὲ ἰσχυροὺς ἂν φαίη νοῦν ἔχων ἀνήρ, εἰ καὶ ἐπιφαίνοιτο καὶ ἐπιλάμποι μέγεθος τοῖς ἔργοις. μόνος γάρ ἐστι τοιοῦτος ὁ μετὰ ἀρετῆς ἀνδρεῖος καὶ μεγαλόφρων· ὅστις δὲ ἥττων μὲν ἡδονῶν, ἀκράτωρ δὲ ὀργῆς καὶ ἐπιθυμιῶν παντοιῶν, καὶ ὑπὸ σμικρῶν ἀπαγορεύειν ἀναγκαζόμενος, οὗτος δὲ οὐδὲ ἰσχυρὸς οὐδὲ ἀνδρεῖος ἀνθρωπίνην ἰσχύν·2 ἐπιτρεπτέον δὲ ἴσως αὐτῷ κατὰ τοὺς ταύρους ἢ τοὺς λέοντας ἢ τὰς παρδάλεις τῇ ῥώμῃ γάνυσθαι, εἰ μὴ καὶ ταύτην ἀποβαλὼν καθάπερ οἱ κηφῆνες ἀλλοτρίοις ἐφέστηκε πόνοις, αὐτὸς ὢν μαλθακὸς αἰχμητὴς καὶ δειλὸς καὶ ἀκόλαστος. τοιοῦτος δὲ ὢν οὐ μόνον ἀληθοῦς ἐνδεὴς πλούτου καθέστηκεν, ἀλλὰ καὶ τοῦ πολυτιμήτου καὶ σεμνοῦ καὶ ἀγαπητοῦ, ἐξ οὗ παντοδαπαὶ κρεμάμεναι ψυχαὶ πράγματα ἔχουσι μυρία καὶ πόνους, τοῦ καθ’ ἡμέραν κέρδους ἕνεκα πλεῖν τε ὑπομένουσαι καὶ καπηλεύειν καὶ λῃστεύειν καὶ ἀναρπάζειν τὰς τυραννίδας. ζῶσι γὰρ ἀεὶ μὲν κτώμενοι, ἀεὶ δὲ ἐνδεεῖς, οὔτι τῶν ἀναγκαίων φημὶ σιτίων καὶ ποτῶν καὶ ἐσθημάτων· ὥρισται γὰρ ὁ τοιοῦτος πλοῦτος εὖ μάλα παρὰ τῆς φύσεως, καὶ οὐκ ἔστιν αὐτοῦ στέρεσθαι οὔτε τοὺς ὄρνιθας οὔτε τοὺς ἰχθῦς οὔτε τὰ θηρία, ἀλλ’ οὐδὲ ἀνθρώπων τοὺς σώφρονας· ὅσους δὲ ἐνοχλεῖ χρημάτων ἐπιθυμία καὶ ἔρως δυστυχής, τούτους δὲ ἀνάγκη πεινῆν διὰ βίου καὶ ἀθλιώτερον ἀπαλλάττειν μακρῷ τῶν τῆς ἐφημέρου τροφῆς ἐνδεομένων. τούτοις μὲν γὰρ ἀποπλήσασι τὴν γαστέρα πολλὴ γέγονεν εἰρήνη καὶ ἀνοκωχὴ τῆς ἀλγηδόνος, ἐκείνοις δὲ οὔτε ἡμέρα πέφηνεν ἀκερδὴς ἡδεῖα, οὔτε εὐφρόνη τὸν λυσιμελῆ καὶ λυσιμέριμνον ὕπνον ἐπάγουσα παῦλαν ἐνεποίησε τῆς ἐμμανοῦς λύττης, στροβεῖ δὲ αὐτῶν καὶ στρέφει τὴν ψυχὴν ἐκλογιζομένων καὶ ἀπαριθμουμένων τὰ χρήματα· καὶ οὐκ ἐξαιρεῖται τοὺς ἄνδρας τῆς ἐπιθυμίας καὶ τῆς ἐπ’ αὐτῇ ταλαιπωρίας οὐδὲ ὁ Ταντάλου καὶ Μίδου πλοῦτος περιγενόμενος οὐδὲ ἡ μεγίστη καὶ χαλεπωτάτη δαιμόνων τυραννὶς προσγενομένη. ἢ γὰρ οὐκ ἀκηκόατε Δαρεῖον τὸν Περσῶν μονάρχην, οὐ παντάπασι μοχθηρὸν ἄνθρωπον, δυσέρωτα δὲ αἰσχρῶς εἰς χρήματα καὶ νεκρῶν θήκας ὑπὸ τῆς ἐπιθυμίας διορύττειν καὶ πολυτελεῖς ἐπιτάττειν φόρους; ὅθεν αὐτῷ τὸ κλεινὸν ὄνομα γέγονε κατὰ πάντας ἀνθρώπους· ἐκάλουν γὰρ αὐτὸν Περσῶν οἱ γνώριμοι ὅτιπερ Ἀθηναῖοι τὸν Σάραμβον.3
若是你们以为,统治广袤土地与无数部族之人,若凭恣意任性的意志,缺乏理智、明慧以及相随的美德来裁决当前之事,便不可公正地自居于这美好而蒙神所爱之称号,乃是一件奇事;那么请你们知晓,他们甚至连自由人也算不上,哪怕他们在无人阻碍之下保有眼前之物、尽享权势,亦哪怕他们战胜来犯之敌,进军之时显得无可阻挡且不可战胜,亦复如是。若你们中有人不信此言,我们丝毫不缺来自希腊人与蛮族的昭昭见证者:他们历经许多场极激烈的战斗且大获全胜,赢得了诸多部族并强令其向自己纳贡,自身却比被征服者更为可耻地沦为快乐、奢靡、放纵、傲慢与不义的奴隶。即便其功业显露并闪耀着宏大,有理智之人亦绝不会称其为坚强者。因为唯有兼具美德、勇敢而心怀高远者方是坚强之士;凡屈从于快乐、无法自制于愤怒与百般欲望、并被迫因琐碎之故而放弃者,此人在人的坚强上既非坚强亦非勇敢。或许人们应当允许他如雄牛、狮子或豹子那般陶醉于筋力之健,除非他连这亦已抛弃,宛如雄蜂般居于他人辛劳之上,自身反倒成了软弱的战士、懦夫与放纵之徒。既是如此之人,他不仅缺乏真正的财富,甚至也缺乏那受人高度推崇、庄严而蒙人渴求的财富——形形色色的灵魂依附于此,历经万般艰辛与劳顿,为了每日的私利而甘受航海、行商、劫掠与篡夺僭主之位。因为他们终生都在获取,却始终处于匮乏之中;我绝非指必需的饮食与衣物而言,盖因这类财富早已由自然划分得极好,无论是飞禽、游鱼、走兽,还是明理之人,皆不致遭其剥夺;然而,凡被金钱之欲与不幸的狂热所困扰之人,必终生受饥渴之苦,其境遇远比匮乏日常滋养之人更为悲惨。因为后者一旦果腹,便得享极大的安宁与痛苦的歇息;而对前者而言,无利可图的白昼从未显得甜美,带来舒缓肢体与忧虑之睡眠的黑夜亦未曾使其狂躁的迷狂止息,反倒在他们算计与清点资财时,使其灵魂备受折磨与翻扰。即使拥有坦塔罗斯与弥达斯的财富,或是再加上精灵之中最大、最残酷的僭主权势,亦不能将这些人从欲望及其伴随的苦难中解救出来。难道你们没有听说过波斯君主大流士吗?他虽非全然卑劣之人,却极度病态地贪恋钱财,因贪欲而掘开死者陵墓,并征收沉重的贡税。由此他在全人类中赢得了那个著名的称号:波斯的显贵们对他的称呼,恰如雅典人称呼萨朗博一般。
- 27ὑμῖν δὲ εἰ θαυμαστὸν δοκεῖ τὸ μὴ δικαίως μεταποιεῖσθαι ... ἴστε οὐδὲ ἐλευθέρους ὄντας
全句骨干为带有 εἰ 的条件从句(“若是你们以为……”),其归结主句由祈使语气动词 ἴστε(“那么请知晓……”)引出。冠词不定词短语 τὸ μὴ δικαίως μεταποιεῖσθαι ... τοὺς ... ἄρχοντας 作 δοκεῖ 的主语,而依附于 ἴστε 的宾格分词短语 οὐδὲ ἐλευθέρους ὄντας 其逻辑主语即承前指代 τοὺς ... ἄρχοντας。
- 84dἀνθρωπίνην ἰσχύν
限定宾格(或内宾格),修饰 ἰσχυρός 与 ἀνδρεῖος,意为“在人的坚强/力量方面”,与后文紧接着提到的公牛、狮子等兽类的筋力(ῥώμη)形成对比。
- 85dὅτιπερ Ἀθηναῖοι τὸν Σάραμβον
省略性比较结构,关系代词 ὅτιπερ 后省略了动词 ἐκάλουν。此处呼应历史传闻:波斯人称呼大流士为“商人/零售贩”(κάπηλος),恰如雅典人以此称呼著名的零售商萨朗博一样。
