- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg003.humanitext-grc2:17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者批判性地审视了荷马史诗中赫克托耳的战绩,将其与君士坦提乌斯跨越阿尔卑斯险峻要塞的伟业进行对比,详述了阿奎莱亚的地理与词源,并赞颂了皇帝的军事壮举。
Ταῦτά τοι καὶ ἐπαινοῦμεν τὸν Ἕκτορα σπένδειν μὲν οὐκ ἐθέλοντα διὰ τὸν ἐπὶ τῶν χειρῶν λύθρον· ἠξιοῦμεν δὲ μηδὲ ἐς ἄστυ ἰέναι μηδὲ ἀπολείπειν τὴν μάχην μέλλοντά γε οὐ στρατηγοῦ καὶ βασιλέως ἐπιτελεῖν ἔργον, διακόνου δὲ καὶ ὑπηρέτου,1 Ἰδαίου τινὸς ἢ Ταλθυβίου τάξιν ἀναληψόμενον. ἀλλ’ ἔοικε γάρ, ὅπερ ἔφαμεν ἐξ ἀρχῆς, πρόφασις εὐπρεπὴς εἶναι φυγῆς τοῦτο. καὶ γὰρ ὁπότε τῷ Τελαμωνίῳ ξυνίστατο πεισθεὶς τῇ φήμῃ τοῦ μάντεως, ἀσπασίως διελύθη καὶ ἔδωκε δῶρα, τὸν θάνατον ἐκφυγὼν ἄσμενος· καθόλου δὲ εἰπεῖν, φεύγουσιν ἕπεται θρασέως, αἴτιος δέ ἐστιν οὐδαμοῦ νίκης καὶ τροπῆς, πλὴν ὅτε "πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν" ξὺν τῷ Σαρπηδόνι. πότερον οὖν ὡς οὐκ ἔχοντες τηλικοῦτον ἔργον βασιλέως εὐλαβησόμεθα τὸν ἀγῶνα, μή ποτε ἄρα μικρὰ μεγάλοις καὶ φαῦλα σπουδῆς ἀξίοις μείζονος παρατιθέναι δόξωμεν, ἢ τολμήσομεν2 καὶ πρὸς τηλικοῦτον ἔργον ἁμιλλᾶσθαι; οὐκοῦν ἐκεῖνο μὲν ἦν τὸ τεῖχος ὑπὲρ τῆς ᾐόνος, ἐν οὐδὲ ὅλῳ τῷ πρὸ μεσημβρίας χρόνῳ συντελεσθέν, ὁποίους ἡμῖν τοὺς χάρακας ἔννομον κατασκευάζεσθαι· τὸ δὲ ὑπὲρ τῶν Ἄλπεων τεῖχος παλαιόν τε ἦν φρούριον, καὶ αὐτῷ χρῆται μετὰ τὴν φυγὴν ὁ τύραννος, ὥσπερ ἔρυμά τι νεουργὲς ἀποφήνας καὶ ἀξιόλογον φρουρὰν ἀπολιπὼν ἐρρωμένων ἀνδρῶν. οὐδὲ αὐτὸς ὡς πορρωτάτω πορεύεται, ἔμενε δὲ ἐν τῇ πλησίον πόλει. ἔστι δὲ Ἰταλῶν ἐμπόριον πρὸς θαλάττῃ μάλα εὔδαιμον καὶ πλούτῳ βρύον. φέρουσι γὰρ ἐντεῦθεν φορτία Μυσοὶ καὶ Παίονες καὶ τῶν Ἰταλῶν ὁπόσοι τὴν μεσόγαιαν κατοικοῦσιν, Ἑνετοὶ δὲ οἶμαι τὸ πρόσθεν ὠνομάζοντο. νῦν δὲ ἤδη Ῥωμαίων τὰς πόλεις ἐχόντων τὸ μὲν ἐξ ἀρχῆς ὄνομα σώζουσι βραχείᾳ προσθήκῃ γράμματος ἐν ἀρχῇ τῆς ἐπωνυμίας· ἔστι δὲ αὐτοῦ σύμβολον χαρακτὴρ εἷς, ὀνομάζουσι δὲ αὐτὸν οὔ, καὶ χρῶνται ἀντὶ τοῦ βῆτα3 πολλάκις προσπνεύσεως οἶμαι τινὸς ἕνεκα καὶ ἰδιότητος τῆς γλώττης. τὸ μὲν δὴ ξύμπαν ἔθνος ὧδε ἐπονομάζεται· τῇ πόλει δὲ ἀετός, ὥς φασιν, οἰκιζομένῃ δεξιὸς ἐκ Διὸς ἱπτάμενος τὴν αὑτοῦ φήμην χαρίζεται. οἰκεῖται δὲ ὑπὸ τοῖς ποσὶ τῶν Ἄλπεων· ὄρη δέ ἐστι ταῦτα παμμεγέθη καὶ ἀπορρῶγες ἐν αὐτοῖς πέτραι, μόλις ἁμάξῃ μιᾷ καὶ ὀρικῷ ζεύγει τὴν ὑπέρβασιν βιαζομένοις ξυγχωροῦντα,4 ἀρχόμενα μὲν ἀπὸ θαλάττης, ἣν δὴ τὸν Ἰόνιον εἶναί φαμεν, ἀποτειχίζοντα δὲ τὴν νῦν Ἰταλίαν ἀπό τε Ἰλλυριῶν καὶ Γαλατῶν καὶ ἐς τὸ Τυρρηνὸν πέλαγος ἀναπαυόμενα. Ῥωμαῖοι γὰρ ἐπειδὴ τῆς χώρας ἁπάσης ἐκράτουν· ἔστι δὲ ἐν αὐτῇ τό τε τῶν Ἑνετῶν ἔθνος καὶ Λίγυές τινες καὶ τῶν ἄλλων Γαλατῶν οὐ φαύλη μοῖρα· τὰ μὲν ἀρχαῖα σφῶν ὀνόματα σώζειν οὐ διεκώλυσαν, τῷ κοινῷ δὲ τῶν Ἰταλῶν ξυγχωρεῖν κατηνάγκασαν. καὶ νῦν ὁπόσα μέν εἴσω τῶν Ἄλπεων κατοικεῖται, ἔστε ἐπὶ τὸν Ἰόνιον καὶ τὸν Τυρρηνὸν καθήκοντα, ταύτῃ κοσμεῖται τῇ προσωνυμίᾳ· τὰ δὲ ὑπὲρ τῶν Ἄλπεων τῶν πρὸς ἑσπέραν Γαλάται νέμονται, καὶ Ῥαιτοὶ δὲ τὰ ὑπὸ τὴν ἄρκτον, ἵνα Ῥήνου τέ εἰσιν αἱ πηγαὶ καὶ αἱ τοῦ Ἴστρου πλησίον παρὰ τοῖς γείτοσι βαρβάροις· τὰ δὲ ἐκ τῆς ἕω ταῦτα δὴ τὰς Ἄλπεις ὀχυροῦν ἔφαμεν, ἵναπερ ὁ τύραννος τὴν φρουρὰν κατεσκευάσατο. οὕτω δὴ τῆς Ἰταλίας ἁπανταχόθεν ὄρεσί τε συνεχομένης λίαν δυσβάτοις καὶ θαλάσσῃ τεναγώδει, ἅτε ἐσρεόντων ποταμῶν μυρίων, οἳ ποιοῦσιν ἕλος προσεοικὸς τοῖς Αἰγυπτίοις ἕλεσι, τὸ ξύμπαν τῆς ἐκείνῃ θαλάττης πέρας βασιλεὺς ὑπὸ σοφίας ἔλαβε καὶ ἐβιάσατο τὴν ἄνοδον.
正因如此,我们赞扬赫克托耳因双手沾满血污而不愿行奠祭之举;但我们认为他不该前往城中,亦不该脱离战场,因为他即将履行的并非统帅与君王的职责,而是侍者与仆从的差事,去承担诸如伊代奥斯或塔尔梯比奥斯的职分。然而正如我们最初所言,这似乎只是逃遁的体面借口。事实上,当他听信先知的预言而与忒拉蒙之子交手时,一旦侥幸逃脱死厄,便欣然罢战并赠予礼物;总括而言,对于溃逃者他固然穷追不舍,但除却与萨尔珀冬一同“率先跃入阿开奥斯人城垣”之外,在任何地方他都未曾促成胜利与敌军的溃退。那么,我们究竟应当因自认没有这等君王功业而回避这场较量,唯恐被人认为是以微小比附宏大、以鄙陋比附更值得全力以赴之事,还是毅然敢于同如此宏大的功业一较高下呢?那道城垣不过是在海滩之上、在不到半日的时间内筑成的,正如我们依例所立的营垒栅栏一般;而阿尔卑斯山之上的防壁却是一座古老的要塞,僭主在逃跑后加以利用,将其整治得宛若崭新的堡垒,并留下一支由精壮之士组成的雄厚守军。他本人亦未逃往极远之地,而是留居在邻近的城池中。此城乃是意大利人临海的商埠,极为繁荣富庶。盖因米西亚人、培奥尼亚人以及居住于内陆的意大利人皆从此地运载货物;我想他们从前被称为赫内托伊人。如今罗马人既已占领这些城镇,他们便在称号之首稍加一字母以保留原本之名;该记号为一个单独的字符,他们称之为“乌”,且我想是因某种送气与语言特性的缘故,常以此字代替贝塔。整个部族固然由此得名;至于该城,相传在建城之时,一只象征吉兆的雄鹰自宙斯处飞来,遂将自身之名赐予了此城。该城坐落于阿尔卑斯山麓;这些山峦庞大无比,山中尽是悬崖绝壁,即令仅凭一辆大车与一对骡子强行翻越之人亦难以通行;它们自我们称为伊奥尼亚海的洋面起始,将当今的意大利同伊利里亚人及高卢人隔绝开来,直至第勒尼安海方告终止。盖因罗马人在征服全境之后——境内有赫内托伊部族、若干利古里亚人以及为数不少的其他高卢人——并未阻止他们保留昔日的旧称,却强令他们归顺于意大利人这统称。如今凡阿尔卑斯山以内、直至伊奥尼亚海与第勒尼安海的定居之地,皆冠以此等称谓;而西阿尔卑斯山以外之地为高卢人所据,北方之地则为拉埃提亚人所占,彼处乃莱茵河的源头,且邻近异族之境有多瑙河的源头;至于东部地区,正如我们所说,由阿尔卑斯山加以拱卫,亦即僭主部署守军之处。尽管意大利四面受困于极难通行的崇山峻岭与浅滩沼海——盖因无数河流汇入,形成了宛如埃及沼泽的泽地——君王仍凭其谋略夺取了该处海疆的整个极界,强行开辟了前进的通道。
- 71aἠξιοῦμεν δὲ μηδὲ ἐς ἄστυ ἰέναι μηδὲ ἀπολείπειν τὴν μάχην μέλλοντά γε οὐ στρατηγοῦ καὶ βασιλέως ἐπιτελεῖν ἔργον, διακόνου δὲ καὶ ὑπηρέτου
宾格分词 μέλλοντα 与前文的 τὸν Ἕκτορα 一致,充当不定式 ἰέναι 和 ἀπολείπειν 的逻辑主语,并带有原因意味(“因为他将要……”)。在对比结构中,否定词 οὐ 直接修饰 στρατηγοῦ καὶ βασιλέως,与随后的 διακόνου δὲ καὶ ὑπηρέτου 构成鲜明对照。
- 71bπότερον οὖν ὡς οὐκ ἔχοντες τηλικοῦτον ἔργον βασιλέως εὐλαβησόμεθα τὸν ἀγῶνα... ἢ τολμήσομεν
由 πότερον ... ἤ 引导的双重疑问句结构。前半部分使用 ὡς 连同分词 οὐκ ἔχοντες 表示主观理由(“自以为没有……”),其后接由 μή ποτε ... δόξωμεν 引导的顾虑/畏惧虚拟语气从句。后半部分(ἢ τολμήσομεν)则提出了与之相对的另一个抉择。
- 71dἐστι δὲ αὐτοῦ σύμβολον χαρακτὴρ εἷς, ὀνομάζουσι δὲ αὐτὸν οὔ, καὶ χρῶνται ἀντὶ τοῦ βῆτα
这是关于拉丁字母“V”(代表半元音/w/或元音/u/)的语言学阐述。尤利安在此解释了希腊语转写拉丁语 Veneti 时的习惯,即使用字符本身或希腊语二重元音“ου”来表达该送气音,以此代替希腊字母贝塔(β)。
- 72aμόλις ἁμάξῃ μιᾷ καὶ ὀρικῷ ζεύγει τὴν ὑπέρβασιν βιαζομένοις ξυγχωροῦντα
中性复数分词 ξυγχωροῦντα 与主语 ὄρη 一致,支配与格分词 βιαζομένοις(“对强行翻越之人”)作为间接宾语。工具与格 ἁμάξῃ μιᾷ καὶ ὀρικῷ ζεύγει 修饰分词 βιαζομένοις,而宾格 τὴν ὑπέρβασιν 则是 βιαζομένοις 的直接宾语。
