- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg003.humanitext-grc2:24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
讲话者阐明智者们所颂扬的“美德”才是使灵魂真正富有且不可剥夺的神圣财富。他进一步将其比作太阳的光芒,论证美德既无法被掠夺,亦绝不会因分赋予他人而有所损耗。
ὑμῖν δὲ ἴσως οὐ ῥᾴδιον σοφοῖς καὶ θείοις ἀπιστεῖν ἀνδράσιν, οἳ δὴ λέγουσι πολλὰ μὲν ἕκαστος ἰδίᾳ, τὸ κεφάλαιον δέ ἐστι τῶν λόγων ἀρετῆς ἔπαινος. ταύτην δὲ τῇ ψυχῇ φασιν ἐμφύεσθαι καὶ αὐτὴν ἀποφαίνειν εὐδαίμονα καὶ βασιλικὴν καὶ ναὶ μὰ Δία πολιτικὴν καὶ στρατηγικὴν καὶ μεγαλόφρονα καὶ πλουσίαν γε ἀληθῶς οὐ τὸ Κολοφώνιον ἔχουσαν χρυσίον "Οὐδ’ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἔεργε" τὸ πρὶν ἐπ’ εἰρήνης, ὅτε ἦν ὀρθὰ τὰ τῶν Ἑλλήνων πράγματα, οὐδὲ ἐσθῆτα πολυτελῆ καὶ ψήφους Ἰνδικὰς καὶ γῆς πλέθρων μυριάδας πάνυ πολλάς, ἀλλ’ ὃ πάντων ἅμα τούτων καὶ κρεῖττον καὶ θεοφιλέστερον, ὃ καὶ ἐν ναυαγίαις ἔνεστι διασώσασθαι καὶ ἐν ἀγορᾷ καὶ ἐν δήμῳ καὶ ἐν οἰκίᾳ καὶ ἐπ’ ἐρημίας, ἐν λῃσταῖς μέσοις καὶ ἀπὸ τυράννων βιαίων. Ὅλως γὰρ οὐδέν ἐστιν ἐκείνου κρεῖττον, ὃ βιασάμενον καθέξει καὶ ἀφαιρήσεται τὸν ἔχοντα ἅπαξ.1 ἔστι γὰρ ἀτεχνῶς ψυχῇ τὸ κτῆμα τοῦτο τοιοῦτον, ὁποῖον οἶμαι τὸ φῶς ἡλίῳ. καὶ γὰρ δὴ τοῦδε νεὼς μὲν καὶ ἀναθήματα πολλοὶ πολλάκις ὑφελόμενοι καὶ διαφθείραντες ᾤχοντο, δόντες μὲν ἄλλοι τὴν δίκην, ἄλλοι δὲ ὠλιγωρηθέντες ὡς οὐκ ἄξιοι κολάσεως εἰς ἐπανόρθωσιν φερούσης· τὸ φῶς δὲ οὐδεὶς αὐτὸν ἀφαιρεῖται, οὐδὲ ἐν ταῖς συνόδοις ἡ σελήνη τὸν κύκλον ὑποτρέχουσα, οὐδὲ εἰς αὑτὴν δεχομένη τὴν ἀκτῖνα καὶ ἡμῖν πολλάκις, τοῦτο δὴ τὸ λεγόμενον, ἐκ μεσημβρίας νύκτα δεικνῦσα. ἀλλ’ οὐδὲ αὐτὸς αὑτὸν ἀφαιρεῖται φωτὸς τὴν σελήνην ἐξ ἐναντίας ἱσταμένην περιλάμπων καὶ μεταδιδοὺς αὐτῇ τῆς αὑτοῦ φύσεως οὐδὲ τὸν μέγαν καὶ θαυμαστὸν τουτονὶ κόσμον ἐμπλήσας αὐγῆς καὶ ἡμέρας. οὔκουν οὐδὲ ἀνὴρ ἀγαθὸς ἀρετῆς μεταδιδοὺς ἄλλῳ τῷ μεταδοθέντι2 μεῖον ἔχων ἐφάνη ποτέ· οὕτω θεῖόν ἐστι κτῆμα καὶ πάγκαλον, καὶ οὐ ψευδὴς ὁ λόγος τοῦ Ἀθηναίου ξένου, ὅστις ποτὲ ἄρα ἦν ἐκεῖνος ὁ θεῖος ἀνήρ· πᾶς γὰρ ὅ τε ὑπὸ γῆς καὶ ἐπὶ γῆς χρυσὸς ἀρετῆς οὐκ ἀντάξιος.
然而对诸位而言,要对那些睿智而神圣的人物怀有疑心或许绝非易事;诚然,他们各自述说了许多不同的道理,但其言论的要旨皆是对美德的颂扬。他们宣称,美德植根于灵魂之中,并使灵魂变得幸福、具备王者风范,甚至凭宙斯起誓,使其通晓治国之道、长于统兵御将、心怀高远,且成为真正意义上的富有之人——并非因其拥有科洛丰的黄金,“亦非射神石槛在内所封存之一切”,昔日和平之世、希腊人国运亨通之时〔所封存者〕,亦非因其拥有华丽的衣裳、印度的宝石与极多的数万普勒特隆土地,而是因其拥有比这所有一切同时更为卓越、更为神所珍爱之物;此物即使在舟沉浪破之际,在集市、在民众大会、在居所、在荒野、在盗贼环伺之中,以及从暴虐的僭主那里,皆能得以保全。 概言之,绝没有任何强于美德之物,能够诉诸暴力将其压制并夺自一度拥有它的人手中。因为依我之见,这一财富对于灵魂而言,恰如光芒之于太阳一般。诚然,许多人曾屡屡窃走并毁坏太阳神的庙宇和奉献之物后扬长而去,其中有人受到了应有的惩罚,亦有人被视为不配受引向归正的惩处而听之任之;然而从未有人能剥夺其光芒,哪怕在日月交会之际月亮潜入日轮之下,将阳光尽收于己身,并屡屡如俗语所说“于正午示人以黑夜”,亦无法夺其分毫。更有甚者,太阳在普照迎面相峙的月亮、将其自身之本质分赋予月轮之时,抑或以辉芒与白昼充溢这宏伟而令人惊叹之宇宙之时,其自身亦从未损耗自己的光芒。因此,善人在向他人分赋美德之际,亦绝未曾因所分出之美德而显得自身有所亏欠;美德竟是如此神圣而尽善尽美的财富,而那位雅典异乡人——无论那位神圣的人物究竟是谁——所说的话亦绝非虚妄:“地下地上的一切黄金,皆不足与美德匹敌。”
- 80cὃ βιασάμενον καθέξει καὶ ἀφαιρήσεται τὸν ἔχοντα ἅπαξ
关系代名词 ὃ(中性单数主格)的先行词为主句中的 οὐδέν。βιασάμενον 为异态动词 βιάζομαι 的过去时分词,与 ὃ 性数格一致,具主动意义,表方式或手段(“凭借强力”)。动词 ἀφαιρήσεται 通常支配双宾格(人的宾格与物的宾格),此处仅保留了人的宾格 τὸν ἔχοντα,被剥夺之物(美德)依上下文承前省略。副词 ἅπαξ 既可修饰分词短语 τὸν ἔχοντα(“一度拥有它的人”),亦可修饰谓语动词 ἀφαιρήσεται(“一劳永逸地夺去”),两种理解均强调了美德不可被剥夺的恒久特质。
- 80dτῷ μεταδοθέντι
名词化的中性过去被动态分词与格(“因所分出之物”)。在句法上,它既可解释为:(1) 修饰 μεῖον ἔχων 的差额与格(“因所分出的数量而少有”),亦可解释为 (2) 原因或手段与格(“因分赋之事而受损”)。无论采纳何种解读,其主旨皆表明将美德分享于他人并不会减少自身的美德。
