← 朱利安

论君士坦提乌斯皇帝的功绩或王权

§20-21

超越涅斯托尔与奥德修斯的智谋与雄辩

演说者总结了君王战功与荷马史诗的对比,继而转向对其知谋与演说才能的论述,列举《伊利亚特》中涅斯托尔与奥德修斯斡旋失败及筑墙失策的例证,以确立君王的优越地位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20

Τοσαῦτα ὑπὲρ τῶν βασιλέως ἔργων ἐν βραχεῖ διεληλύθαμεν, οὔτε κολακείᾳ προστιθέντες καὶ αὔξειν ἐπιχειροῦντες τυχὸν οὐδενὸς διαφέροντα τῶν ἄλλων, οὔτε πόρρωθεν ἕλκοντες καὶ βιαζόμενοι τῶν ἔργων τὰς ὁμοιότητας, καθάπερ οἱ τοὺς μύθους ἐξηγούμενοι τῶν ποιητῶν καὶ ἀναλύοντες ἐς λόγους πιθανοὺς καὶ ἐνδεχομένους τὰ πλάσματα ἐκ μικρᾶς πάνυ τῆς ὑπονοίας ὁρμώμενοι καὶ ἀμυδρὰς λίαν παραλαβόντες τὰς ἀρχὰς πειρῶνται ξυμπείθειν, ὡς δὴ ταῦτά γε αὐτὰ ἐκείνων ἐθελόντων λέγειν. ἐνταῦθα δὲ εἴ τις ἐξέλοι τῶν Ὁμήρου μόνον τὰ τῶν ἡρώων ὀνόματα, ἐνθείη δὲ τὸ βασιλέως καὶ ἐναρμόσειεν, οὐ μᾶλλον εἰς ἐκείνους ἢ τοῦτον πεποιῆσθαι δόξει τὰ τῆς Ἰλιάδος ἔπη.

关于君王的功绩,我们已简要论述至此;我们既未出于谄媚而妄加增饰、企图夸大那些或许与常人毫无二致的事迹,亦未牵强附会、生拉硬拽其功绩的相似之处——正如那些诠释诗人神话之人,将虚构之辞剖析为看似可信且近情理的说辞,凭藉微不足道的一丝端倪并抓住极模糊的线索,便试图令人信服那些诗人本意正是要表达这些含义。然而在此,若有人仅将荷马史诗中英雄的名字剔除,代之以君王之名并加以契合,那么《伊利亚特》的诗行看似为彼等所作并不甚于为君王所作。

§21

Ἀλλ’ ὅπως μὴ τὰ ὑπὲρ τῶν ἔργων μόνον ἀκούοντες τὰ τῶν κατορθωμάτων τῶν ἐς τὸν πόλεμον ἔλαττον ἔχειν ὑπολαμβάνητε βασιλέα περὶ τὰ σεμνότερα καὶ ὧν ἄξιον μείζονα ποιεῖσθαι λόγον, δημηγοριῶν φημι καὶ ξυμβουλιῶν, καὶ ὁπόσα γνώμη μετὰ νοῦ καὶ φρονήσεως κατευθύνει, ἀθρεῖτε ἐν Ὀδυσσεῖ καὶ Νέστορι τοῖς ἐπαινουμένοις κατὰ τὴν ποίησιν, καὶ ἤν τι μεῖον ἐν βασιλεῖ καταμανθάνητε, τοῖς ἐπαινέταις τοῦτο λογίζεσθε,1 πλέον δὲ ἔχοντα δικαίως ἂν αὐτὸν μᾶλλον ἀποδεχοίμεθα. οὐκοῦν ὁ μέν,2 ὁπηνίκα χαλεπαίνειν καὶ στασιάζειν ἤρχοντο περὶ τῆς αἰχμαλώτου κόρης, λέγειν ἐπιχειρῶν οὕτω δή τι πείθει τὸν βασιλέα καὶ τὸν τῆς Θέτιδος, ὥστε ὁ μὲν ἀκόσμως διέλυσε τὸν ξύλλογον, ὁ δὲ οὐδὲ περιμείνας ἀφοσιώσασθαι τὰ πρὸς τὸν θεόν, ἔτι δὲ αὐτὰ δρῶν καὶ ἀφορῶν ἐς τὴν θεωρίδα, στέλλει τοὺς κήρυκας ἐπὶ τὴν Ἀχιλλέως σκηνήν, ὥσπερ οἶμαι δεδιὼς μὴ τῆς ὀργῆς ἐπιλαθόμενος καὶ ἀπαλλαγεὶς τοῦ πάθους μεταγνοίη καὶ ἀποφύγοι τὴν ἁμαρτάδα· ὁ δὲ ἐκ τῆς Ἰθάκης ῥήτωρ πολύτροπος πείθειν ἐπιχειρῶν πρὸς διαλλαγὰς Ἀχιλλέα καὶ δῶρα πολλὰ διδούς, μυρία δὲ ἐπαγγελλόμενος, οὕτω τὸν νεανίσκον παρώξυνεν, ὥστε πρότερον οὐ βουλευσάμενον τὸν ἀπόπλουν νῦν παρασκευάζεσθαι. ἔστι δὲ αὐτῶν τὰ θαυμαστὰ τῆς συνέσεως δείγματα αἵ τε ἐπὶ τὸν πόλεμον παρακλήσεις καὶ ἡ τειχοποιία τοῦ Νέστορος, πρεσβυτικὸν λίαν καὶ ἄτολμον ἐπινόημα. οὔκουν οὐδὲ ὄφελος ἦν πολὺ τοῖς Ἀχαιοῖς τοῦ μηχανήματος· ἀλλὰ ἡττῶντο τῶν Τρώων τὸ τεῖχος ἐπιτελέσαντες, καὶ μάλα εἰκότως. τότε μὲν γὰρ αὐτοὶ τῶν νεῶν ᾤοντο προβεβλῆσθαι καθάπερ ἔρυμα γενναῖον· ἐπεὶ δὲ ᾔσθοντο σφῶν προκείμενον καὶ ἀποικοδομούμενον τεῖχος τάφρῳ βαθείᾳ καὶ πασσάλοις ὀξέσι διηλούμενον, κατερρᾳθύμουν καὶ ὑφίεντο τῆς ἀλκῆς τῷ τειχίσματι πεποιθότες.

然而,为了不使诸位仅听闻其功勋战绩,便以为君王在更为崇高、更值得大书特书之事上有所欠缺——我指的是民众演说、谋划建策,以及一切凭理智与审慎所指引的明断——诸位不妨审视诗歌中所称颂的奥德修斯与涅斯托尔;若发觉君王有任何不及之处,便将其归咎于颂辞作者;但既然他更为卓绝,我们理当对他更加赞许。诚然,当他们因那名女俘开始动怒与争吵之际,后者企图进言劝解,其劝说君王与忒提斯之子的结果,却是令一方不欢而散、狼狈解散集会,另一方甚至未等履行完对神明的禳解之责,仍在一边行祭、一边眺望圣船之时,便派遣传令官前往阿喀琉斯的营帐——依我看,他仿佛生怕自己忘却怒气、摆脱激愤,从而悔悟并免犯过失;而那位来自伊萨卡的八面玲珑的辩士,企图劝说阿喀琉斯修好,馈赠丰厚礼物并许下无数诺言,却反而激怒了这位年轻人,以致此前根本未打算返航的他,如今竟筹备起启程回乡。此外,他们那令人惊叹的智谋明证,便是对战争的激励以及涅斯托尔的筑墙之举——这实乃极度衰老且怯懦的设想。因此,这一构筑物对阿开奥斯人并无多大益处;相反,他们筑成城墙后反而败给了特洛伊人,而这极其合乎常理。因为在那之前,他们自认为伫立于战船之前宛如坚固的藩篱;然而一旦察觉到自己身前筑起城墙阻隔、并以深壕尖桩加以防护,便依恃要塞而松懈怠惰,折损了斗志。

语法注2 条
  1. 75bτοῖς ἐπαινέταις τοῦτο λογίζεσθε

    “将此归咎于颂扬者”。与格“τοῖς ἐπαινέταις”表示责任归属的对象。与诗歌中所称颂的英雄(τοῖς ἐπαινουμένοις)相对,若发觉君王有不及之处,此乃修辞性让步,意指应归咎于赞美君王的演说者(或夸大其辞的诗人赞美者)之笔力不足,而非君王本身的欠缺。

  2. 75bοὐκοῦν ὁ μέν

    指代前文“奥德修斯与涅斯托尔”(ἐν Ὀδυσσεῖ καὶ Νέστορι)中的涅斯托尔,而奥德修斯则在后文由“ὁ δὲ ἐκ τῆς Ἰθάκης ῥήτωρ”相对照。随后的“ὥστε ὁ μὲν... ὁ δὲ...”则是结果从句内部的次级对照,分别指代阿喀琉斯(解散集会者)与阿伽门农(尚在行祭便派遣使者之人)。嵌套的“ὁ μέν... ὁ δέ”严密区分了说话者与被劝说的双方。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg003.humanitext-grc2:20-21