- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg003.humanitext-grc2:25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
讲述者指出,真正的财富与高贵不在于世袭家产,而在于美德与灵魂的卓越,并结合神话与异域实例论证,古人之所以将诸多英雄尊为神之子嗣,正是因其美德所致。
θαρροῦντες οὖν ἤδη πλούσιον καλῶμεν τὸν ταύτην ἔχοντα, οἶμαι δὲ ἐγὼ καὶ εὐγενῆ καὶ βασιλέα μόνον τῶν ἁπάντων, εἴ τῳ ξυνδοκεῖ. κρείττων μὲν εὐγένεια φαυλότητος γένους, κρείττων δὲ ἀρετὴ διαθέσεως οὐ πάντη σπουδαίας. καὶ μή τις οἰέσθω τὸν λόγον δύσεριν καὶ βίαιον εἰς τὴν συνήθειαν ἀφορῶν τῶν ὀνομάτων· φασὶ γὰρ οἱ πολλοὶ τοὺς ἐκ πάλαι πλουσίων εὐγενεῖς. καίτοι πῶς οὐκ ἄτοπον1 μάγειρον μὲν ἢ σκυτέα καὶ ναὶ μὰ Δία κεραμέα τινὰ χρήματα ἐκ τῆς τέχνης ἢ καὶ ἄλλοθέν ποθεν ἀθροίσαντα μὴ δοκεῖν εὐγενῆ μηδὲ ὑπὸ τῶν πολλῶν ἐπονομάζεσθαι τοῦτο τὸ ὄνομα, εἰ δὲ ὁ τούτου παῖς διαδεξάμενος τὸν κλῆρον εἰς τοὺς ἐκγόνους διαπορθμεύσειε, τούτους δὲ ἤδη μέγα φρονεῖν καὶ τοῖς Πελοπίδαις ἢ τοῖς Ἡρακλείδαις ὑπὲρ τῆς εὐγενείας ἁμιλλᾶσθαι; ἀλλ’ οὐδὲ ὅστις προγόνων ἀγαθῶν ἔφυ, αὐτὸς δὲ ἐπὶ τὴν ἐναντίαν τοῦ βίου ῥοπὴν κατηνέχθη, δικαίως ἂν μεταποιοῖτο τῆς πρὸς ἐκείνους ξυγγενείας, εἰ μηδὲ ἐς τοὺς Πελοπίδας ἐξῆν ἐγγράφεσθαι τοὺς μὴ φέροντας2 ἐπὶ τὸν ὤμον τοῦ γένους τὰ γνωρίσματα. λόγχη δὲ λέγεται περὶ τὴν Βοιωτίαν τοῖς Σπαρτοῖς ἐντυπωθῆναι παρὰ τῆς τεκούσης καὶ θρεψαμένης αὐτοὺς βώλου, καὶ τὸ ἐντεῦθεν ἐπὶ πολὺ διασωθῆναι τοῦτο τῷ γένει σύμβολον. ἐπὶ δὲ τῶν ψυχῶν οὐδὲν οἰόμεθα δεῖν ἐγκεχαράχθαι τοιοῦτον, ὃ τοὺς πατέρας ἡμῖν ἀκριβῶς κατερεῖ καὶ ἀπελέγξει τὸν τόκον γνήσιον; ὑπάρχειν δέ φασι καὶ Κελτοῖς ποταμὸν ἀδέκαστον κριτὴν τῶν ἐκγόνων· καὶ οὐ πείθουσιν αὐτὸν οὔτε αἱ μητέρες ὀδυρόμεναι συγκαλύπτειν αὐταῖς καὶ ἀποκρύπτειν τὴν ἁμαρτάδα οὔτε οἱ πατέρες ὑπὲρ τῶν γαμετῶν καὶ τῶν ἐκγόνων ἐπὶ τῇ κρίσει δειμαίνοντες, ἀτρεκὴς δέ ἐστι καὶ ἀψευδὴς κριτής. ἡμᾶς δὲ δεκάζει μὲν πλοῦτος, δεκάζει δὲ ἰσχὺς καὶ ὥρα σώματος καὶ δυναστεία προγόνων ἔξωθεν ἐπισκιάζουσα, καὶ οὐκ ἐπιτρέπει διορᾶν οὐδὲ ἀποβλέπειν ἐς τὴν ψυχήν, ᾗπερ δὴ τῶν ἄλλων ζῴων διαφέροντες3 εἰκότως ἂν κατ’ αὐτὸ τὴν ὑπὲρ τῆς εὐγενείας ποιοίμεθα κρίσιν. καί μοι δοκοῦσιν εὐστοχίᾳ φύσεως οἱ πάλαι θαυμαστῇ χρώμενοι, καὶ οὐκ ἐπίκτητον ὥσπερ ἡμεῖς ἔχοντες τὸ φρονεῖν, οὔτι πλαστῶς, ἀλλ’ αὐτοφυῶς φιλοσοφοῦντες, τοῦτο κατανοῆσαι, καὶ τὸν Ἡρακλέα τοῦ Διὸς ἀνειπεῖν ἔκγονον καὶ τὼ τῆς Λήδας υἱέε, Μίνω τε οἶμαι τὸν νομοθέτην καὶ Ῥαδάμανθυν τὸν Κνώσιον τῆς αὐτῆς ἀξιῶσαι φήμης· καὶ ἄλλους δὲ ἄλλων ἐκγόνους ἀνεκήρυττον πολλοὺς διαφέροντας τῶν φύσει πατέρων. ἔβλεπον γὰρ ἐς τὴν ψυχὴν αὐτὴν καὶ τὰς πράξεις, ἀλλ’ οὐκ ἐς πλοῦτον βαθὺν καὶ χρόνῳ πολιόν, οὐδὲ δυναστείαν ἐκ πάππων τινῶν καὶ ἐπιπάππων ἐς αὐτοὺς ἥκουσαν· καίτοι γε ὑπῆρχέ τισιν οὐ παντάπασιν ἀδόξων γενέσθαι πατέρων· ἀλλὰ διὰ τὴν ὑπερβολὴν ἧς ἐτίμων τε καὶ ἐθεράπευον ἀρετῆς αὐτῶν ἐνομίζοντο τῶν θεῶν παῖδες. δῆλον δὲ ἐνθένδε· ἄλλων γὰρ οὐδὲ εἰδότες τοὺς φύσει γονέας ἐς τὸ δαιμόνιον ἀνῆπτον τὴν φήμην, τῇ περὶ αὐτοὺς ἀρετῇ χαριζόμενοι.4
因此,现在让我们坚定地将拥有这美德的人称为富有之人;依我之见,若有人赞同,他更是一切人中唯一高贵且成其为王的人。正如高贵的出身优于卑劣的门第,美德亦优于不尽完善的心性。切莫有人因着眼于名称的习惯用法,便认为此论调好争且偏激;因为常人往往将世代富有之人的后裔称为名门显贵。然而,倘若一个厨子、鞋匠,或凭宙斯起誓,某个制陶之人凭其手艺或别处积攒了财富,却并不被视作出身高贵,亦不被大众冠以此等称谓;但若此人之子继承了家产并将其流传于子孙,这些人便顿时心高气傲,在门第高贵上与佩洛普斯的后裔或赫拉克勒斯的子孙相竞逐——这难道不是荒谬透顶吗?不仅如此,若有人生自优秀的先辈,自身却堕入截然相反的人生倾向之中,他亦绝无法公正地主张与他们的血缘亲族关系;既然在佩洛普斯的一族中,尚且不容许那些肩头未带家族印记的人被列入宗谱。相传在维奥蒂亚,斯巴托伊人由生养他们的泥土在其身上印刻下矛尖的印记,且此标志在此后长久地留存于其族类之中;难道我们竟认为,在灵魂之上不必镌刻任何此类印记,以向我们精准昭示父亲是谁,并确证其子嗣为真确嫡出吗?人们还说,在凯尔特人那里有一条河流,是后嗣无可收买的裁决者;痛哭的母亲无法说服它代为遮掩隐瞒其罪愆,为妻子与子孙的审判而战栗的父亲亦无法动摇它,它是严正且毫无虚假的裁定者。然而,财富却能收买我们,肉体的力量与健美亦然,自外遮蔽一切的先祖权势亦然,它们使我们无法看透、亦无法瞩目于灵魂——而正是凭借灵魂,我们方才异于其余生灵,且理当依据灵魂对门第的高下作出裁定。在我看来,古人凭借令人赞叹的卓越天资,而非如我们这般拥有后天习得的识见,并非做作、而是自然而然地体认哲理,洞悉了这一真谛;他们宣告赫拉克勒斯为宙斯之裔,勒达的两个儿子亦然,且依我之见,他们亦使立法者米诺斯与克诺索斯的拉达曼提斯享有同等声誉;他们更将许多迥异于生身父亲的人,宣布为其他神明的后代。因为他们所瞩目的是灵魂本身及其行迹,而非渊深且随岁月斑驳的财富,亦非自祖父、曾祖父流传至他们手中的权势;尽管他们中有些人并非出生于全然无闻的父辈,但由于他们所崇尚和修持的美德极其卓越,他们被视为神明自身的子嗣。这一点从下述事实中显而易见:因为对于另一些人,古人甚至不知其生身父母是谁,便因其自身具备的美德,将其声誉系于神性之上。
- 81bκαίτοι πῶς οὐκ ἄτοπον
反问性引言 πῶς οὐκ ἄτοπον(岂非荒谬)统领两个形成对比的不定式结构:前半部分的 μάγειρον... μὴ δοκεῖν... μηδὲ ἐπονομάζεσθαι,以及后半部分在条件从句 εἰ δὲ... 之后的 τούτους δὲ ἤδη μέγα φρονεῖν... ἁμιλλᾶσθαι。τούτους 之后的 δὲ 为归结小词(apodotic δὲ),用于引出不定式主节。
- 81cεἰ μηδὲ ἐς τοὺς Πελοπίδας ἐξῆν ἐγγράφεσθαι τοὺς μὴ φέροντας
该条件从句用以支持前面的潜在希求法 δικαίως ἂν μεταποιοῖτο(难道他能公正地主张吗)。εἰ μηδέ 引出举轻明重的论据(“既然甚至……尚不被允许”);此处使用直陈式未完成过去时 ἐξῆν,并非表示与过去事实相反,而是假定神话事实为真作为论证前提。τοὺς μὴ φέροντας 为泛指/条件分词(“凡不带有……者”)。
- 82aᾗπερ δὴ τῶν ἄλλων ζῴων διαφέροντες
关系副词 ᾗπερ 回指先行词 ψυχήν,表示范围或方式(“正是在此方面/凭借此点”),说明人类区别于其他动物之处。它与同一关系从句中的 κατ’ αὐτό(“依照此点”,即就灵魂而言)相照应。
- 82cτῇ περὶ αὐτοὺς ἀρετῇ χαριζόμενοι
分词 χαριζόμενοι(源自支配与格的 χαρίζομαι)字面意为“取悦于”或“施恩于”,在此引申为出于对美德的赞赏与尊崇(“迁就/彰显其美德”或“出于对其美德的敬意”)。τῇ... ἀρετῇ 为其与格补足语。
