← 朱利安

论君士坦提乌斯皇帝的功绩或王权

§26

美德而非血统与财富所决定的真正高贵与王权

叙述者论证了真正的名门高贵由美德而非血统决定,巨大的财富、权势以及王权的外部标志绝不能造就真正的王者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26

καὶ οὐ πειστέον τοῖς λέγουσιν, ὡς ἄρα ἐκεῖνοι ὑπ’ ἀμαθίας ἐξαπατώμενοι ταῦτα τῶν θεῶν κατεψεύδοντο. εἰ γὰρ δὴ καὶ ἐπὶ τῶν ἄλλων εἰκὸς ἦν ἐξαπατηθῆναι θεῶν ἢ δαιμόνων, σχήματα περιτιθέντας ἀνθρώπινα καὶ μορφὰς τοιαύτας, ἀφανῆ μὲν αἰσθήσει καὶ ἀνέφικτον κεκτημένων αὐτῶν φύσιν,1 νῷ δὲ ἀκριβεῖ διὰ ξυγγένειαν μόλις προσπίπτουσαν· οὔτι γε καὶ ἐπὶ τῶν ἐμφανῶν θεῶν τοῦτο παθεῖν εὔλογον ἐκείνους, Ἡλίου μὲν ἐπιφημίζοντας Αἰήτην υἱέα, Ἑωσφόρου δὲ ἕτερον, καὶ ἄλλους ἄλλων. ὅπερ δὲ ἔφην, χρὴ περὶ αὐτῶν πειθομένους ἡμᾶς ταύτην ποιεῖσθαι τὴν ὑπὲρ τῆς εὐγενείας ἐξέτασιν· καὶ ὅτῳ μὲν ἂν ὦσιν ἀγαθοὶ πατέρες καὶ αὐτὸς ἐκείνοις ἐμφερής, τοῦτον ὀνομάζειν θαρρούντως εὐγενῆ· ὅτῳ δὲ τὰ μὲν τῶν πατέρων ὑπῆρξεν ἀρετῆς ἐνδεᾶ, αὐτὸς δὲ μετεποιήθη τούτου τοῦ κτήματος, τούτου δὲ νομιστέον πατέρα τὸν Δία καὶ φυτουργόν, καὶ οὐδὲν μεῖον αὐτῷ δοτέον ἐκείνων, οἳ γεγονότες πατέρων ἀγαθῶν τοὺς σφῶν τοκέας ἐζήλωσαν· ὅστις δὲ ἐξ ἀγαθῶν γέγονε μοχθηρός, τοῦτον τοῖς νόθοις ἐγγράφειν ἄξιον· τοὺς δὲ ἐκ μοχθηρῶν φῦντας καὶ προσομοίους τοῖς αὑτῶν τοκεῦσιν οὔποτε εὐγενεῖς φατέον, οὐδὲ εἰ πλουτοῖεν ταλάντοις μυρίοις, οὐδὲ εἰ ἀπαριθμοῖντο προγόνους δυνάστας ἢ ναὶ μὰ Δία τυράννους εἴκοσιν, οὐδὲ εἰ νίκας Ὀλυμπιακὰς ἢ Πυθικὰς ἢ τῶν πολεμικῶν ἀγώνων, αἳ δὴ τῷ παντὶ ἐκείνων εἰσὶ λαμπρότεραι, ἀνελομένους ἔχοιεν δείκνυσθαι2 πλείους ἢ Καῖσαρ ὁ πρῶτος, ὀρύγματά τε τὰ Ἀσσύρια καὶ τὰ Βαβυλωνίων τείχη πυραμίδας τε ἐπ’ αὐτοῖς τὰς Αἰγυπτίων, καὶ ὅσα ἄλλα πλούτου καὶ χρημάτων καὶ τρυφῆς γέγονε σημεῖα καὶ διανοίας ὑπὸ φιλοτιμίας ἀναφλεγομένης καὶ ἀπορουμένης ἐς ὅ, τι τῷ πλούτῳ χρήσεται, εἶτα ἐς τοῦτο τὰς τῶν χρημάτων εὐπορίας καταβαλλομένης. εὖ γὰρ δὴ ἴστε, ὡς οὔτε πλοῦτος ἀρχαῖος ἢ νεωστί ποθεν ἐπιρρέων βασιλέα ποιεῖ οὔτε ἁλουργὲς ἱμάτιον οὔτε τιάρα καὶ σκῆπτρον καὶ διάδημα καὶ θρόνος ἀρχαῖος, ἀλλ’ οὐδὲ ὁπλῖται πολλοὶ καὶ ἱππεῖς μυρίοι, οὐδὲ εἰ πάντες ἄνθρωποι βασιλέα σφῶν τοῦτον ὁμολογοῖεν συνελθόντες, ὅτι μηδὲ ἀρετὴν οὗτοι χαρίζονται, ἀλλὰ δυναστείαν μὲν οὐ μάλα εὐτυχῆ τῷ λαβόντι, πολὺ δὲ πλέον τοῖς παρασχομένοις.3 δεξάμενος γὰρ ὁ τοιοῦτος αἴρεται μετέωρος ἐπίπαν, οὐδὲν διαφέρων τοῦ περὶ τὸν Φαέθοντα μύθου καὶ πάθους. καὶ οὐδὲν ἑτέρων δεῖ παραδειγμάτων πρὸς πίστιν τῷ λόγῳ, τοῦ βίου παντὸς ἀναπεπλησμένου τοιούτων παθημάτων καὶ ἐπ’ αὐτοῖς λόγων.

我们绝不可相信那些人的说法,仿佛古人因无知而受骗,在这些事上诬蔑了神明。因为即使对于其他神明或精灵而言,人们赋予其人形与此等相貌,因其本性非感官所能见且无法企及、仅由精微的心智凭借亲缘性方能勉强领会,受骗尚属合乎情理;但古人对那些显现的神明亦遭受此等蒙蔽,称艾厄忒斯为赫利俄斯之子,另称一人为晨星之子,诸如此类将其他人归于其他神明,这却绝无道理。正如我所言,我们应当在这些事上心怀信服,对高贵出身展开这番审察:凡有优秀的父辈且自身亦与他们相仿者,便当毫不犹豫地称其为高贵;若父辈缺乏美德,而自身却主张拥有了这一财富,便当认为宙斯是其父与创造者,且赋予他的地位绝不可少于那些生自优秀父辈且效法其生身父母之人;凡生自优秀之人却沦为卑劣者,理当将其列入私生子之册;至于那些生自卑劣之人且与自身父母相仿者,无论他们是否拥有万镒之富,无论是否能数出二十位身为统治者、甚至凭宙斯起誓身为僭主的祖先,无论是否能展示出比第一位凯撒更多的赢得了奥林匹亚、皮托或远比这些更为显赫的战事竞赛之胜利的先祖,无论展示亚述的壕沟、巴比伦的城墙以及此外的埃及金字塔,以及一切成为财富、资财与奢靡之标志的造物,乃至心智因求名之念而炽燃、不知如何运用财富遂将充裕的资财倾注于其上的产物,皆绝不可称之为高贵。因为你们应当深知,无论是古老的财富还是新近涌来的资财,皆不能造就王者;紫袍、冠冕、权杖、王冠与古老宝座亦不能造就王者;乃至众多的重装步兵与万名骑兵,乃至全人类聚拢在一起公认此人为王,亦皆不能造就,因为这些人也并不赐予美德,反而赋予领受者并不真正幸运的权势,对于提供此权势的人们来说则更是不幸。因为这样的人一旦领受了权势,便全然飘飘然腾空而起,与关于法厄同的神话和劫难毫无二致。要为这一论述提供确证,无需任何其他例证,整个人生早已充斥了这般的苦难以及关于它们的言谈。

语法注3 条
  1. 82dἀφανῆ μὲν αἰσθήσει καὶ ἀνέφικτον κεκτημένων αὐτῶν φύσιν

    属格绝对结构,用于附带且说明性地解释前述 τῶν ἄλλων ... θεῶν ἢ δαιμόνων 的本性(“拥有感官不可见且无法企及的本性”)。紧接其后的 νῷ δὲ ἀκριβεῖ... προσπίπτουσαν 是与 φύσιν 性数格一致的分词短语。

  2. 83cἀνελομένους ἔχοιεν δείκνυσθαι

    ἔχοιεν 加不定式(δείκνυσθαι)表示“能够展示/指出”。前置的宾格短语 νίκας ... ἀνελομένους 与后文的 ὀρύγματά τε、τείχη、πυραμίδας 以及 καὶ ὅσα ἄλλα 等一系列庞大的名词短语,皆并列作为 δείκνυσθαι 的直接宾语受到统辖。

  3. 83dἀλλὰ δυναστείαν μὲν οὐ μάλα εὐτυχῆ τῷ λαβόντι, πολὺ δὲ πλέον τοῖς παρασχομένοις

    由微辞法 οὐ μάλα εὐτυχῆ(“绝非幸运”)构成的比较句式。后半句 πολὺ δὲ πλέον(“更加、远甚”)之后,需根据上下文补充理解 [οὐκ εὐτυχῆ] 或 [ἀτυχῆ](不幸的)。此句对比了与格的接受者(τῷ λαβόντι)与赋予其权势的人们(τοῖς παρασχομένοις),指出这种统治权对后者而言更为不幸。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg003.humanitext-grc2:26