- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg003.humanitext-grc2:11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者将荷马史诗中的战斗与萨珊波斯(帕提亚)围攻尼西比斯的战事进行对比,记述了敌军引水围城与守军的顽强抵抗,并探讨了波斯重视骑兵而贬抑步兵的军事体制。随后,他承认这一军事讨论偏离了颂词的程式规范,并决定重返正题。
Τὰ μὲν δὴ κατὰ τὴν μάχην, εἰ μὴ δόξῃ τις τῶν διηγουμένων προσέχειν ἐθέλοι μηδὲ ἔπεσιν εὖ πεποιημένοις, ἐς αὐτὰ δὲ ὁρᾶν τὰ ἔργα, κρινέτω. ἑξῆς δ’, εἰ βούλεσθε τὴν Αἴαντος ὑπὲρ τῶν νεῶν καὶ τὴν ἐπὶ τοῦ τείχους τῶν Ἀχαιῶν ἀντιθεῖναι μάχην τοῖς ἐπὶ τῆς πόλεως ἐκείνης ἔργοις·1 ᾗ δὴ Μυγδόνιος ποταμῶν κάλλιστος τὴν αὑτοῦ προστίθησι φήμην, οὔσῃ δὲ καὶ Ἀντιόχου βασιλέως ἐπωνύμῳ· γέγονε δὲ αὐτῇ καὶ ἕτερον ὄνομα βάρβαρον, σύνηθες τοῖς πολλοῖς ὑπὸ τῆς πρὸς τοὺς τῇδε βαρβάρους ἐπιμιξίας· ταύτην δὴ τὴν πόλιν στρατὸς ἀμήχανος πλήθει Παρθυαίων ξὺν Ἰνδοῖς περιέσχεν, ὁπηνίκα ἐπὶ τὸν τύραννον βαδίζειν προύκειτο· καὶ ὅπερ Ἡρακλεῖ φασιν ἐπὶ τὸ Λερναῖον ἰόντι θηρίον συνενεχθῆναι, τὸν θαλάττιον καρκίνον,2 τοῦτο ἦν ὁ Παρθυαίων βασιλεὺς ἐκ τῆς ἠπείρου Τίγρητα διαβὰς καὶ περιτειχίζων τὴν πόλιν χώμασιν· εἶτα εἰς ταῦτα δεχόμενος τὸν Μυγδόνιον λίμνην ἀπέφηνε τὸ περὶ τῷ ἄστει χωρίον καὶ ὥσπερ νῆσον ἐν αὐτῇ συνεῖχε τὴν πόλιν, μικρὸν ὑπερεχουσῶν καὶ ὑπερφαινομένων τῶν ἐπάλξεων. ἐπολιόρκει δὲ ναῦς τε ἐπάγων καὶ ἐπὶ νεῶν μηχανάς· καὶ ἦν οὐχ ἡμέρας ἔργον, μηνῶν δὲ οἶμαι σχεδόν τι τεττάρων. οἱ δὲ ἐν τῷ τείχει συνεχῶς ἀπεκρούοντο τοὺς βαρβάρους καταπιμπράντες τὰς μηχανὰς τοῖς πυρφόροις· ναῦς δὲ ἀνεῖλκον πολλὰς μὲν ἐκ τοῦ τείχους, ἄλλαι δὲ κατεάγνυντο ὑπὸ ῥώμης τῶν ἀφιεμένων ὀργάνων καὶ βάρους τῶν βελῶν. ἐφέροντο γὰρ εἰς αὐτὰς λίθοι ταλάντων ὁλκῆς Ἀττικῶν ἑπτά. καὶ ἐπειδὴ συχναῖς ἡμέραις ταῦτ’ ἐδρᾶτο, ῥήγνυται μέρος τοῦ χώματος καὶ ἡ τῶν ὑδάτων εἰσρεῖ πλήμμυρα, καὶ ἐπ’ αὐτῇ τοῦ τείχους μέρος οὐκ ἔλασσον πήχεων ἑκατὸν συγκατηνέχθη. Ἐνταῦθα κοσμεῖ τὴν στρατιὰν τὸν Περσικὸν τρόπον. διασώζουσι γὰρ καὶ ἀπομιμοῦνται τὰ Περσικὰ οὐκ ἀξιοῦντες, ἐμοὶ δοκεῖν, Παρθυαῖοι νομίζεσθαι, Πέρσαι δὲ εἶναι προσποιούμενοι. ταῦτά τοι καὶ στολῇ Μηδικῇ χαίρουσι. καὶ ἐς μάχας ἔρχονται ὁμοίως ἐκείνοις ὅπλοις τε ἀγαλλόμενοι τοιούτοις καὶ ἐσθήμασιν ἐπιχρύσοις καὶ ἁλουργέσι. σοφίζονται δὲ ἐντεῦθεν τὸ μὴ δοκεῖν ἀφεστάναι Μακεδόνων, ἀναλαβεῖν δὲ τὴν ἐξ ἀρχαίου βασιλείαν προσήκουσαν.3 οὐκοῦν καὶ ὁ βασιλεὺς Ξέρξην μιμούμενος ἐπί τινος χειροποιήτου καθῆστο γηλόφου, προῆγε δὲ ἡ στρατιὰ ξὺν τοῖς θηρίοις. ταῦτα δὲ ἐξ Ἰνδῶν εἵπετο, καὶ ἔφερεν ἐκ σιδήρου πύργους τοξοτῶν πλήρεις. ἡγοῦντο δὲ αὐτῶν ἱππεῖς οἱ θωρακοφόροι καὶ οἱ τοξόται, ἕτερον ἱππέων πλῆθος ἀμήχανον. τὸ πεζὸν γάρ σφιν ἀχρεῖον ἐς τὰ πολεμικὰ καθέστηκεν οὔτε ἐντίμου μετέχον τάξεως οὔτε ὄν σφιν ἐν χρείᾳ, πεδιάδος οὔσης καὶ ψιλῆς τῆς χώρας ὁπόσην νέμονται. ἔοικε γὰρ δὴ τὰ τοιαῦτα πρὸς τὰς τοῦ πολέμου χρείας τιμῆς καὶ ἀτιμίας ἀξιοῦσθαι. ὡς οὖν ἀχρεῖον τῇ φύσει οὐδὲ ἐκ τῶν νόμων πολυωρίας ἀξιοῦται. συνέβη δὲ οὕτω καὶ περὶ τὴν Κρήτην καὶ Καρίαν καὶ ἐν ἄλλοις δὲ μυρίοις ἔθνεσι τὰ περὶ τὸν πόλεμον κατασκευασθῆναι. οὐκοῦν καὶ ἡ Θετταλῶν οὖσα πεδιὰς ἱππεῦσιν ἐναγωνίζεσθαι καὶ ἐμμελετᾶν ἐπιτήδειος ἐφάνη. τὰ γὰρ δὴ τῆς ἡμετέρας πόλεως, ἅτε ἐς ἀντιπάλους παντοδαποὺς καταστάντα, εὐβουλίᾳ καὶ τύχῃ περιγενόμενα, εἰκότως ἐς ἅπαν εἶδος ὅπλων τε καὶ παρασκευῆς ἄλλης ἡρμόσθη. Ἀλλὰ ταῦτα μὲν ἴσως οὐδὲν πρὸς τὸν λόγον, ὡς ἂν εἴποιεν οἱ ταῖς τῶν ἐπαίνων τέχναις καθάπερ νόμοις ἐπιτεταγμένοι· ἐγὼ δὲ εἰ μέν τί σοι προσήκει καὶ τούτων, ἐν καιρῷ σκέψομαι, τά γε μὴν ὀνείδη τῶν ἀνθρώπων οὐ χαλεπῶς ἀπολύομαι. φημὶ γὰρ ὡς οὔτε ἐγὼ τῶν τεχνῶν μεταποιοῦμαι οὔτε ὅστις μή τισιν ὡμολόγησεν ἐμμενεῖν ἀδικεῖ μὴ φυλάττων ταῦτα· τυχὸν δὲ καὶ ἄλλων οὐκ ἀπορήσομεν εὐπρεπῶν παραιτήσεων. ἀλλ’ οὐ γὰρ ἄξιον μακρότερον εἰς οὐδὲν δέον ἀπαρτᾶν τὸν λόγον καὶ ἀποπλανᾶσθαι τῆς ὑποθέσεως. ἐπαναβῶμεν οὖν αὖθις εἰς ἴχνος καὶ ὅθεν ἐξέβην.
关于战斗本身的事宜,若有人不愿理会叙述者的声望与雕琢精美的诗句,而愿直视事实本身,便由他自行判定吧。接下来,倘若诸位愿意将埃阿斯保卫舟师之战以及阿开奥斯人城墙处的战斗,与那座名城所发生的事迹相互对照——河流中最美丽的迈格多尼俄斯河赋予了该城自身的盛名,它亦冠有安条克国王之名,然而由于与当地蛮族的交往,它还获得了另一个大多数人熟知的蛮族名称——正当大军准备向僭主进发之际,一支数量浩瀚、夹杂着印度人的帕提亚大军包围了这座城市。正如人们所传赫拉克勒斯前往讨伐勒尔奈巨兽时遭遇海蟹的情形一样,从大陆渡过底格里斯河并以土垒围困该城的帕提亚国王亦是如此。随后,他将迈格多尼俄斯河的水引入这些土垒之中,把城邑周围的地域化为一片湖泊,将城市如同一座岛屿般禁锢在其中,仅留城堞稍稍突出显露于水面之上。他驱使船只并架设船载攻城器械展开围攻;依我所见,这绝非一日之工,而是历时约莫四月之久。城墙上的守军则不断击退蛮族,以火矢焚毁敌军器械;他们从城墙上拖拽上许多船只,另有一些船只则被发射器具的威力与投射物的重量击碎。因为掷向战船的巨石重达阿提卡标准下的七塔兰同。在接连多日发生这般激战之后,土垒的一部分溃决,洪流奔涌而入,在水流冲击下,不少于一百肘长的城墙亦随之一同崩塌。 至此,他以波斯方式整肃军队。依我之见,他们之所以保存并模仿波斯遗风,是因为自命不凡,不愿被视作帕提亚人,而自充为波斯人。正因如此,他们喜好米底式的装束,并同古波斯人一样以这类装备、金丝织物及紫袍自矜,以此列阵迎战。由此他们玩弄权术,力图显得并非背叛马其顿人,而是重拾自古以来合当归己的王权。于是,国王亦效仿薛西斯,端坐于人工筑起的丘陵之上,大军则伴随着巨兽向前推进。这些巨兽随军自印度而来,背负着满载弓箭手的铁塔。在它们前方行进的是披甲骑兵与弓骑兵,这是另一支浩瀚难测的骑兵军旅。对他们而言,步兵在战事中毫无用处,既无显要的编队,亦不为他们所用,因他们所居之地尽是开阔平坦的荒原。凡此种种,似乎皆是根据战争的需要而定其贵贱荣辱;既然步兵生来无用,在制度法令上自然也不受任何重视。克里特、卡里亚以及其他无数民族的军事体制,亦是因这般缘由而得以确立。故而色萨利人的〔土地〕也因平坦而被证明适于骑兵角逐演练。至于我们城邦的军事,因曾面对各色各样的劲敌,且凭着明智与运数克敌制胜,故而理所当然地适应于各种兵器与其他预备。 然而,正如那些如同监管法令般被委派掌管颂词程式的人可能会说的那样,这些议论或许与主旨无关;但于我而言,其中是否有任何言辞适宜于你,我且待适当时机再予考量,而化解世人的指责对我来说并非难事。因为我声言,我既未自称通晓那些技艺,一个未曾承诺遵守某些规则的人,未能谨守这些规则便绝非不义;或许我们也不乏其他体面的辩解。但终究不值得无端拉长篇幅并偏离主题。因此,让我们重新回到先前的足迹,回到我脱离本题之处吧。
- 62bἑξῆς δ’, εἰ βούλεσθε τὴν Αἴαντος ὑπὲρ τῶν νεῶν καὶ τὴν ἐπὶ τοῦ τείχους τῶν Ἀχαιῶν ἀντιθεῖναι μάχην τοῖς ἐπὶ τῆς πόλεως ἐκείνης ἔργοις·
条件句中主句(归结分句,apodosis)省略(即破格或顿绝句法)。在条件从句“倘若诸位愿意将……相互对照”(εἰ βούλεσθε...)之后,并未出现语法上呼应的主句,而是直接承接由关系从句 ᾗ δὴ... 引出的名城(尼西比斯)的介绍,并由随后的 ταύτην δὴ τὴν πόλιν... 正式展开围城叙事。
- 62cτὸν θαλάττιον καρκίνον
作同位语的宾格名词短语,用以具体阐释关系代词 ὅπερ(“人们所传发生在赫拉克勒斯身上的事”)的具体内容。它并非直接充当主句动词的常规宾语,而是作为插入性的同位语指出具体事物(即巨蟹)。
- 63bσοφίζονται δὲ ἐντεῦθεν τὸ μὴ δοκεῖν ἀφεστάναι Μακεδόνων, ἀναλαβεῖν δὲ τὴν ἐξ ἀρχαίου βασιλείαν προσήκουσαν.
带冠词的不定式短语(τὸ μὴ δοκεῖν... ἀναλαβεῖν δὲ...),充当动词 σοφίζονται(“施展诡计/伪装出……”)的直接宾语。在受 δοκεῖν 支配的结构内部,完成时不定式 ἀφεστάναι(“背叛/分离”)与不定过去时不定式 ἀναλαβεῖν(“收复/重拾”)形成了鲜明对照。
