← 朱利安

论君士坦提乌斯皇帝的功绩或王权

§12

波斯军突击城墙决口受阻与溃败

帕提亚骑兵与战象向城墙决口发起冲锋,却受困于深陷的淤泥与深壕,在守军猛烈的石矢反击下伤亡惨重并被迫撤退。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12

Ἐπειδὴ γὰρ οἱ Παρθυαῖοι κοσμηθέντες ὅπλοις αὐτοί τε καὶ ἵπποι ξὺν τοῖς Ἰνδικοῖς θηρίοις προσῆγον τῷ τείχει, λαμπροὶ ταῖς ἐλπίσιν ὡς αὐτίκα μάλα ἀναρπασόμενοι, καὶ ἐδέδοτό σφιν τοῦ πρόσω χωρεῖν τὸ σημεῖον, ὠθοῦντο ξύμπαντες, αὐτός τις ἐθέλων πρῶτος ἐσαλέσθαι τὸ τεῖχος καὶ οἴχεσθαι φέρων1 τὸ ἐπ’ αὐτῷ κλέος· εἶναί τε οὐδὲν ἐτόπαζον δέος· οὐδὲ γὰρ ὑπομενεῖν σφῶν τὴν ὁρμὴν τοὺς ἔνδον. Παρθυαίοις μὲν τοσοῦτον περιῆν ἐλπίδος. οἱ δὲ πυκνήν τε εἶχον τὴν φάλαγγα κατὰ τὸ διερρηγμένον τοῦ τείχους, καὶ ὑπὲρ τοῦ συνεστῶτος ὁπόσον ἦν ἀχρεῖον πλῆθος ἐν τῇ πόλει κατέστησαν ἀναμίξαντες τῶν στρατιωτῶν οὐκ ἐλάττω μοῖραν. ἐπεὶ δὲ οἱ πολέμιοι προσήλαυνον καὶ οὐδὲν ἐπ’ αὐτοὺς ἐκ τοῦ τείχους ἀφίετο βέλος, βεβαιοτέραν εἶχον τὴν ἐλπίδα τοῦ κατ’ ἄκρας αἱρήσειν τὴν πόλιν,2 καὶ τοὺς ἵππους ἔπαιον μάστιξι καὶ ᾕμασσον τὰς πλευρὰς τοῖς κέντροις, ἕως ἐποιήσαντο σφῶν κατὰ νώτου τὰ χώματα· ἐπεποίητο δὲ ὑπ’ αὐτῶν ἐκεῖνα πρότερον πρὸς τὸ ἐπέχειν τοῦ Μυγδονίου τὰς ἐκροάς, ἰλύς τε ἦν περὶ τὸ χωρίον εὖ μάλα βαθεῖα οὐδὲ αὐτοῦ παντελῶς ὄντος ὑπὸ τῆς ὕλης καὶ διὰ τὸ πίειραν εἶναι τὴν γῆν καὶ στέγειν δύνασθαι φύσει τὰς λιβάδας. ἦν δὲ ἐνταῦθα καὶ παλαιὸν ἔρυμα τῇ πόλει τάφρος εὐρεῖα, καὶ ἐν αὐτῇ βαθύτερον συνειστήκει τέλμα. ἁπτομένων δὲ ἤδη τῶν πολεμίων καὶ ταύτης καὶ διαβαίνειν πειρωμένων, ἐπεξῇσαν πολλοὶ μὲν ἔνδοθεν, πολλοὶ δὲ ἀπὸ τῶν τειχῶν ἔβαλλον τοῖς λίθοις· καὶ αὐτῶν μὲν πολὺς ἐγένετο φόνος, φυγῇ δὲ ἔτρεπον τοὺς ἵππους ξύμπαντες, τῷ μόνον ἐθέλειν καὶ δηλοῦν τὴν γνώμην διὰ τοῦ σχήματος.3 ἐπιστρεφόντων γὰρ ἔπιπτον εὐθέως καὶ κατέφερον τοὺς ἱππέας· βαρεῖς δὲ ὄντες τοῖς ὅπλοις μᾶλλον ἐνείχοντο τῷ τέλματι. καὶ αὐτῶν ἐνταῦθα γίνεται φόνος, ὅσος οὔπω πρόσθεν ἐν πολιορκίᾳ τοιαύτῃ γέγονεν. Ἐπεὶ δὲ τὰ τῶν ἱππέων ὧδε ἐπεπράγει, τῶν ἐλεφάντων πειρῶνται, καταπλήξεσθαι μᾶλλον οἰόμενοι τῷ ξένῳ τῆς μάχης· οὐ γὰρ δὴ τοσοῦτον αὐτοῖς τὰ τῶν ὀμμάτων διέφθαρτο, ὡς μὴ καθορᾶν βαρύτερον μὲν ὂν ἵππου τὸ θηρίον, φέρον δὲ ἄχθος οὐχ ἵππων δυοῖν ἢ πλειόνων, ἁμαξῶν δὲ οἶμαι συχνῶν, τοξότας καὶ ἀκοντιστὰς καὶ σιδηροῦν πύργον. ταῦτα δὲ ἦν ἅπαντα πρὸς τὸ χωρίον χειροποίητον γεγονὸς τέλμα κωλύματα, καὶ ἦν αὐτοῖς ἔργῳ φανερά· ὅθεν οὐκ εἰκὸς εἰς μάχην ἰέναι, ἀλλὰ ἐς κατάπληξιν τῶν ἔνδον παρασκευάζεσθαι. προσῆγον δὲ ἐν τάξει μέτρον διεστῶτες ἀλλήλων ἴσον, καὶ ἐῴκει τείχει τῶν Παρθυαίων ἡ φάλαγξ· τὰ μὲν θηρία τοὺς πύργους φέροντα, τῶν ὁπλιτῶν δὲ ἀναπληρούντων τὰ ἐν μέσῳ.4 ταχθέντες δὲ οὕτως οὐ μέγα ὄφελος ἦσαν τῷ βαρβάρῳ· παρεῖχον γὰρ ἡδονὴν καὶ τέρψιν τοῖς ἐκ τοῦ τείχους θεωμένοις. ὡς δὲ ἐγένοντο διακορεῖς οἱονεὶ λαμπρᾶς καὶ πολυτελοῦς πομπῆς πεμπομένης, λίθους ἐκ μηχανῶν ἀφιέντες καὶ τόξοις βάλλοντες ἐς τὴν τειχομαχίαν προυκαλοῦντο τοὺς βαρβάρους. φύσει δὲ ὄντες εἰς ὀργὴν ὀξύρροποι καὶ δεινὸν ποιούμενοι τὸ γέλωτα ὀφλῆσαι καὶ ἀπαγαγεῖν ὀπίσω τὴν παρασκευὴν ἄπρακτον, ἐγκελευομένου σφίσι τοῦ βασιλέως, προσῆγον τῷ τείχει καὶ ἐβάλλοντο πυκνοῖς τοῖς λίθοις καὶ τοῖς τοξεύμασι· καὶ ἐτρώθη τῶν θηρίων τινὰ καὶ ἀπέθανεν κατενεχθέντα ὑπὸ τῆς ἰλύος. δείσαντες δὲ καὶ ὑπὲρ τῶν ἄλλων ἀπῆγον ὀπίσω πάλιν εἰς τὸ στρατόπεδον.

当帕提亚人与其马匹皆披坚执锐、伴随着印度巨兽逼近城墙时,他们满怀着即刻攻取该城的殷切期望;前行的信号既已发出,所有人便一齐向前拥挤,人人都渴望率先跃入城墙,携此功名而去;他们料想毫无危险,因以为城内之人决计抵挡不住自己的冲锋。帕提亚人便抱有如此巨大的期望。而守军则在城墙坍塌处维持着紧密的方阵,并在完好的城墙上方安置了城内所有的非战斗人员,并混编了同样数量不少的战士。当敌军策马前行,城墙上却未发一矢时,他们对于彻底攻克该城抱有了更为坚定的希望,于是挥鞭击马,用马刺刺破马腹致其流血,直至将那些土垒置于自己身后;然而那些土垒原是他们此前为遏止迈格多尼俄斯河水排泄而筑起的,此地周围的淤泥极深,地面因灌木覆盖亦非全然坦露,加之泥土肥沃,天然便能蓄积水分。此处亦有该城的一道古老防御工事,即一条宽阔的濠沟,其中积聚了更深的泥沼。当敌军刚触及此处并试图渡过时,城内杀出众多守军,城墙上亦有许多人投掷石块;敌军遭到大量杀戮,他们仅仅出于掉头的意图并以姿态显示出这一意向,便全军策马溃逃。因为他们一旦回转,马匹立时摔倒并掀翻骑手;而他们因甲胄沉重,便更深地陷于泥沼之中。在此地所发生的对他们的屠杀,是以往此类围攻战中所未曾有过的。 骑兵的攻势既已如此收场,他们便尝试动用大象,以为能凭战斗的新奇引起更大的惊骇;因为他们的双眼并未失明到看不出此兽比战马沉重得多,所驮之重非两匹或数匹马可比,而是想来堪比许多大车——载有弓箭手、标枪手以及一座铁塔。面对已沦为人造泥沼的地域,凡此种种皆是阻碍,且在实际战况中已对他们显露无遗;由此可见,他们并非真要投入战斗,而是意在以此威慑城内之人。他们排成阵列推进,彼此间隔相等的距离,帕提亚人的方阵宛如一道城墙,巨兽驮着塔楼,重装步兵则填补其间的空隙。然而如此列阵对蛮族并无大益;因这反倒为城墙上观望的人们提供了愉悦与欢欣。守军观赏这宛若华丽盛大的游行直至尽兴,便用器械发射石块,并引弓放箭,诱使蛮族展开城塞争夺战。由于蛮族生性极易动怒,且认为遭受耻笑并徒劳无功地撤回军备乃奇耻大辱,在国王的督促下,他们逼近城墙,却遭到密集的石块与箭矢打击;一些巨兽负伤,并在淤泥拖累下倒地毙命。他们亦为其余巨兽的安全担忧,遂将大军重新撤回营地。

语法注4 条
  1. 64bοἴχεσθαι φέρων

    动词 οἴχομαι(离去)与现在分词 φέρων(带着)连用的习语结构,意为“夺得……而去”、“将(名声、荣誉等)据为己有并离去”。

  2. 64cτοῦ κατ’ ἄκρας αἱρήσειν τὴν πόλιν

    带冠词不定式属格,作为前面名词 τὴν ἐλπίδα 的同位或解释性属格。习语 κατ' ἄκρας 意为“从根本上、彻底地”。

  3. 65aτῷ μόνον ἐθέλειν καὶ δηλοῦν τὴν γνώμην διὰ τοῦ σχήματος

    带冠词不定式的与格,充当手段或原因与格:“仅仅出于意图,并通过身体姿势显露这一倾向”,说明骑兵才刚做出转身的动作,战马便在泥泞中摔倒。

  4. 65cτὰ μὲν θηρία τοὺς πύργους φέροντα, τῶν ὁπλιτῶν δὲ ἀναπληρούντων τὰ ἐν μέσῳ

    句法交替(破格现象):前半句使用主格分词(或作为前文主语 ἡ φάλαγξ 的部分同位分词),后半句则通过 δέ 转为属格独立结构(τῶν ὁπλιτῶν... ἀναπληρούντων)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg003.humanitext-grc2:12