- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg003.humanitext-grc2:22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出真正的赞颂并非贬损古代英雄,而是阐发君王深谋远虑的功业;他盛赞君王在伊利里亚仅凭雄辩便和平废黜僭位者并降服全军的卓绝口才,并解释了因敬畏与自惭而未将这篇帝王演说转述给听众的缘由。
ἀλλ’ οὐ γὰρ εἴ τις ἐκείνοις μέμφοιτο καὶ ἐπιδεικνύοι διαμαρτάνοντας, οὗτός ἐστι βασιλέως ἀξιόχρεως ἐπαινέτης·1 ὅστις δὲ οἶμαι τῶν ἔργων ἀξίως μνησθείη, οὐ μάτην οὐδὲ αὐτομάτως οὐδὲ ἀλόγῳ φορᾷ γενομένων, προβουλευθέντων δὲ ὀρθῶς καὶ διοικηθέντων, οὗτος ἀρκούντως ἐπαινεῖ τὴν βασιλέως ἀγχίνοιαν. Τὸ δὲ ἐφ’ ἑκάστῃ συνόδῳ τὰς δημηγορίας ἐκλέγειν τὰς ἐς τὰ στρατόπεδα καὶ δήμους καὶ βουλευτήρια μακροτέρας δεῖται τῆς ξυγγραφῆς. ἑνὸς δὲ ἴσως ἐπακούειν οὐ χαλεπόν. καί μοι πάλιν ἐννοήσατε τὸν Λαέρτου, ὁπότε ὡρμημένους ἐκπλεῖν τοὺς Ἕλληνας ἐπέχει τῆς ὁρμῆς καὶ ἐς τὸν πόλεμον μετατίθησι τὴν προθυμίαν, καὶ βασιλέως τὸν ἐν Ἰλλυριοῖς ξύλλογον, ἵνα δὴ πρεσβύτης ἀνὴρ ὑπὸ μειρακίων παιδικὰ φρονεῖν ἀναπειθόμενος ὁμολογιῶν ἐπελανθάνετο καὶ πίστεων, καὶ τῷ μὲν σωτῆρι καὶ εὐεργέτῃ δυσμενὴς ἦν, σπονδὰς δὲ ἐποιεῖτο πρὸς ὃν ἦν ἄσπονδος καὶ ἀκήρυκτος βασιλεῖ πόλεμος, στρατόν τε ἤγειρε καὶ ἐπὶ τοῖς ὁρίοις ἀπήντα τῆς χώρας, κωλῦσαι τοῦ πρόσω χωρεῖν ἐπιθυμῶν. ἐπεὶ δὲ ἐς ταὐτὸν ἦλθον ἀμφοτέρω τὼ στρατεύματε καὶ ἐχρῆν ἐπὶ τῶν ὁπλιτῶν ποιεῖσθαι τὴν ἐκκλησίαν, βῆμά τε ὑψηλὸν ᾔρετο καὶ αὐτὸ περιέσχεν ὁπλιτῶν δῆμος καὶ ἀκοντιστῶν καὶ τοξοτῶν ἱππεῖς τε ἐνσκευασάμενοι τοὺς ἵππους καὶ τὰ σημεῖα τῶν τάξεων· ἀνῄει τε ἐπ’ αὐτὸ βασιλεὺς μετὰ τοῦ τέως ξυνάρχοντος οὔτε αἰχμὴν φέρων οὔτε ἀσπίδα καὶ κράνος, ἀλλὰ ἐσθῆτα τὴν συνήθη. καὶ οὐδὲ αὐτῷ τις τῶν δορυφόρων εἵπετο, μόνος δὲ ἐπὶ τοῦ βήματος εἱστήκει πεποιθὼς τῷ λόγῳ σεμνῶς ἡρμοσμένῳ. ἐργάτης γάρ ἐστι καὶ τούτων ἀγαθός, οὐκ ἀποσμιλεύων οὐδὲ ἀπονυχίζων τὰ ῥήματα οὐδὲ ἀποτορνεύων τὰς περιόδους καθάπερ οἱ κομψοὶ ῥήτορες, σεμνὸς δὲ ἅμα καὶ καθαρὸς καὶ τοῖς ὀνόμασι ξὺν καιρῷ χρώμενος, ὥστε ἐνδύεσθαι ταῖς ψυχαῖς οὐ τῶν παιδείας καὶ ξυνέσεως μεταποιουμένων μόνον, ἀλλ’ ἤδη καὶ τῶν ἰδιωτῶν ξυνιέναι πολλοὺς καὶ ἐπαΐειν τῶν ῥημάτων. οὐκοῦν ᾕρει μυριάδας ὁπλιτῶν συχνὰς καὶ χιλιάδας ἱππέων εἴκοσι καὶ ἔθνη μαχιμώτατα καὶ χώραν πάμφορον, οὐ βίᾳ ἕλκων οὐδὲ αἰχμαλώτους ἄγων, ἑκόντας δὲ αὐτῷ πειθομένους καὶ τὸ ἐπιταττόμενον ποιεῖν ἐθέλοντας. ταύτην ἐγὼ τὴν νίκην κρίνω τῆς Λακωνικῆς ἐκείνης μακρῷ σεμνοτέραν· ἡ μέν γε ἦν ἄδακρυς μόνοις τοῖς κρατοῦσιν, ἡ δὲ οὐδὲ τοῖς κρατηθεῖσιν ἤνεγκε δάκρυα, ἀλλ’ ἀπὸ τοῦ βήματος κατῆλθεν ὁ τῆς βασιλείας ὑποκριτὴς δικασάμενος καὶ ὥσπερ ὄφλημα βασιλεῖ πατρῷον ἀποδοὺς τὴν ἁλουργίδα·2 τἆλλα δὲ αὐτῷ δίδωσι βασιλεὺς ἄφθονα μᾶλλον ἢ Κῦρόν φασι παρασχεῖν τῷ πάππῳ, ζῆν τε ἐποίησε καὶ διαιτᾶσθαι καθάπερ Ὅμηρος ἀξιοῖ τῶν ἀνδρῶν τοὺς ἀφηλικεστέρους, "Τοιούτῳ γὰρ ἔοικεν, ἐπεὶ λούσαιτο φάγοι τε, Εὑδέμεναι μαλακῶς· ἣ γὰρ δίκη ἐστὶ γερόντων." τὸ μὲν οὖν ἐμὸν3 ἡδέως ἂν τοὺς ῥηθέντας λόγους διεξῆλθον, καὶ οὐκ ἄν με ὄκνος καταλάβοι οὕτω καλῶν ἁπτόμενον λόγων· αἰδὼς δὲ οἶμαι κατείργει καὶ οὐκ ἐπιτρέπει μετατιθέναι καὶ ἐξερμηνεύειν ἐς ὑμᾶς τοὺς λόγους. ἀδικοίην γὰρ ἂν διαφθείρων καὶ ἐλεγχόμενος αἰσχυνοίμην, εἴ τις ἄρα τὸ βασιλέως ἀναγνοὺς ξύγγραμμα ἢ τότε ἀκούσας ἀπομνημονεύοι καὶ ἀπαιτοίη οὐ τὰ νοήματα μόνον, ὅσαις δὲ ἀρεταῖς ἐκεῖνα κοσμεῖται κατὰ τὴν πάτριον φωνὴν ξυγκείμενα.4 τοῦτο δὲ οὐκ ἦν Ὁμήρῳ τὸ δέος πολλαῖς μὲν ὕστερον γενεαῖς τοὺς λόγους διηγουμένῳ, λιπόντων δὲ ἐκείνων οὐδὲν ὑπόμνημα τῶν ἐς τοὺς ξυλλόγους ῥηθέντων, καὶ σαφῶς οἶμαι πιστεύοντι, ὅτι ἄμεινον τἀκείνων αὐτὸς ἐξαγγελεῖ καὶ διηγήσεται. τὸ δὲ ἐπὶ τὸ χεῖρον μιμεῖσθαι καταγέλαστον καὶ οὐκ ἄξιον ἐλευθέρας ψυχῆς καὶ γενναίας.
然而,并非某人指责那些古代英雄并指出他们的过失,此人便算得上是君王称职的颂扬者;依我之见,唯有如实提及君王功业之人——指出这些功绩既非徒然产生,亦非偶然偶发或凭无理冲动所致,而是经过深谋远虑的筹划与妥当经略——此人才算充分称赞了君王的机智与睿智。 另一方面,要逐一摘录他在历次聚会中面向军营、民众与议事厅发表的公众演说,需要更为浩繁的史著;然而听闻其中一篇或许并不困难。请诸位随我再度回想拉厄耳忒斯之子:当希腊将士急欲扬帆离去之时,他遏止其冲动,将他们的热忱重新引向战争;再请回想君王在伊利里亚人中所举行的那次集会——彼处确有一位长者,受一些年轻后生唆使而产生幼稚想法,竟遗忘了协议与誓言,对自己的救星与恩人怀有敌意,反与同君王进行着一场不可和解且不宣而战的死敌媾和,并纠集军队迎候于边境,企图阻止君王向前推进。然而,当双方军队聚集到同一处、必须在重装步兵面前举行集会时,一座高台被筑起,重装步兵、标枪手、弓箭手的人群,披挂齐整战马的骑兵以及各部队的军旗将高台团团围住。君王与此前一直是共同统治者的那个人一同登上高台,他既未携长矛,亦未带盾牌与头盔,仅着平日服饰。卫兵无一人相随,他独自一人伫立于高台之上,唯独倚仗那辞气庄严的言辞。因为他在这方面亦是一位杰出的能工巧匠,既不像那些精巧的修辞家那样对字句雕章琢句、修剪打磨,亦不对整齐的周期句精雕细刻,而是既庄重又明晰,审时度势地运用词句,以致其辞不仅能浸润那些以修养与智慧自诩者的心灵,甚至诸多布衣平民亦能心领神会其言辞之妙。于是,他降服了数以万计的重装步兵、两万名骑兵、极其骁勇善战的部族以及物产丰饶的疆土,既非凭暴力掳掠,亦非将其俘虏而行,而是令他们心悦诚服地归顺于他,甘愿遵行其指令。依我看来,这场胜利远比斯巴达人那场著名的胜利更为崇高;因为斯巴达那场胜利仅仅对胜者而言‘无泪’,而这场胜利即便对败者亦未带来泪水,反之,那位皇权的戏子走下讲台,犹如在法庭上辩驳结案一般,如同归还祖传债务般将紫袍奉还君王;君王赐予他其余一切财富,其丰厚甚至胜过传闻中居鲁士为其外祖父所提供的供养,并使他安度晚年,其生活起居一如荷马认为适合年长者的待遇: ‘因为对于这般长者,沐浴进食之后,安然入睡最为适宜;因这正是老者的本分。’ 因此,就我个人而言,本愿欣然详述当年所发表的那些演说,触及如此优美的辞章亦绝不会令我退缩迟疑;但我认为,羞愧之心约束着我,不容许我向诸位转述并翻译那些言辞。因为倘若有人读过君王的亲笔著作,或在当年亲耳聆听而记忆犹新,从而不仅要求思想本身,而且要求那些以母语撰写成的辞章所饰有的诸般美德,那我若有损毁便成了过失,受人驳难更会深感羞愧。荷马则无此顾虑,因他是在许多世代之后才叙述那些演说的,而那些古人并未就集会中所言留下任何备忘录,且我想,他确信自己能将他们的言辞传达叙述得更为优美。然而,拙劣地加以模仿不仅惹人耻笑,亦绝非自由高尚的心灵所当为。
- 22ἀλλ’ οὐ γὰρ εἴ τις ἐκείνοις μέμφοιτο καὶ ἐπιδεικνύοι διαμαρτάνοντας, οὗτός ἐστι βασιλέως ἀξιόχρεως ἐπαινέτης
习语 ἀλλ’ οὐ γάρ 起到转折与修正前文(上一节对荷马史诗英雄的批评)的作用,意为“然而并非因为……就……”。γάρ 的因果逻辑统摄整个主句否定判断,下接希求语气条件从句(εἴ τις μέμφοιτο...)与陈述语气现在时的主句(οὗτός ἐστι),表明贬抑古人并不等于自身即是合格的颂扬者。
- 77cὁ τῆς βασιλείας ὑποκριτὴς δικασάμενος καὶ ὥσπερ ὄφλημα βασιλεῖ πατρῷον ἀποδοὺς τὴν ἁλουργίδα
短语 ὁ τῆς βασιλείας ὑποκριτής 在历史背景中比喻指代僭位称帝的维特拉尼奥(Vetranio),称其为“皇权的戏子(挂名傀儡)”。不定过去时中间态分词 δικασάμενος(犹如诉讼辩论后/结案受审后)与分词 ἀποδούς 并列,将归还皇室紫袍(ἁλουργίς)比作偿还祖传负债(ὄφλημα πατρῷον)。
- 77dτὸ μὲν οὖν ἐμόν
由中性冠词与物主形容词(τὸ ἐμόν)构成的副词性宾格(表示“就我而言”或“在我这一方面”)。它修饰带有 ἄν 的直陈式过去时动词 διεξῆλθον ἄν(表示过去可能或违实愿望),从而使演说者个人的意愿与后文制约他的羞怯敬畏(αἰδὼς κατείργει)形成鲜明对照。
- 78aκατὰ τὴν πάτριον φωνὴν ξυγκείμενα
词组 πάτριος φωνή(“祖先之语/祖国语言”)是帝国时期希腊语文献中指代官方通用语拉丁语的惯用表达。中性复数分词 ξυγκείμενα(被撰写成、被组织成)修饰前述代词 ἐκεῖνα,明确指出君王当年的演说文本最初是用拉丁文撰写并记录的。
