← 朱利安

论君士坦提乌斯皇帝的功绩或王权

§10

阿喀琉斯武勇的夸大与僭主的怯懦

作者引证《伊利亚特》评析了荷马对阿喀琉斯武勇的夸大以及其胜利对战局影响的有限性,并以此对比战败后缩于要塞、乞求赦免的僭主的怯懦与背信。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10

Ὁμήρου δὲ ἔοικεν εἶναι καὶ τοῦτο παίγνιον, καινὸν καὶ ἄτοπον μονομαχίας τρόπον ἐπινοήσαντος.1 ἐπεὶ καὶ τἆλλα δῆλός ἐστιν Ἀχιλλεῖ χαριζόμενος, καὶ ὥσπερ θεατὰς ἄγων τὸ στράτευμα μόνον2 ἄμαχον καὶ ἀνυπόστατον ἐπάγει τοῖς πολεμίοις, κτείνοντα μὲν τοὺς ἐντυγχάνοντας, τρεπόμενον δὲ ἁπαξαπλῶς πάντας φωνῇ καὶ σχήματι καὶ τῶν ὀμμάτων ταῖς προσβολαῖς, ἀρχομένης τε οἶμαι τῆς παρατάξεως καὶ ἐπὶ τοῦ Σκαμάνδρου ταῖς ᾐόσιν, ἕως εἰς τὸ τεῖχος ἄσμενοι ξυνελέγησαν οἱ διαφυγόντες. ταῦτα ἐκεῖνος πολλοῖς ἔπεσι διηγούμενος καὶ θεῶν ἀναπλάττων μάχας καὶ ἐπικοσμῶν μύθοις τὴν ποίησιν δεκάζει τοὺς κριτὰς καὶ οὐκ ἐπιτρέπει δικαίαν φέρειν καὶ ἀψευδῆ ψῆφον. ὅστις δὲ ἐθέλει μηδὲν ὑπὸ τοῦ κάλλους ἐξαπατᾶσθαι τῶν ῥημάτων καὶ τῶν ἔξωθεν ἐπιφερομένων πλασμάτων, ὥσπερ ἐν ἀρχῇ περὶ ἀρωμάτων τινῶν καὶ χρωμάτων, Ἀρεοπαγίτης ἔστω κριτής, καὶ οὐκ εὐλαβησόμεθα τὴν κρίσιν. εἶναι μὲν γὰρ ἀγαθὸν στρατιώτην ὁμολογοῦμεν τὸν Πηλέως, ἐκ τῆς ποιήσεως ἀναπειθόμενοι. κτείνει μὲν ἄνδρας εἴκοσι, "Ζωοὺς δ’ ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρους, Τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠύτε νεβρούς, Ποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος." τοσαύτην μέντοι ἤνεγκεν εἰς τὰ πράγματα τῶν Ἀχαιῶν ἡ νίκη τὴν ῥοπήν, ὥστε οὐδὲ μείζονα φόβον τοῖς πολεμίοις ἐνέβαλεν οὐδὲ ἀπογνῶναι ἐς τὸ παντελὲς ὑπὲρ σφῶν ἐποίει. καὶ ὑπὲρ τούτων ἆρ’ ἑτέρου τινὸς μάρτυρος δεησόμεθα τὸν Ὅμηρον παραλιπόντες; καὶ οὐκ ἀπόχρη τῶν ἐπῶν μνησθῆναι, ἃ πεποίηκεν ἐκεῖνος, ὁπηνίκα ἐπὶ τὰς ναῦς ἦλθεν ὁ Πρίαμος φέρων ὑπὲρ τοῦ παιδὸς τὰ λύτρα; ἐρομένου γὰρ μετὰ τὰς διαλύσεις, ὑπὲρ ὧν ἀφῖκτο, τοῦ τῆς Θέτιδος υἱέος "Ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον," τά τε ἄλλα διέξεισι καὶ περὶ τοῦ πολέμου φησί· "Τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν, εἴπερ ἀνάγκη." οὕτως οὐδὲ ἐπαγγέλλειν ὀκνεῖ μετὰ τὴν ἐκεχειρίαν τὸν πόλεμον. ὁ δὲ ἀγεννὴς καὶ δειλὸς τύραννος ὄρη τε ὑψηλὰ προυτείνετο τῆς αὑτοῦ φυγῆς καὶ ἐξοικοδομήσας ἐπ’ αὐτοῖς φρούρια οὐδὲ τῇ τῶν τόπων ὀχυρότητι πιστεύει, ἀλλὰ ἱκετεύει συγγνώμης τυγχάνειν. καὶ ἔτυχεν ἄν, εἴπερ ἦν ἄξιος3 καὶ μὴ ἐφωράθη πολλάκις ἄπιστος καὶ θρασύς, ἄλλα ἐπ’ ἄλλοις προστιθεὶς ἀδικήματα.

这似乎也是荷马的一处戏笔,他臆造了一种新奇而荒谬的单打独斗方式。因为在其他方面,他显然也是偏向阿喀琉斯的;他带领全军仿佛只是作为观众,仅派出阿喀琉斯一人作为不可战胜、无可匹敌的勇士冲向敌军,斩杀遭遇之人,仅凭呼喊、身姿以及逼人的目光便使所有人溃退;依我看来,无论是在会战伊始,还是在斯卡曼德洛斯河畔皆是如此,直至幸存者欣然逃回城墙之内。荷马以大量诗句叙述这些事,编造诸神之战,用神话粉饰诗作,从而贿赂了裁判,使他们无法投下公正而真实的判决之票。然而,凡是不愿被文辞之美与外在虚饰所蒙蔽的人——正如开头关于香料与色彩所言那般——就让他成为阿雷奥帕戈斯裁判官吧,我们绝不畏惧其判决。因为我们固然因受诗作说服而承认佩琉斯之子是一位勇敢的战士;他斩杀了二十人,且 “他从河中选出十二名活生生的青年, 将他们如同受惊的小鹿一般引至岸上, 作为对墨诺提俄斯之子帕特罗克洛斯阵亡的偿报。” 然而这场胜利给阿开奥斯人的战局带来的转机微乎其微,既未给敌人造成更大的恐慌,亦未使他们对自身命运彻底绝望。关于这些事,难道我们在荷马之外还需要别的证人吗?只要忆及当普里阿摩斯带着赎金来到船营赎取儿子时荷马所作的诗句,难道不就足够了吗?因为在办妥普里阿摩斯前来的和解事宜后,忒提斯之子询问: “你打算用多少天来安葬高贵的赫克托耳?” 普里阿摩斯详述了其他事项,并就战争说道: “到了第十二天我们便再度交锋,若不得不战的话。” 可见,他在休战之后甚至毫不迟疑地宣告战端。然而那个卑鄙怯懦的僭主,虽以巍峨群山作为逃亡的屏障,并在山上筑起要塞,却甚至连地势的险要也不敢信赖,反倒哀求获得宽恕。若他原本配得上宽恕,未曾屡次被揭穿其背信弃义、狂悖傲慢且不义之举层出不穷,他本是可以得到宽恕的。

语法注3 条
  1. 10ἐπινοήσαντος

    属格分词 ἐπινοήσαντος 与句首的属格名词 Ὁμήρου 保持一致,构成远距离修饰(hyperbaton)。该词表面上易被误认为属格独立结构,但实为修饰 Ὁμήρου 的附加语。

  2. 61aμόνον

    此处并非副词性的中性宾格,而是阳性单数宾格形容词,修饰动词 ἐπάγει 省略的宾语(即阿喀琉斯),与前面的 τὸ στράτευμα 形成鲜明对比(“率领全军如观众,唯独遣其一人迎敌”)。

  3. 61dκαὶ ἔτυχεν ἄν, εἴπερ ἦν ἄξιος

    非真实条件句(反事实假设)。归结从句使用直陈式不定过去时加 ἄν(ἔτυχεν ἄν),条件从句使用直陈式未完成过去时(εἴπερ ἦν),表示“假若他原本配得上,他本会获得宽恕(但事实并非如此)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg003.humanitext-grc2:10