- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg003.humanitext-grc2:23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者批评了以华丽修辞逢迎大众、颂扬战功的风气,并引述苏格拉底只重美德而非征服与财富的准则。随后他根据听众所采取的价值标准,阐述了对自己演说的担忧与释怀。
τὰ μὲν δὴ θαυμαστὰ τῶν ἔργων καὶ ὁπόσων ὁ πολὺς ὅμιλος θεατής τε ἐγένετο καὶ διασώζει τὴν μνήμην ξὺν εὐφημίᾳ,1 ἅτε ἐς τὸ τέλος ἀφορῶν καὶ τῶν εὖ ἢ κακῶς ἀποβάντων κριτὴς καθεστὼς καὶ ἐπαινέτης οὐ μάλα ἀστεῖος, ἀκηκόατε πολλάκις τῶν μακαρίων σοφιστῶν καὶ τοῦ ποιητικοῦ γένους πρὸς αὐτῶν τῶν μουσῶν ἐπιπνεομένου, ὥστε ὑμᾶς τούτων ἕνεκα καὶ διωχλήκαμεν, μακροτέρους τοὺς ὑπὲρ αὐτῶν ποιούμενοι λόγους· καὶ γάρ ἐστε λίαν αὐτῶν ἤδη διακορεῖς καὶ ὑμῶν ἐστι τὰ ὦτα πλήρη, καὶ οὐ μή ποτε ἐπιλίπωσιν2 οἱ τούτων ποιηταί, πολέμους ὑμνοῦντες καὶ νίκας ἀνακηρύττοντες λαμπρᾷ τῇ φωνῇ κατὰ τοὺς Ὀλυμπίασι κήρυκας· παρέσχεσθε γὰρ ὑμεῖς τῶν ἀνδρῶν τούτων ἀφθονίαν, ἀσμένως ἐπακούοντες. καὶ οὐδὲν θαυμαστόν. εἰσὶ γὰρ αἱ τούτων ὑπολήψεις ἀγαθῶν πέρι καὶ φαύλων ταῖς ὑμετέραις ξυγγενεῖς, καὶ ἀπαγγέλλουσι πρὸς ὑμᾶς τὰ ὑμῶν αὐτῶν διανοήματα, ἃ ὥσπερ ἐσθῆτι ποικίλῃ τοῖς ὀνόμασι σκιαγραφήσαντες καὶ διαπλάσαντες ἡδίστοις ῥυθμοῖς καὶ σχήμασιν ὡς δή τι καινὸν εὑρόντες εἰς ὑμᾶς φέρουσιν· ὑμεῖς δὲ ἄσμενοι παραδέχεσθε, καὶ ἐκείνους τε οἴεσθε ὀρθῶς ἐπαινεῖν, τούτοις τε ἀποδίδοσθαι τὸ προσῆκόν φατε. τὸ δέ ἐστι μὲν ἴσως ἀληθές, τυχὸν δὲ καὶ ἄλλως ἔχει, ἀγνοούμενον πρὸς ὑμῶν ὅπῃ ποτὲ ἂν ὀρθῶς γίγνοιτο. Ἐπεὶ καὶ τὸν Ἀθηναῖον ἐνενόησα Σωκράτη· ἴστε δὲ ὑμεῖς ἀκοῇ τὸν ἄνδρα καὶ τὸ ἐπ’ αὐτῷ κλέος τῆς σοφίας παρὰ τῆς Πυθίας ἐκβοηθέν· οὐ ταῦτα ἐπαινοῦντα3 οὐδὲ εὐδαίμονας καὶ μακαρίους ὁμολογοῦντα τοὺς πολλὴν κεκτημένους χώραν, πλεῖστα δ’ ἔθνη καὶ ἐν αὐτοῖς πολλοὺς μὲν Ἑλλήνων, πλείους δὲ ἔτι καὶ μείζους βαρβάρων καὶ τὸν Ἄθω διορύττειν δυναμένους καὶ σχεδίᾳ τὰς ἠπείρους, ἐπειδὰν ἐθέλωσι διαβαίνειν, συνάπτοντας καὶ ἔθνη καταστρεφομένους καὶ αἱροῦντας νήσους καὶ σαγηνεύοντας καὶ λιβανωτοῦ χίλια τάλαντα καταθύοντας. οὔτε οὖν Ξέρξην ἐκεῖνος ἐπῄνει ποτὲ οὔτε ἄλλον τινὰ Περσῶν ἢ Λυδῶν ἢ Μακεδόνων βασιλέα, ἀλλ’ οὐδὲ Ἑλλήνων στρατηγόν, πλὴν σφόδρα ὀλίγων, ὁπόσους ἠπίστατο χαίροντας ἀρετῇ καὶ ἀσπαζομένους ἀνδρείαν μετὰ σωφροσύνης καὶ φρόνησιν μετὰ δικαιοσύνης στέργοντας. ὅσους δὲ ἀγχίνους ἢ δεινοὺς ἢ στρατηγικοὺς ἢ κομψοὺς καὶ τῷ πλήθει πιθανοὺς ἑώρα, σμίκρ’ ἄττα μόρια κατανειμαμένους ἀρετῆς, οὐδὲ τούτους ἐς ἅπαν ἐπῄνει. ἕπεται δὲ αὐτοῦ τῇ κρίσει σοφῶν ἀνδρῶν δῆμος ἀρετὴν θεραπεύοντες, τὰ κλεινὰ δὲ οἶμαι ταῦτα καὶ θαυμαστὰ οἱ μὲν ὀλίγου τινός, οἱ δὲ οὐδενὸς ἄξια λέγοντες. Εἰ μὲν οὖν καὶ ὑμῖν ταύτῃ πῃ ξυνδοκεῖ, δέος οὐ φαῦλόν με ἔχει περὶ τῶν ἔμπροσθεν λόγων καὶ ἐμαυτοῦ, μή ποτε ἄρα4 τοὺς μὲν παιδιὰν ἀποφήνητε, σοφιστὴν δὲ ἐμὲ γελοῖον καὶ ἀμαθῆ, μεταποιούμενον τέχνης, ἧς σφόδρα ἀπείρως ἔχειν ὁμολογῶ, ὥς γ’ ἐμοὶ πρὸς ὑμᾶς ὁμολογητέον ἐστὶ τοὺς ἀληθεῖς ἐπαίνους διεξιόντι καὶ ὧν ἀκούειν ἄξιον ὑμῖν οἴεσθε, εἰ καὶ ἀγροικότεροι καὶ ἐλάττους μακρῷ τῶν ῥηθέντων τοῖς πολλοῖς φαίνοιντο. εἰ δέ, ὅπερ ἔμπροσθεν ἔφην, ἀποδέχεσθε τοὺς ἐκείνων ποιητάς, ἐμοὶ μὲν ἀνεῖται τὸ δέος εὖ μάλα. οὐ γὰρ πάντα ὑμῖν ἄτοπος φανοῦμαι, ἀλλὰ πολλῶν μὲν οἶμαι φαυλότερος, κατ’ ἐμαυτὸν δὲ ἐξεταζόμενος οὐ παντάπασιν ἀπόβλητος οὐδὲ ἀτόποις ἐπιχειρῶν.
诚然,关于那些惊人的功业,以及芸芸大众所亲眼目睹并交口称誉留存记忆的诸多事迹——鉴于大众只着眼于结局,以成败论定是非,且绝非高雅的颂扬者——诸位已屡次从那些显赫的智者们以及受缪斯诸神亲自启迪的诗人群体那里聆听过了,以至于我们为了这些事情,通过发表有关它们的冗长演说而烦扰了诸位;因为诸位对此早已腻烦,双耳已被灌满,而描摹这些事迹的创作者们亦绝不会断绝,他们犹如奥林匹亚的传令官一般,以洪亮的声音颂扬战争、宣告胜利;因为诸位欣然倾听,正是你们自己造就了如此众多的这般文人。这毫不足为奇。因为他们关于善恶之事的见解与诸位的见解同出一辙,他们向诸位复述的正是诸位自身的想法;他们如同以锦衣为之设色一般用词语描绘这些想法,以极其悦耳的节奏和修辞姿态予以塑形,便宛如发现了什么新颖之物似的奉献于诸位面前;而诸位欣然接纳,既认为他们称赞得当,又宣称已给予这些人应得的待遇。但实质上,这或许是真的,或许却另有情由,而究竟怎样才能真正名正言顺,在诸位那里却茫然无知。 因为我也想到了雅典的苏格拉底——诸位素闻其人,亦知晓皮提亚神谕所宣告的关于其智慧的盛名——他是如何未尝称赞这些事迹,亦不曾承认那些拥有广袤土地与极多部族的人是幸福与受眷顾的;那些人在其部族中统治着许多希腊人,以及更为众多且强大的蛮族,他们有能力开凿阿索斯山,在意欲渡海时以浮桥连结两大陆地,征服诸多民族,攻占各岛屿并如撒网捕鱼般一网打尽,且焚献上千塔兰同的乳香作为祭品。因此,他既从未称赞过薛西斯,亦未赞扬过波斯、吕底亚或马其顿的其他任何君王,甚至未曾称扬希腊的将领,唯有极少数人除外——即凡是他知晓其乐于追求美德、拥抱伴有克制的勇敢,并挚爱结伴正义的明智之人。至于那些被他视为机敏、能干、通晓将略,或是修辞精巧且对大众极具说服力之人,若其仅分得美德的些微细末,他亦绝不予以全然赞许。而追随其论断的是侍奉美德的智者群体,我认为,对于这些赫赫有名且令人惊叹的功业,他们中有的称其仅值微末,有的则称其一文不值。 因此,若诸位亦大体赞同此见,我心中便对自己先前的言辞以及自己本身怀有不小的惧意,唯恐诸位判定那些言辞不过是儿戏,而斥我为一个滑稽无知的智术之士,妄图染指门道,而我坦承对此技艺殊为生疏——无论如何,在向诸位详述真正的颂词以及诸位认为值得聆听的事情时,即使这些言辞在多数人看来比已说过的言辞显得粗鄙许多且大为逊色,我亦必须向诸位坦白交代。但反之,正如我先前所言,若诸位接纳那些事迹的赞颂者,我的畏惧便全然消除了。因为在诸位眼中我绝非全无道理,虽说想必逊色于许多人,但若单就我自身而受审视,我亦非全然该受弃绝,亦非在行乖张荒谬之举。
- 23τὰ μὲν δὴ θαυμαστὰ τῶν ἔργων καὶ ὁπόσων ὁ πολὺς ὅμιλος θεατής τε ἐγένετο καὶ διασώζει τὴν μνήμην ξὺν εὐφημίᾳ
句首的宾格短语 τὰ μὲν δὴ θαυμαστὰ ... 前置句首以引出话题,充当后方动词 ἀκηκόατε 的直接宾语(所闻之事的宾格);该动词同时支配表来源的属格 τῶν μακαρίων σοφιστῶν 以指示信息发出的主体。
- 78cοὐ μή ποτε ἐπιλίπωσιν
双重否定词 οὐ μή 后接不定过去时虚拟式(ἐπιλίπωσιν),构成对未来事态的强烈否定(“绝不会断绝/匮乏”)。
- 79aἘπεὶ καὶ τὸν Ἀθηναῖον ἐνενόησα Σωκράτη ... οὐ ταῦτα ἐπαινοῦντα
连词 Ἐπεὶ 引出前文观点的论据与例证(“盖因/诚然……”)。动词 ἐνενόησα 支配宾格加分词结构(τὸν ... Σωκράτη ... οὐ ταῦτα ἐπαινοῦντα),作为认知构式表达“忆起苏格拉底并未称赞这些事迹”。
- 79cδέος οὐ φαῦλόν με ἔχει ... μή ποτε ἄρα
短语 δέος ... ἔχει(“恐惧攫住了我”)引出由担忧连词 μή(配合表示揣测的 ἄρα)所引导的惧怕从句,支配从属从句中的虚拟式动词 ἀποφήνητε。
