- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg003.humanitext-grc2:15-16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引柏拉图《美涅克塞努篇》的名言,论证将幸福系于神明及内在理智乃是凡人与君王最善的生活方式,并强调顺服神意以及保持传统敬虔的重要性。
Οἶμαι γὰρ τὴν Πλάτωνος μικρὰ παρατρέψας λέξιν οὐχ ἁμαρτήσεσθαι, ὡς ὅτῳ ἀνδρί, μᾶλλον δὲ βασιλεῖ, ἐς τὸν θεὸν ἀνήρτηται πάντα τὰ πρὸς εὐδαιμονίαν φέροντα καὶ μὴ ἐν ἄλλοις ἀνθρώποις αἰωρεῖται, ἐξ ὧν εὖ ἢ κακῶς πραξάντων πλανᾶσθαι ἀναγκάζεται αὐτὸς καὶ τὰ ἐκείνου πράγματα, τούτῳ ἄριστα παρεσκεύασται πρὸς τὸ ζῆν.1 εἰ δὲ ἐπιτρέποι μηδεὶς μεταγράφειν μηδὲ ἐκτρέπειν μηδὲ μεταλαμβάνειν τοὔνομα, ἀλλὰ ὥσπερ ἱερὸν ἀρχαῖον κελεύοι μένειν ἐᾶν ἀκίνητον, οὐδὲ οὕτως ἄλλο τι διανοεῖσθαι τὸν σοφὸν ἐροῦμεν. τὸ γὰρ εἰς ἑαυτὸν οὐ δήπου τὸ σῶμά φησιν οὐδὲ τὰ χρήματα οὐδὲ εὐγένειαν καὶ δόξαν πατέρων· ταῦτα γὰρ αὐτοῦ μέν τινος οἰκεῖα κτήματα, οὐ μήν ἐστι ταῦτα αὐτός· ἀλλὰ νοῦν καὶ φρόνησιν, φησί, καὶ τὸ ὅλον τὸν ἐν ἡμῖν θεόν· ὃ δὴ καὶ αὐτὸς ἑτέρωθι κυριώτατον ἐν ἡμῖν ψυχῆς εἶδος ἔφη, καὶ ὡς ἄρα αὐτὸν δαίμονα θεὸς ἑκάστῳ δέδωκε, τοῦτο ὃ δή φαμεν οἰκεῖν μὲν ἡμῶν ἐπ’ ἄκρῳ τῷ σώματι, πρὸς δὲ τὴν ἐν οὐρανῷ ξυγγένειαν ἀπὸ γῆς ἡμᾶς αἴρειν. ἐς τοῦτο γὰρ ἔοικεν ἐπιτάττειν ἀνηρτῆσθαι χρῆναι ἑκάστῳ ἀνδρί, καὶ οὐκ εἰς ἄλλους ἀνθρώπους, οἳ τὰ μὲν ἄλλα βλάπτειν καὶ κωλύειν ἐθέλοντες πολλάκις ἐδυνήθησαν· ἤδη δέ τινες καὶ μὴ βουλόμενοι τῶν ἡμετέρων τινὰ παρείλοντο. τοῦτο δὲ ἀκώλυτον μόνον καὶ ἀπαθές ἐστιν, ἐπεὶ μηδὲ θεμιτὸν ὑπὸ τοῦ χείρονος τὸ κρεῖττον βλάπτεσθαι. ἔστι δὲ καὶ οὗτος ἐκεῖθεν ὁ λόγος. ἀλλ’ ἔοικα γὰρ καταφορτίζειν ὑμᾶς τοῖς τοῦ Πλάτωνος λόγοις μικρὰ ἐπιπάττων τῶν ῥημάτων ὥσπερ ἁλῶν ἢ χρυσοῦ ψήγματος. τούτων δὲ οἱ μὲν ἡδίω τὴν τροφήν, ὁ δὲ εὐπρεπῆ μᾶλλον παρέχει τὴν θέαν.2 ἀμφότερα δὲ ἐν τοῖς Πλάτωνος λόγοις· καὶ γὰρ αἰσθέσθαι διὰ τῆς ἀκοῆς ἡδίους τῶν ἁλῶν καὶ θρέψαι ψυχὴν ξὺν ἡδονῇ καὶ καθῆραι θαυμαστοί· ὥστε οὐκ ἀποκνητέον οὐδὲ εὐλαβητέον τὸν ψόγον, εἴ τις ἄρα καταμέμφοιτο τὴν ἀπληστίαν, καὶ ὅτι παντὸς ἐπιδραττόμεθα ὥσπερ ἐν τοῖς συμποσίοις οἱ λίχνοι τῶν ἐδωδίμων ἁπάντων, οὐχ ὑπομένοντες τὸ μὴ τῶν προκειμένων ἅψασθαι. τοῦτο γὰρ δὴ τρόπον τινὰ καὶ ἡμῖν ἔοικε συμβαίνειν, ἐπαίνους ἅμα καὶ δόγματα ᾄδειν καὶ πρὶν ἢ μετρίως ἐφικέσθαι τοῦ προτέρου λόγου μέσον ὑποτεμομένοις φιλοσόφων ἐξηγεῖσθαι ῥήσεις. πρὸς δὴ τοὺς τὰ τοιαῦτα καταμεμφομένους εἴρηται μὲν ἤδη καὶ πρότερον καὶ αὖθις δὲ ἴσως λελέξεται.
因为我认为,即使我稍加改动柏拉图的措辞,亦不会有误:即无论何人,尤其是君王,若凡有助于幸福之事皆系于神明,而不悬系于他人,不致因他人之祸福顺逆而被迫使自身及其事业流离失所,此人对于生活便作了最善之准备。但即便无人容许我们改换、偏离或更替这一字眼,而是命令如对待古代圣物般听任其不可更动,即便如此,我们亦绝不会说那位哲人意指别的什么。因为所谓“归于自身”,他绝非指肉体、财富、门第或先祖的声望;盖因这些固然属于个人的所有物,却非此人自身;他乃是指理智与知性,总而言之即寓于我们内心的神明;这正是他自己在别处所称我们内在灵魂最至高之形态,是神赐予各人作为神明精魄之物,亦即我们所说寄居于我们肉体之巅、将我们自大地拔升向天上同族之物。因为他似乎正是命令各人当系于此物,而非系于其他人;他人若欲在别的事上为害与阻挠,往往能够得逞;甚至已有若干人在不情愿之下夺走了属于我们的某些事物。然而唯有此物不可阻拦且不受侵扰,盖因低劣者加害于高贵者乃天理所不容。这一论点同样源自彼处。不过,我似乎以柏拉图的言论使诸君不堪重负,有如撒下细盐或金粉般点缀其片言只字。在这些事物中,前者使食物更趋甘美,后者则提供更为华丽的观瞻。而两者皆兼备于柏拉图的言辞之中:盖经由听闻领会其语,实比盐更为甜美,在以愉悦滋养灵魂并涤除污垢方面更令人惊叹。因此,若有人责难此种贪得无厌,斥责我们如筵席上贪嘴之徒抓取一切佳肴、按捺不住不去沾染眼前陈列之物那般攫取万物,我们亦不必畏缩退却,不必过分顾忌斥责。因为这般情形在某种程度上似乎亦正发生在我们身上:我们一边高唱颂词,一边宣讲教义,在尚未充分推进前番论述之前便横生枝节来阐发哲人的言论。对于指责此类作为之人,此前固然已有陈说,往后或许亦将再度申明。
Νῦν δὲ τὸ συνεχὲς ἀποδόντες τῷ παρόντι λόγῳ ἐπὶ τὸν ἐξ ἀρχῆς ἐπανάγωμεν ὥσπερ οἱ προεκθέοντες ἐν τοῖς δρόμοις. ἐλέγετο δ’ οὖν ἐν τοῖς πρόσθεν ὡς αὐτὸν μέν τινά φησι Πλάτων τὸν νοῦν καὶ τὴν ψυχήν, αὐτοῦ δὲ τὸ σῶμα καὶ τὴν κτῆσιν. ταῦτα δὲ ἐν τοῖς θαυμασίοις διώρισται νόμοις. ὥσπερ οὖν, εἴ τις ἐξ ἀρχῆς ἀναλαβὼν λέγοι· Ὅτῳ ἀνδρὶ ἐς νοῦν καὶ φρόνησιν ἀνήρτηται πάντα τὰ ἐς εὐδαιμονίαν φέροντα καὶ μὴ ἐν τοῖς ἐκτός, ἐξ ὧν εὖ ἢ κακῶς πραξάντων ἢ καὶ πασχόντων πλανᾶσθαι ἀναγκάζεται, τούτῳ ἄριστα παρεσκεύασται πρὸς τὸ ζῆν, οὐ παρατρέπει τὴν λέξιν οὐδὲ παραποιεῖ, ἐξηγεῖται δὲ ὀρθῶς καὶ ἑρμηνεύει· οὕτω δὲ καὶ ὅστις ἀντὶ τῆς αὐτοῦ λέξεως τὸν θεὸν παραλαμβάνει οὐκ ἀδικεῖ. εἰ γὰρ τὸν ἐν ἡμῖν δαίμονα, ὄντα μὲν ἀπαθῆ τῇ φύσει καὶ θεῷ ξυγγενῆ, πολλὰ δὲ ἀνατλάντα καὶ ὑπομείναντα διὰ τὴν πρὸς τὸ σῶμα κοινωνίαν καὶ τοῦ πάσχειν τε καὶ φθείρεσθαι φαντασίαν τοῖς πολλοῖς παρασχόντα, τοῦ παντὸς ἐκεῖνος προΐσταται βίου τῷ γε εὐδαιμονήσειν μέλλοντι, τί χρὴ προσδοκᾶν αὐτὸν ὑπὲρ τοῦ καθαροῦ καὶ ἀμιγοῦς γηίνῳ σώματι διανοηθῆναι νοῦ,3 ὃν δὴ καὶ θεὸν εἶναί φαμεν καὶ αὐτῷ τὰς ἡνίας ἐπιτρέπειν τοῦ βίου χρῆναι παραινοῦμεν πάντα ἰδιώτην τε καὶ βασιλέα, τόν γε ὡς ἀληθῶς ἄξιον τῆς ἐπικλήσεως καὶ οὐ νόθον οὐδὲ ψευδώνυμον, συνιέντα μὲν αὐτοῦ καὶ αἰσθανόμενον διὰ συγγένειαν, ὑφιέμενον δὲ αὐτῷ τῆς ἀρχῆς καὶ ὑποχωροῦντα τῆς ἐπιμελείας ὡς ἔμφρονα; ἀνόητον γὰρ καὶ μάλα αὔθαδες τὸ μὴ καθάπαξ ἐς δύναμιν πείθεσθαι τῷ θεῷ ἀρετῆς ἐπιμελομένους· τούτῳ γὰρ μάλιστα χαίρειν ὑποληπτέον τὸν θεόν. οὐ μὴν οὐδὲ τῆς ἐννόμου θεραπείας ἀποστατέον οὐδὲ τὴν τοιαύτην τιμὴν ὑπεροπτέον τοῦ κρείττονος, θετέον δὲ ἐν ἀρετῆς μοίρᾳ τὴν εὐσέβειαν τὴν κρατίστην. ἔστι γὰρ ὁσιότης τῆς δικαιοσύνης ἔκγονος· αὕτη δὲ ὅτι τοῦ θειοτέρου ψυχῆς εἴδους ἐστίν, οὐδένα λέληθε τῶν ὅσοι τὰ τοιαῦτα μεταχειρίζονται.
如今,让我们使目下的论说恢复连贯,如同在跑道上超前奔跑之人一样折回最初的出发点。前文中曾提及,柏拉图认为人本身即是其理智与灵魂,而其肉体与财产仅属于他自己。这些在绝妙的《法律篇》中已有明定。因此,若有人自始重新表述道: “无论何人,若凡有助于幸福之事皆系于理智与知性,而非系于外物——即不因外物之得失成败乃至所受遭遇而被迫流离迷惘——此人对于生活便作了最善之准备”,他并未曲解措辞,亦未作伪,而是作了正确的阐发与解释;同样,凡取“神”以代其原本措辞之人,亦未有不当。因为,倘若那位哲人将我们内心的神明——其在本性上固然不受外物侵扰且与神同族,却因与肉体结合而备尝艰辛,并向大众呈现出承受苦痛与朽坏的表象——设立为企图获得幸福者整个生活的统领,那么对于未与尘世肉体相杂的纯粹理智,又当期待他作何感想呢?这理智正是我们所称的神明,我们劝告每一介平民与君王——凡真正名副其实、非冒名与虚饰之君王——皆当将生命的缰绳托付于它,凭借同族的渊源理解它并感知它,如明哲之人那般让出统治权并退出操劳之位。因为在勉力追求美德之时若不全然竭尽所能顺服神明,乃是荒唐且极为狂妄之举;盖因应当认定神明最以此为悦。当然,绝不可废弃合乎礼法的侍奉,亦不可蔑视对至高者的这等崇敬,而应当将至善的虔敬列为美德的一部分。因为神圣乃正义的后裔;而此物属于灵魂中更为神圣的形态,凡研讨此类事物之人无一不知晓。
- 15ὡς ὅτῳ ἀνδρί, μᾶλλον δὲ βασιλεῖ, ἐς τὸν θεὸν ἀνήρτηται πάντα τὰ πρὸς εὐδαιμονίαν φέροντα καὶ μὴ ἐν ἄλλοις ἀνθρώποις αἰωρεῖται, ἐξ ὧν εὖ ἢ κακῶς πραξάντων πλανᾶσθαι ἀναγκάζεται αὐτὸς καὶ τὰ ἐκείνου πράγματα, τούτῳ ἄριστα παρεσκεύασται πρὸς τὸ ζῆν.
连词 ὡς 引导由 οἶμαι ... οὐχ ἁμαρτήσεσθαι 统辖的内容从句(间接引语)。从句核心为 ὅτῳ ... τούτῳ 的相关结构(“凡……之人,对此人而言已作了最善准备”),与格 ὅτῳ 作为无人称完成时被动态动词 παρεσκεύασται 的利益与格。介词短语 ἐξ ὧν 以 ἄλλοις ἀνθρώποις 为先行词,并统领属格独立结构 εὖ ἢ κακῶς πραξάντων,表示使动词 πλανᾶσθαι 发生的原因。
- 69bτούτων δὲ οἱ μὲν ἡδίω τὴν τροφήν, ὁ δὲ εὐπρεπῆ μᾶλλον παρέχει τὴν θέαν.
属格 τούτων 为部分属格,指代前文的 ἁλῶν ἢ χρυσοῦ ψήγματος。在性数呼应上,οἱ μέν 为阳性复数,呼应复数名词 ἅλες(盐),意为“盐使食物更甘美”;而 ὁ δέ 为阳性单数,呼应阳性单数名词 χρυσός(ψῆγμα 为中性),表示“金屑使观瞻更华美”,构成严整的对称。
- 70bεἰ γὰρ τὸν ἐν ἡμῖν δαίμονα, ὄντα μὲν ἀπαθῆ τῇ φύσει καὶ θεῷ ξυγγενῆ, πολλὰ δὲ ἀνατλάντα καὶ ὑπομείναντα διὰ τὴν πρὸς τὸ σῶμα κοινωνίαν καὶ τοῦ πάσχειν τε καὶ φθείρεσθαι φαντασίαν τοῖς πολλοῖς παρασχόντα, τοῦ παντὸς ἐκεῖνος προΐσταται βίου τῷ γε εὐδαιμονήσειν μέλλοντι, τί χρὴ προσδοκᾶν αὐτὸν ὑπὲρ τοῦ καθαροῦ καὶ ἀμιγοῦς γηίνῳ σώματι διανοηθῆναι νοῦ
长篇推论(a fortiori)句式。条件从句的主语 ἐκεῖνος 指柏拉图;谓语动词 προΐσταται 统领宾格宾语 τὸν ἐν ἡμῖν δαίμονα(“将内在的神明设立为……”),属格 τοῦ παντὸς ... βίου 表示其统辖的范围,与格 τῷ ... μέλλοντι 为利益与格(“为将要获得幸福之人”)。这构成了主节疑问句 τί χρὴ προσδοκᾶν αὐτὸν ... διανοηθῆναι(“必须期待他对于……有何思考呢?”)的前提。
