- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg003.humanitext-grc2:13-14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
帕提亚王试图以轮番射击阻止守军筑墙,却因城内军民昼夜兼程筑起新墙而震惊,随后诛杀总督转嫁败责并撤军。作者进而将此役同特洛伊战争中的船壁之战相对比,指出守军的英勇远胜弃守防壁的希腊英雄,并借荷马史诗批评赫克托耳临阵退缩的怯懦。
Ὡς δὲ καὶ ταύτης ὁ Παρθυαῖος ἥμαρτε τῆς πείρας, τοὺς τοξότας διελὼν εἰς μοίρας διαδέχεσθαί τε ἀλλήλους κελεύει καὶ συνεχῶς βάλλειν πρὸς τὸ διερρηγμένον τοῦ τείχους, ὡς μὴ δυνηθεῖεν ἀποικοδομῆσαι καὶ ἔχειν ἀσφαλῶς τὴν πόλιν· οὕτω γὰρ αἱρήσειν λαθὼν ἢ βιασάμενος τῷ πλήθει τοὺς ἔνδον ἤλπιζε. ἀλλὰ μάταιον γὰρ ἀπέφηνεν ἡ βασιλέως παρασκευὴ τοῦ βαρβάρου τὸ διανόημα.1 κατὰ νώτου γὰρ τῶν ὁπλιτῶν ἕτερον τεῖχος εἰργάζετο· ὁ δὲ ᾤετο τοῖς ἀρχαίοις ἴχνεσιν ἐς τὰ θεμέλια χρωμένους μέλλειν ἔτι. ἡμέρᾳ δὲ ὅλῃ καὶ νυκτὶ συνεχῶς ἐργασαμένων ἔστε ἐπὶ τέτταρας πήχεις ὕψους ἠγείρετο, καὶ ἕωθεν ὤφθη λαμπρὸν καὶ νεουργές, ἐκείνων οὐδὲ ἀκαρῆ χρόνον ἐνδιδόντων, διαδεχομένων δὲ ἀλλήλους καὶ ἀκοντιζόντων ἐς τοὺς ἐφεστῶτας τῷ κειμένῳ τείχει, τοῦτο ἐξέπληξε δεινῶς τὸν βάρβαρον. οὐ μὴν ἀπῆγεν εὐθὺς τὴν στρατιάν, ἀλλ’ αὖθις τοῖς αὐτοῖς χρῆται παλαίσμασι. δράσας δὲ οἶμαι καὶ παθὼν παραπλήσια ἀπῆγε τὴν στρατιὰν ὀπίσω, πολλοὺς μὲν ὑπὸ τῆς ἐνδείας δήμους ἀπολέσας, πολλὰ δὲ ἀναλώσας περὶ τοῖς χώμασι καὶ τῇ πολιορκίᾳ σώματα, σατράπας δὲ ἀνελὼν συχνούς, ἄλλον ἄλλο ἐπαιτιώμενος, τὸν μὲν ὅτι μὴ καρτερῶς ἐπεποίητο τὰ χώματα, εἶξε δὲ καὶ ἐπεκλύσθη παρὰ τῶν ποταμίων ῥευμάτων, τὸν δὲ ὡς φαύλως ἀγωνισάμενον ὑπὸ τοῖς τείχεσι, καὶ ἄλλους ἄλλας ἐπάγων αἰτίας ἔκτεινεν. ἔστι γὰρ εὖ μάλα τοῖς κατὰ τὴν Ἀσίαν βαρβάροις σύνηθες ἐς τοὺς ὑπηκόους τὰς αἰτίας τῆς δυσπραγίας ἀποσκευάζεσθαι, ὃ δὴ καὶ τότε δράσας ἀπιὼν ᾤχετο. καὶ ἄγει πρὸς ἡμᾶς εἰρήνην ἐκ τούτου, καὶ οὔτε ὅρκων οὔτε συνθηκῶν ἐδέησεν, ἀγαπᾷ δὲ οἴκοι μένων, εἰ μὴ στρατεύοιτο βασιλεὺς ἐπ’ αὐτὸν καὶ δίκην ἀπαιτοίη τοῦ θράσους καὶ τῆς ἀπονοίας. Ἆρά γε ἄξιον ταύτην παραβαλεῖν τὴν μάχην ταῖς ὑπὲρ τῶν νεῶν τῶν Ἑλληνικῶν καὶ τοῦ τείχους; ἀθρεῖτε δὲ ὧδε τὴν ὁμοιότητα καὶ τὸ διάφορον λογίζεσθε. Ἑλλήνων μὲν Αἴαντε καὶ οἱ Λαπίθαι καὶ Μενεσθεὺς τοῦ τείχους εἶξαν2 καὶ περιεῖδον τὰς πύλας συντριβομένας ὑφ’ Ἕκτορος καὶ τῶν ἐπάλξεων ἐπιβεβηκότα τὸν Σαρπηδόνα. οἱ δὲ οὐδὲ διαρραγέντος αὐτομάτως τοῦ τείχους ἐνέδοσαν, ἀλλὰ ἐνίκων μαχόμενοι καὶ ἀπεκρούοντο Παρθυαίους ξὺν Ἰνδοῖς ἐπιστρατεύσαντας. εἶτα ὁ μὲν ἐπιβὰς τῶν νεῶν ἀπὸ τῶν ἰκρίων ὥσπερ ἐρύματος πεζὸς διαγωνίζεται, οἱ δὲ πρότερον ἀπὸ τῶν τειχῶν ἐναυμάχουν, τέλος δὲ οἱ μὲν τῶν ἐπάλξεων εἶξαν καὶ τῶν νεῶν, οἱ δὲ ἐνίκων ναυσί τε ἐπιόντας καὶ πεζῇ τοὺς πολεμίους.
当帕提亚王在此次尝试中亦告失败后,便将弓箭手分成若干队,命他们轮番替换,持续向城墙的坍塌处射击,以使城内守军无法重新筑墙加固城市;因为他指望借此在守军不备时攻取,或凭人数优势强行压制城内之人。然而,皇帝的周密防备使蛮族的图谋化为泡影。因为在重装步兵身后,另一座城墙正在修筑之中;而彼方本以为守军仍在利用旧有基址的痕迹而有所拖延。但守军昼夜不停地连续劳作,直至新墙升至四肘尺之高,黎明时分便显现出一座光彩夺目的崭新城墙——尽管敌军未曾松懈片刻,而是轮番更替,向伫立在废墟残垣上的人投掷标枪——这令蛮族大为震惊。但他并未立即撤军,而是再度施展相同的手段。然而,我想他因蒙受并造成了相仿的损失,最终还是率军回撤;他因匮乏而损失了众多部众,在土垒和攻城战周围消耗了大量兵员,并诛杀了多位总督,以不同由头归咎于众人:斥责某人土垒筑得不够坚固以致在河流急流冲击下溃决被淹,又斥责某人在城墙下作战不力,罗织各种罪名将其处死。盖因将受挫之过转嫁于臣民,在亚洲蛮族中乃司空见惯之事,当时他亦如法炮制,随后扬长而去。自此之后,他对我方维持和平,既无需誓约亦无需条约,只要皇帝不发兵征讨、追究其狂妄与癫狂之罪,他便甘愿偏安于国内。 难道不值得将这场战斗同围绕希腊船只与防壁展开的恶战相比较吗?请诸君如此审视其相似之处,并权衡其相异之点。希腊一方,大埃阿斯与小埃阿斯、拉庇泰诸勇士及墨涅斯透斯弃守城墙,坐视城门被赫克托耳砸碎、萨尔珀冬登上雉堞。而守军即便在城墙自然崩塌之时亦未曾退让,反而奋战克敌,击退了与印度人联袂来犯的帕提亚人。再者,希腊人是登上船只、在甲板上如据堡垒般作步战,而守军此前则是从城墙上进行水战;最终,前者弃守了雉堞与船只,而守军无论面对乘船而来还是徒步进逼的敌军皆大获全胜。
ἀλλὰ γὰρ εὖ ποιῶν ὁ λόγος ἐπὶ τὸν Ἕκτορα καὶ τὸν Σαρπηδόνα, οὐκ οἶδα ὅπως, ὑπηνέχθη καὶ ἐπ’ αὐτό γέ φασι τῶν ἔργων τὸ κεφάλαιον, τὴν καθαίρεσιν τοῦ τείχους, ὃ μιᾷ πρότερον ἡμέρᾳ τοὺς Ἀχαιούς φησι, τοῦ Πυλίου δημαγωγοῦ καὶ βασιλέως ξυμπείθοντος, ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ κατασκευάσασθαι. Σχεδὸν γάρ μοι τοῦτο φαίνεται τὸ γενναιότατον τῶν ἔργων Ἕκτορος, καὶ οὐχὶ Γλαύκου τέχνης συνεῖναι οὐδὲ σοφωτέρας ἐπινοίας δεῖται,3 Ὁμήρου σαφῶς διδάσκοντος, ὡς Ἀχιλλέως μὲν φανέντος "ἐδύσετο οὐλαμὸν ἀνδρῶν." Ἀγαμέμνονος δὲ τοῖς Τρωσὶν ἐπικειμένου καὶ ἐς τὸ τεῖχος καταδιώξαντος Ἕκτορα ὕπαγε Ζεύς, ἵνα ἀποσώζοιτο καθ’ ἡσυχίαν. προσπαίζων δὲ αὐτὸν ὁ ποιητὴς καὶ καταγελῶν τῆς δειλίας ὑπὸ τῇ φηγῷ καὶ πρὸς ταῖς πύλαις ἤδη καθημένῳ τὴν Ἶριν ἥκειν ἔφη παρὰ τοῦ Διὸς φράζουσαν "Ὄφρ’ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν Θύνοντ’ ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν, Τόφρ’ ὑπόεικε μάχης." πῶς γὰρ εἰκὸς οὕτως ἀγεννῆ καὶ δειλὰ παραινεῖν τὸν Δία, ἄλλως τε οὐδὲ μαχομένῳ, ξὺν πολλῇ δὲ ἑστῶτι ῥᾳστώνῃ;4 καὶ ὁπηνίκα δὲ ὁ τοῦ Τυδέως, τῆς Ἀθηνᾶς πολλὴν ἐκ τοῦ κράνους ἀναπτούσης φλόγα, πολλοὺς μὲν ἔκτεινε, φεύγειν δὲ ἠνάγκαζε τοὺς ὑπομένοντας, πόρρω τε ἀφειστήκει τοῦ πολέμου, καὶ πολλὰ ὑπομένων ὀνείδη ἀπέγνω μὲν κρατοῦσι τοῖς Ἀχαιοῖς ἀντιστῆναι, εὐπρεπῆ δὲ ποιεῖται τὴν εἰς τὸ ἄστυ πορείαν, ὡς τῇ μητρὶ παραινέσων ἐξιλεοῦσθαι τὴν Ἀθηνᾶν μετὰ τῶν Τρωάδων. καίτοι εἰ μὲν αὐτὸς ἱκέτευε πρὸ τοῦ νεὼ ξὺν τῇ γερουσίᾳ, πολὺν ἂν εἶχε λόγον· προσήκει γὰρ οἶμαι τὸν στρατηγὸν ἢ βασιλέα καθάπερ ἱερέα καὶ προφήτην θεραπεύειν ἀεὶ ξὺν κόσμῳ τὸν θεὸν καὶ μηδὲν ὀλιγωρεῖν μηδὲ ἑτέρῳ μᾶλλον προσήκειν ἡγεῖσθαι μηδὲ ἐπιτρέπειν, ἀνάξιον αὑτοῦ νομίζοντα τὸ διακόνημα.
不过,论说恰巧以某种方式转向了赫克托耳与萨尔珀冬,转向了人们所谓其事迹的至高顶峰——即对城墙的摧毁;诗人称,这道防壁乃阿开奥斯人在前一日听从皮罗斯演说家兼国王的规劝,为船只与自身筑起的一道不可摧毁的堡垒。 因为在我看来,这几乎是赫克托耳最崇高的功业了,理解这一点既无需格劳科斯的技艺,亦无需更高深的智慧,盖因荷马已明白无误地教导我们,当阿喀琉斯现身时,赫克托耳“隐入了战士的群伍之中”。 而当阿伽门农紧逼特洛伊人并将赫克托耳追逼至城墙下时,宙斯令其退避,以便他能从容保全性命。诗人戏弄他并嘲笑其胆怯,称伊里斯自宙斯处降临到早已坐在橡树下、城门旁的赫克托耳身边,说道: “只要你见民众的牧人阿伽门农在先锋中狂暴冲杀、斩断战士的行阵,便须退出战斗。” 试问,尤其是向一个甚至并未参战、而是极为安逸地伫立之人,宙斯怎会给出如此卑劣懦弱的劝告?而当堤丢斯之子在雅典娜使其头盔燃起熊熊烈焰之际大肆斩杀、迫使坚守者溃逃之时,赫克托耳却远离战场,忍受着诸多斥责,因绝望而不敢抗击得势的阿开奥斯人,反倒体面地整装进城,托词要劝告母亲率特洛伊妇女去祈求雅典娜息怒。然而,若他亲自偕同元老们在神庙前恳求,倒不失为深具道理;因为我认为,统帅或君王理应如祭司与先知一般,时刻井然有序地侍奉神明,切不可有丝毫懈怠,亦不可认为此等差使有损尊严而视其更适宜他人或托付他人。
- 66bἀλλὰ μάταιον γὰρ ἀπέφηνεν ἡ βασιλέως παρασκευὴ τοῦ βαρβάρου τὸ διανόημα.
连词组合 ἀλλὰ ... γάρ 是古希腊语中的省略性惯用表达,意为“然而(事实并非如此,)因为……”。在此处引出蛮族企图的落空:“然而皇帝的周密防备使蛮族的图谋化为泡影”,并由紧随其后的原因分句(κατὰ νώτου γὰρ...)进一步阐述在步兵后方另筑新墙的原由。
- 67aτοῦ τείχους εἶξαν
动词 εἴκω(退让、放弃)支配表示分离的属格 τοῦ τείχους,意为“放弃了城墙”或“自城墙退却”。后文出现的 τῶν ἐπάλξεων εἶξαν καὶ τῶν νεῶν 亦属同类构词与句法。
- 67cκαὶ οὐχὶ Γλαύκου τέχνης συνεῖναι οὐδὲ σοφωτέρας ἐπινοίας δεῖται
无人称动词 δεῖται(需要)支配属格 Γλαύκου τέχνης 与 σοφωτέρας ἐπινοίας,并带有说明性不定式 συνεῖναι(理解、领会):“理解这一点既无需格劳科斯的技艺,亦无需更高深的智慧”。“格劳科斯的技艺”为希腊谚语,喻指精巧绝伦的手艺或深奥的谋略。
- 68aἄλλως τε οὐδὲ μαχομένῳ, ξὺν πολλῇ δὲ ἑστῶτι ῥᾳστώνῃ
与格分词 μαχομένῳ 与 ἑστῶτι 指向宙斯劝告的接受者(赫克托耳),作间接宾语。与 ἄλλως τε(尤其是、况且)连用,突出了荷马描写的荒谬与矛盾:“况且还是对一个根本未在交战、而是极为安逸地伫立之人给出如此劝告”。
