- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg003.humanitext-grc2:1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了诗人通过阿基琉斯与阿伽门农的冲突与和解向君王与将领阐发的训诫,并誓言称颂受信君王展现出的超越古人的美德与宽厚。
Τὸν Ἀχιλλέα φησὶν ἡ ποίησις, ὁπότε ἐμήνισε καὶ διηνέχθη πρὸς τὸν βασιλέα, μεθεῖναι μὲν ταῖν χεροῖν τὴν αἰχμὴν καὶ τὴν ἀσπίδα, ψαλτήριον δὲ ἁρμοσάμενον καὶ κιθάραν ᾄδειν καὶ ὑμνεῖν τῶν ἡμιθέων τὰς πράξεις, καὶ ταύτην διαγωγὴν τῆς ἡσυχίας ποιεῖσθαι, εὖ μάλα ἐμφρόνως τοῦτο διανοηθέντα. τὸ μὲν γὰρ ἀπεχθάνεσθαι καὶ παροξύνειν τὸν βασιλέα λίαν αὔθαδες καὶ ἄγριον· τυχὸν δὲ οὐδὲ ἐκείνης ἀπολύεται τῆς μέμψεως ὁ τῆς Θέτιδος, ὅτι τῷ καιρῷ τῶν ἔργων εἰς ᾠδὰς καταχρῆται καὶ κρούματα, ἐξὸν τότε μὲν ἔχεσθαι τῶν ὅπλων1 καὶ μὴ μεθιέναι, αὖθις δὲ ἐφ’ ἡσυχίας ὑμνεῖν τὸν βασιλέα καὶ ᾄδειν τὰ κατορθώματα. οὐ μὴν οὐδὲ τὸν Ἀγαμέμνονά φησιν ὁ πατὴρ ἐκείνων τῶν λόγων μετρίως καὶ πολιτικῶς προσενεχθῆναι τῷ στρατηγῷ, ἀλλ’ ἀπειλῇ τε χρῆσθαι καὶ ἔργοις ὑβρίζειν, τοῦ γέρως ἀφαιρούμενον. συνάγων δὲ αὐτοὺς ἐς ταὐτὸν ἀλλήλοις ἐπὶ τῆς ἐκκλησίας μεταμελομένους, τὸν μὲν τῆς Θέτιδος ἐκβοῶντα "Ἀτρείδη, ἦ ἄρ τι τόδ’ ἀμφοτέροισιν ἄρειον Ἔπλετο, σοὶ καὶ ἐμοί," εἶτα ἐπαρώμενον τῇ προφάσει τῆς ἀπεχθείας καὶ ἀπαριθμούμενον τὰς ἐκ τῆς μήνιδος ξυμφοράς, τὸν βασιλέα δὲ αἰτιώμενον Δία καὶ Μοῖραν καὶ Ἐρινύν, δοκεῖ μοι διδάσκειν, ὥσπερ ἐν δράματι τοῖς προκειμένοις ἀνδράσιν οἷον εἰκόσι χρώμενος, ὅτι χρὴ τοὺς μὲν βασιλέας μηδὲν ὕβρει πράττειν μηδὲ τῇ δυνάμει πρὸς ἅπαν χρῆσθαι μηδὲ ἐφιέναι τῷ θυμῷ, καθάπερ ἵππῳ θρασεῖ χήτει χαλινοῦ καὶ ἡνιόχου φερομένῳ, παραινεῖν δὲ αὖ2 τοῖς στρατηγοῖς ὑπεροψίαν βασιλικὴν μὴ δυσχεραίνειν, φέρειν δὲ ἐγκρατῶς καὶ πρᾴως τὰς ἐπιτιμήσεις, ἵνα μὴ μεταμελείας αὐτοῖς ὁ βίος μεστὸς ᾖ. Ταῦτα κατ’ ἐμαυτὸν ἐννοῶν, ὦ φίλε βασιλεῦ, καὶ σὲ μὲν ὁρῶν ἐπὶ τῶν ἔργων τὴν Ὁμηρικὴν παιδείαν ἐπιδεικνύμενον καὶ ἐθέλοντα πάντως κοινῇ μὲν ἅπαντας ἀγαθόν τι δρᾶν, ἡμῖν δὲ ἰδίᾳ τιμὰς καὶ γέρα ἄλλα ἐπ’ ἄλλοις παρασκευάζοντα, τοσούτῳ δὲ οἶμαι κρείττονα τοῦ τῶν Ἑλλήνων βασιλέως εἶναι ἐθέλοντα, ὥστε ὁ μὲν ἠτίμαζε τοὺς ἀρίστους, σὺ δὲ οἶμαι καὶ τῶν φαύλων πολλοῖς τὴν συγγνώμην νέμεις, τὸν Πιττακὸν ἐπαινῶν τοῦ λόγου, ὃς τὴν συγγνώμην τῆς τιμωρίας προυτίθει, αἰσχυνοίμην ἄν, εἰ μὴ τοῦ Πηλέως3 φαινοίμην εὐγνωμονέστερος μηδὲ ἐπαινοίην εἰς δύναμιν τὰ προσόντα σοί, οὔτι φημὶ χρυσὸν καὶ ἁλουργῆ χλαῖναν, οὐδὲ μὰ Δία πέπλους παμποικίλους, γυναικῶν ἔργα Σιδωνίων, οὐδὲ ἵππων Νισαίων κάλλη καὶ χρυσοκολλήτων ἁρμάτων ἀστράπτουσαν αἴγλην, οὐδὲ τὴν Ἰνδῶν λίθον εὐανθῆ καὶ χαρίεσσαν. καίτοι γε εἴ τις ἐθέλοι τούτοις τὸν νοῦν προσέχων ἕκαστον ἀξιοῦν λόγου, μικροῦ πᾶσαν οἶμαι τὴν Ὁμήρου ποίησιν ἀποχετεύσας ἔτι δεήσεται λόγων, καὶ οὐκ ἀποχρήσει σοὶ μόνῳ τὰ ξύμπασι ποιηθέντα τοῖς ἡμιθέοις ἐγκώμια.
诗歌告诉我们,阿基琉斯在对国王动怒并与之冲突之时,双手放下了长矛和盾牌,调好索尔特里琴和齐特拉琴,歌唱并赞颂半神们的功绩,以此作为自己闲暇的消遣,而他如此设想是极为明智的。因为向国王怀恨并发难是极其狂傲与粗野的;然而,那位忒提斯之子或许也难逃这番责备,即在应当付诸行动的关键时刻,他却将时间虚耗在歌咏与弹奏上,尽管当时本应握紧武器而不予放弃,事后在平静中再去赞颂国王并歌唱其功业。然而,那些诗句的父亲(诗人)同样没有说阿伽门农对待这位统帅表现得温和且有政治家的风度,反而说他诉诸威胁并在行动中肆意羞辱,剥夺了他的荣誉赏赐。诗人将他们彼此聚集在一起,使他们在大会上悔悟——忒提斯之子高呼:“阿特柔斯之子啊,难道这对我们两人、对你我来说真有什么更好之处吗?”随后他咒骂那场反目的由头,历数由愤怒而生的灾祸,而国王则归咎于宙斯、命运与复仇女神——在我看来,诗人似乎如同在戏剧中借由摆在眼前的这些人作为典型来施教:国王决不可凭恃狂暴行事,不可将自己的权力滥用于一切,亦不可任凭怒气肆虐,犹如一匹因缺少缰绳和御者而狂奔的烈马;而另一方面,他又告诫统帅们不要因王者的傲慢而心怀怨怼,而应克制且温和地承受责备,免得他们的生活中充满悔恨。 亲爱的国王,我在心中思量这些事,眼见您在实际作为中展现出荷马式的教养,在一切方面都渴望共同造福众人,并私下里为我们接连准备下荣誉与赏赐,且我认为您渴望比那位希腊人的国王卓越得多——那个人侮辱最优秀的人,而我认为您甚至向许多卑微者施予宽恕,称赞皮塔库斯那句将宽恕置于惩罚之上的格言——假使我未能显得比佩琉斯之子更知感恩,未能竭尽全力赞美您所具备的种种,我将感到羞耻。我绝非指黄金与紫袍,也凭宙斯起誓绝非指绣工繁复的衣裳——那些西顿妇女的劳作,亦非指尼萨良马的骏美、镶金战车的耀眼光芒,或是印度那绚丽怡人的宝石。然而,若有人愿将心思放在这些事物上并认为每一项都值得述说,我认为即便汲尽几乎全部荷马的诗作,他也依然会感叹言辞匮乏,而为所有半神所作的颂词也绝不足以单独献给您一人。
- 49dἐξὸν τότε μὲν ἔχεσθαι τῶν ὅπλων
非人称动词 ἔξεστι 的中性单数宾格分词构成分词绝对独立结构(宾格绝对结构),表示让步,意为“尽管当时本可以……”。动词 ἔχεσθαι 支配属格宾语 τῶν ὅπλων(紧握武器)。
- 50bδοκεῖ μοι διδάσκειν ... παραινεῖν δὲ αὖ
承接句首分词短语 συνάγων δὲ αὐτοὺς ... 的主要动词是 δοκεῖ μοι(在我看来),不定词 διδάσκειν 与 παραινεῖν 并列依赖于它。παραινεῖν 并非从属于 ὅτι 从句内的 χρὴ,而是与 διδάσκειν 形成对照呼应,构成“一方面教导君王应当如何,另一方面告诫将领应当如何”的并列训诫结构。
- 50dτοῦ Πηλέως
比较属格。结合上下文,此处是指代前文提及的忒提斯之子阿基琉斯(佩琉斯之子)的省略或借代表达,即“比佩琉斯[之子]更知感恩/明理”。这紧扣前文对阿基琉斯当初欠缺考量及其后之悔恨的讨论。
