- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg003.humanitext-grc2:18-19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者将君王和平攻克要塞之举与亚历山大的岩堡攻坚战及特洛伊英雄的匹夫之勇相对比,颂扬君王的深谋远虑,并列举其在莱茵河、底格里斯河及讨伐僭主战役中的辉煌战功,确立其超越古人的卓越功业。
Καὶ ἵνα μὴ διατρίβειν δοκῶ αὖθίς τε ὑπὲρ τῶν δυσχωριῶν διαλεγόμενος, καὶ ὡς οὔτε στρατόπεδον ἦν οὐδὲ χάρακα πλησίον καταβαλέσθαι, οὔτε ἐπάγειν μηχανὰς καὶ ἑλεπόλεις, ἀνύδρου δεινῶς ὄντος καὶ οὐδὲ μικρὰς λιβάδας ἔχοντος τοῦ πέριξ χωρίου, ἐπ’ αὐτὴν εἶμι τὴν αἵρεσιν. καὶ εἰ βούλεσθε τὸ κεφάλαιον ἀθρόως ἑλεῖν τοῦ λόγου, ὑπομνήσθητε τῆς τοῦ Μακεδόνος ἐπὶ τοὺς Ἰνδοὺς πορείας, οἳ τὴν πέτραν ἐκείνην κατῴκουν, ἐφ’ ἣν οὐδὲ τῶν ὀρνίθων ἦν τοῖς κουφοτάτοις ἀναπτῆναι, ὅπως ἑάλω,1 καὶ οὐδὲν πλέον ἀκούειν ἐπιθυμήσετε· πλὴν τοσοῦτον μόνον, ὅτι Ἀλέξανδρος μὲν ἀπέβαλε πολλοὺς Μακεδόνας ἐξελὼν τὴν πέτραν, ὁ δὲ ἡμέτερος ἄρχων καὶ στρατηγὸς οὐδὲ χιλίαρχον ἀποβαλὼν ἢ λοχαγόν τινα, ἀλλ’ οὐδὲ ὁπλίτην τῶν ἐκ καταλόγου, καθαρὰν καὶ ἄδακρυν περιεποιήσατο τὴν νίκην. Ἕκτωρ δὲ οἶμαι καὶ Σαρπηδὼν πολλοὺς ἐκ τοῦ τειχίσματος κατέβαλον, ἐντυχόντες δὲ ἀριστεύοντι Πατρόκλῳ ὁ μὲν ἐπὶ τῶν νεῶν κτείνεται, ὁ δὲ ἔφευγεν αἰσχρῶς οὐδὲ ἀνελόμενος τὸ σῶμα τοῦ φίλου. οὕτως οὐδενὶ ξὺν νῷ, ῥώμῃ δὲ μᾶλλον σωμάτων θρασυνόμενοι τὴν ἐς τὸ τεῖχος πάροδον ἐτόλμων. βασιλεὺς δὲ οὗ μὲν ἀλκῆς ἔργον ἐστὶ καὶ θυμοῦ χρῆται τοῖς ὅπλοις καὶ κρατεῖ ξὺν εὐβουλίᾳ, οὗ δὲ μόνον ἐδέησε γνώμης, ταύτῃ κυβερνᾷ καὶ κατεργάζεται πράγματα τοσαῦτα, ὁπόσα οὐδ’ ἄν ὁ σίδηρος ἐξελεῖν ἰσχύσειεν.
为了不让我显得在反复讨论地势的险阻上虚耗光阴,也不再赘述为何既无法在附近安营扎寨,亦无法运来攻城器械与破城塔——因周遭之地极度缺水,甚至连涓涓细流也无——我将直接切入攻克要塞本身。诸位若愿一举领会此番论说的要领,只需忆及马其顿人远征那些据守岩峰的印度人、连最轻捷之鸟亦难以飞越其上的险峰是如何被攻克的,便不会再想多听其他细节;唯独这一点除外:亚历山大为攻破那座岩峰损失了许多马其顿将士,而我们的领袖与统帅既未损失一位千夫长或连长,甚至未损失名册中的一名重装步兵,便赢得了一场无可挑剔且毫无泪水的胜利。依我看,赫克托耳与萨尔珀冬固然从城墙上击落了许多人,但当他们遭遇大展雄风的帕特洛克罗斯时,一人丧命于战船之旁,另一人则可耻地溃逃,甚至未曾收敛同伴的遗体。他们正是这般毫无智谋,仅凭血肉之躯的蛮力逞勇,悍然强行突破防线。然而君王在需要勇力与气概之处,则挥戈仗剑,以明断克敌制胜;在仅需智谋之处,则运筹帷幄,建树起连利刃亦无能为力的大业。
Ἀλλ’ ἐπειδὴ καθ’ αὑτὸν ὁ λόγος φερόμενος ἥκει πάλαι ποθῶν τὴν ξύνεσιν ἐπαινεῖν καὶ τὴν εὐβουλίαν, ἀποδοτέον. καὶ ὑπὲρ τούτων ὀλίγα πάλαι διεληλύθαμεν· ὁπόσα δὲ ἡμῖν ἐφαίνετο πρὸς τὰ τῶν ἡρώων ἐκείνων ἔχειν ξυγγένειαν, μεγάλα μικροῖς εἰκάζοντες, δι’ ὁμοιότητα διήλθομεν. δῆλον δὲ ἀποβλέψαντι πρὸς τὸ τῆς παρασκευῆς μέγεθος καὶ τῆς δυνάμεως τὴν περιουσίαν. τότε γὰρ ἥ τε Ἑλλὰς ἐκεκίνητο ξύμπασα καὶ Θρᾳκῶν μοῖρα καὶ Παιόνων τό τε τοῦ Πριάμου ξύμπαν ὑπήκοον, "Ὅσσον Λέσβος ἔσω Μάκαρος ἕδος ἐντὸς ἐέργει Καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων." τὰ δὲ νῦν ἔθνη συνιόντα βασιλεῖ καὶ συμπολεμοῦντα τὸν πόλεμον καὶ τοὺς ἀντιταξαμένους καταριθμεῖν μὴ λῆρος ᾖ καὶ φλυαρία περιττὴ καὶ λίαν ἀρχαῖον.2 ὅσῳ δὲ μείζους αἱ συνιοῦσαι δυνάμεις, τοσούτῳ τὰ ἔργα προφέρειν εἰκός· ὥστε ἀνάγκη καὶ ταῦτα ἐκείνων ὑπεραίρειν. πλήθει γε μὴν ποῦ ποτε ἄξιον συμβαλεῖν; οἱ μὲν γὰρ περὶ μιᾶς ἐμάχοντο πόλεως ξυνεχῶς, καὶ οὔτε Τρῶες ἀπελάσαι τοὺς Ἀχαιοὺς ἐπικρατοῦντες ἠδύναντο; οὔτε ἐκεῖνοι νικῶντες ἐξελεῖν καὶ ἀνατρέψαι τῶν Πριαμιδῶν τὴν ἀρχὴν καὶ τὴν βασιλείαν ἴσχυον, δεκαέτης δὲ αὐτοῖς ἀναλώθη χρόνος. βασιλεῖ δὲ πολλοὶ μέν εἰσιν ἀγῶνες· καὶ γὰρ ἀνεγράφη Γερμανοῖς τοῖς ὑπὲρ τοῦ Ῥήνου πολεμῶν, τά τε ἐπὶ τῷ Τίγρητι ζεύγματα καὶ τῆς Παρθυαίων δυνάμεως καὶ τοῦ φρονήματος ἔλεγχος οὐ φαῦλος, ὅτε οὐχ ὑπέμενον ἀμῦναι τῇ χώρᾳ πορθουμένῃ, ἀλλὰ περιεῖδον ἅπασαν τμηθεῖσαν τὴν εἴσω Τίγρητος καὶ Λύκου, τῶν γε μὴν πρὸς τὸν τύραννον πραχθέντων ὅ τε ἐπὶ Σικελίαν ἔκπλους καὶ ἐς Καρχηδόνα, Ἠριδανοῦ τε αἱ προκαταλήψεις τῶν ἐκβολῶν ἁπάσας αὐτοῦ τὰς ἐν Ἰταλίᾳ δυνάμεις ἀφελόμεναι, καὶ τὸ τελευταῖον καὶ τρίτον πάλαισμα3 περὶ ταῖς Κοττίαις Ἄλπεσιν, ὃ δὴ βασιλεῖ μὲν παρέσχεν ἀσφαλῆ καὶ τοῦ μέλλοντος ἀδεᾶ τὴν ὑπὲρ τῆς νίκης ἡδονήν, τὸν δὲ ἡττηθέντα δίκην ἐπιθεῖναι δικαίαν αὑτῷ καὶ τῶν ἐξειργασμένων πάνυ ἀξίαν κατηνάγκασε.
然而,既然演说顺理成章地推进,久已渴望颂扬他的聪慧与深谋远虑,便理当予以阐发。关于这些,我们此前已略加叙述;凡在我们看来与那些英雄的事迹有相通之处者,我们皆以大拟小、借由相似性予以了考察。若放眼于战备之庞大与军力之充沛,此点便一目了然。盖因彼时不仅全希腊被动员起来,还有一部分色雷斯人、培奥尼亚人以及普里阿摩斯治下的全部属民,“凡马卡尔之邦莱斯博斯所包容,上至弗里吉亚与浩瀚的赫勒斯滂。” 至于如今汇聚于君王麾下共赴沙场的各族军民,以及那些列阵以抗的敌手,若一一枚举,未免是荒唐废话、多余的饶舌,且过于陈腐。然而汇聚的军力越是庞大,其功业自然越发卓绝;因而当下的伟业必然超越古昔。况且单就数量而言,又岂堪相提并论?彼等围绕一城经年累月地苦战,特洛伊人即便占优亦未能驱逐阿开奥斯人,而后者即便获胜亦无力一举摧毁普里阿摩斯家族的政权与王国,整整耗费了十载光阴。然而对君王而言,征战繁多:不仅记载了他讨伐莱茵河彼岸日耳曼人的战役,记载了在底格里斯河上的架桥,以及对帕提亚人的军力和士气所施加的有力试炼——彼时帕提亚人无力捍卫惨遭洗劫的国土,只能眼睁睁看着底格里斯河与吕科斯河以内的全境化为废墟;而在讨伐僭主的事业中,还有远航西西里与迦太基的进军,以及对厄里达诺斯河口的先制占领,从而剥夺了僭主在意大利境内的全部军力;最后便是在科蒂安阿尔卑斯山附近的第三度决战,此役不仅赋予君王对胜利的安稳且免于未来之忧的喜悦,更迫使战败者对自己施以公正的惩罚,完全与其罪愆相称。
- 73aὑπομνήσθητε τῆς τοῦ Μακεδόνος ἐπὶ τοὺς Ἰνδοὺς πορείας, οἳ τὴν πέτραν ἐκείνην κατῴκουν, ἐφ’ ἣν οὐδὲ τῶν ὀρνίθων ἦν τοῖς κουφοτάτοις ἀναπτῆναι, ὅπως ἑάλω
先发结构(prolepsis)。间接疑问从句 ὅπως ἑάλω(“其如何陷落”)在意义上的逻辑主语(岩峰 πέτρα)被前置并吸收入修饰主句动词 ὑπομνήσθητε 之属格宾语 πορείας 的关系从句中,使全句在多重从属关系后收结于 ὅπως ἑάλω。
- 74aκαταριθμεῖν μὴ λῆρος ᾖ καὶ φλυαρία περιττὴ καὶ λίαν ἀρχαῖον
带 μή 的独立虚拟语气(independent subjunctive with μή),以不定式 καταριθμεῖν 作为逻辑主语,用于表达委婉的顾虑或推测(“若一一列举……唯恐沦为荒唐废话”)。在此无需前置表示担忧的统治动词,属于一种表达谦逊或委婉断定的固定句法。
- 74cτῶν γε μὴν πρὸς τὸν τύραννον πραχθέντων ὅ τε ἐπὶ Σικελίαν ἔκπλους καὶ ἐς Καρχηδόνα, Ἠριδανοῦ τε αἱ προκαταλήψεις τῶν ἐκβολῶν ἁπάσας αὐτοῦ τὰς ἐν Ἰταλίᾳ δυνάμεως ἀφελόμεναι, καὶ τὸ τελευταῖον καὶ τρίτον πάλαισμα
破格的部分属格结构(partitive genitive with anacoluthon)。属格短语 τῶν πραχθέντων(“在……所建树的事迹中”)作整体属格,而后列举的具体事迹却以主格名词短语(ἔκπλους, προκαταλήψεις, πάλαισμα)并列呈现,在语法上呼应了前句的 βασιλεῖ δὲ πολλοὶ μέν εἰσιν ἀγῶνες 这一主格陈述结构。
