- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg003.humanitext-grc2:8-9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文中叙述了叛乱元凶教唆者在战场上神秘失踪及其难逃惩罚的下场,随后记叙了敌军士卒在统帅逃跑后仍顽强抵抗,直至在德拉乌斯河畔惨遭追歼的全过程。
τοῦτο μὲν δὴ καὶ αὖθις τεύξεται λόγου. Ἐκεῖνο δὲ ἤδη ῥητέον, ὡς οὔτε ἐν τοῖς κειμένοις ἦν οὔτε ἐν τοῖς φεύγουσιν ὁ παιδοτρίβης τοῦ τυράννου. τὸ γὰρ μηδὲ ἐλπίσαι συγγνώμην εὔλογον οὕτω μὲν ἄδικα διανοηθέντα, ἀσεβῆ δὲ ἐργασάμενον, φόνων τε ἀδίκων ἀνδρῶν καὶ γυναικῶν, πολλῶν μὲν ἰδιωτῶν, πάντων δὲ σχεδὸν ὁπόσοι τοῦ βασιλείου γένους μετεῖχον ἁψάμενον, οὔτι ξὺν δείματι οὐδὲ ἄν τις ἐμφύλιον φόνον διανοηθείη δρῶν, παλαμναίους τινὰς καὶ μιάστορας δεδιὼς καὶ ὑφορώμενος ἐκ τοῦ μιάσματος, ἀλλὰ ὥσπερ τισὶ καθαρσίοις καινοῖς καὶ ἀτόποις τοὺς πρόσθεν ἀπονιπτόμενος ἄνδρα ἐπ’ ἀνδρὶ καὶ γυναῖκας ἐπὶ τοῖς φιλτάτοις ἀποκτιννὺς εἰκότως ἀπέγνω τὴν ἱκετηρίαν.1 ταῦτα εἰκὸς μὲν αὐτὸν διανοηθῆναι, εἰκὸς δὲ καὶ ἄλλως ἔχειν. οὐ γὰρ δὴ ἴσμεν ὅ, τί ποτε παθὼν ἢ δράσας ᾤχετο ἄιστος, ἄφαντος. ἀλλ’ εἴτε αὐτὸν δαίμων τιμωρὸς ξυναρπάσας, καθάπερ Ὅμηρός φησι τὰς τοῦ Πανδάρεω θυγατέρας, ἐπὶ γῆς ἄγει πέρατα ποινὰς ἀπαιτήσων τῶν διανοημάτων, εἴτε αὐτὸν ὁ ποταμὸς ὑποδεξάμενος ἑστιᾶν κελεύει τοὺς ἰχθῦς, οὔτι πω δῆλον. ἄχρι μὲν γὰρ τῆς μάχης αὐτῆς καὶ ὁπηνίκα οἱ λόχοι συνετάττοντο πρὸς φάλαγγα θρασὺς ἦν ἐν μέσοις ἀναστρεφόμενος· ἐπεὶ δὲ ἐπράχθη τὰ τῆς μάχης, ὥσπερ ἦν ἄξιον, ἀφανὴς ᾤχετο οὐκ οἶδα ὑπὸ τοῦ θεῶν ἢ δαιμόνων κρυφθείς, πλὴν ὅτι γε οὐκ ἐπ’ ἀμείνοσι ταῖς τύχαις εὔδηλον. οὐ γὰρ δὴ αὖθις ἔμελλε φανεὶς ἐπ’ ἐξουσίας ὑβρίζων ἀδεῶς εὐδαιμονήσειν, ὡς ᾤετο, ἀλλὰ ἐς τὸ παντελὲς ἀφανισθεὶς τιμωρίαν ὑφέξειν αὐτῷ μὲν δυστυχῆ, πολλοῖς δὲ ὠφέλιμον καὶ πρὸς ἐπανόρθωσιν. Τὰ μὲν δὴ περὶ τὸν μηχανοποιὸν τῆς ὅλης ὑποθέσεως πλείονος ἀξιωθέντα λόγου, μέσῃ τῇ πράξει παρελόμενα τὸ ξυνεχὲς τῆς διηγήσεως, ἐνταῦθά που πάλιν ἀφετέα. ἐπανιτέον δὲ ὅθενπερ ἐξῆλθον καὶ ἀποδοτέον τὸ τέλος τῆς μάχης.
此事日后自当另作论述。 然而此刻必须说明的是,僭主的教唆者既不在战死者之中,亦不在逃亡者之中。盖因他未曾指望获得赦免乃是情理之中:他心怀如此不义的企图,犯下如此大逆不道的罪行,不仅不义地杀害了许多平民男女,更对几乎所有具有皇室血统之人痛下杀手;而且他在犯下这些骨肉相残的杀戮时毫不畏惧,丝毫不像寻常心怀同室操戈之念者那般畏惧并提防由罪孽引来的复仇凶神与不祥污秽,反倒仿佛用某种奇异而反常的净化仪式来洗刷先前的罪恶一般,杀了一名男子又杀一名男子,继其至亲之后又屠戮女子,因而他自知理屈,决意放弃求告饶命。他心中如此作想自属可能,但事情亦可能完全是另一番情形;盖因我们根本不知他究竟遭遇了何事抑或做了何举,竟至无影无踪、彻底消失。究竟是一位复仇之神将他掳走,如荷马所言潘达瑞俄斯之女那般,将其带往大地的尽头索求其恶念的报应,抑或是河流将他吞没并命他去喂饱游鱼,至今尚不明了。盖直到决战来临、各连队编入方阵之际,他还在众人当中气焰嚣张地穿梭往来;然而及至战局既定,他便如其应得的那样彻底失踪,不知是被哪位神明或精灵隐匿了起来,唯一昭然若揭的是,这绝非意味着更好的际遇。因为他绝不可能如其原先所妄想的那样,再度现身并肆无忌惮地仗势作威作福、坐享安乐,而是彻底消亡,承受一种对他自身而言虽属不幸、对众人却大有裨益且足以为戒的惩罚。 关于这整场阴谋的策划者之事,固然值得多费笔墨,但在战事正烈之时却打断了叙事的连续性,故而暂且在此打住。我必须重回先前离开之处,将这场战斗的结局交代清楚。
οὐ γὰρ δὴ ξὺν τῇ τῶν στρατηγῶν δειλίᾳ καὶ τὰ τῶν στρατιωτῶν πίπτει φρονήματα, ἀλλ’ ἐπειδὴ τὰ τῆς τάξεως αὐτοῖς διεφθάρη, οὐ κακίᾳ σφῶν, ἀπειρίᾳ δὲ καὶ ἀμαθίᾳ τοῦ τάττοντος, κατὰ λόχους συνιστάμενοι διηγωνίζοντο· καὶ ἦν τὸ ἔργον ἁπάσης ἐλπίδος μεῖζον, τῶν μὲν οὐχ ὑφιεμένων ἐς τὸ παντελὲς τοῖς κρατοῦσι, τῶν δὲ ἐπεξελθεῖν τελέως τῇ νίκῃ φιλοτιμουμένων, ξυμμιγής τε ᾔρετο τάραχος καὶ βοὴ καὶ κτύπος τῶν ὅπλων, ξιφῶν τε ἀγνυμένων ἀμφὶ τοῖς κράνεσι καὶ τῶν ἀσπίδων περὶ τοῖς δόρασιν. ἀνὴρ δὲ ἀνδρὶ ξυνίστατο, καὶ ἀπορριπτοῦντες τὰς ἀσπίδας αὐτοῖς τοῖς ξίφεσιν ὠθοῦντο μικρὰ τοῦ παθεῖν φροντίζοντες, ἅπαντα δὲ εἰς τὸ δρᾶσαί τι δεινὸν τοὺς πολεμίους τὸν θυμὸν τρέποντες, τοῦ μὴ καθαρὰν αὐτοῖς μηδὲ ἄδακρυν παρασχεῖν τὴν νίκην καὶ τὸ ἀποθνήσκειν ἀνταλλαττόμενοι.2 καὶ ταῦτα ἔδρων οὐ πεζοὶ μόνον πρὸς τοὺς διώκοντας, ἀλλὰ καὶ ὅσοις τῶν ἱππέων ὑπὸ τῶν θραυμάτων ἀχρεῖα παντελῶς ἐγεγόνει τὰ δόρατα. ξυστοὶ δέ εἰσιν εὐμήκεις, οὓς συγκαταγνύντες καὶ ἀποπηδῶντες εἰς τοὺς ὁπλίτας μετεσκευάζοντο. καὶ χρόνον μὲν τινα χαλεπῶς καὶ μόλις ἀντεῖχον· ἐπεὶ δὲ οἵ τε ἱππεῖς ἔβαλλον ἐκ τόξων πόρρωθεν ἐφιππαζόμενοι καὶ οἱ θωρακοφόροι πυκναῖς ἐπ’ αὐτοὺς ἐχρῶντο ταῖς ἐπελάσεσιν ἅτε ἐν πεδίῳ καθαρῷ καὶ λείῳ νύξ τε ἐπέλαβεν, ἐνταῦθα οἱ μὲν ἀπέφευγον ἄσμενοι, οἱ δὲ ἐδίωκον καρτερῶς ἄχρι τοῦ χάρακος, καὶ αὐτὸν αἱροῦσιν αὐταῖς ἀποσκευαῖς καὶ ἀνδραπόδοις καὶ κτήνεσιν. ἀρξαμένης δέ, ὅπερ ἔφην, ἄρτι τῆς τροπῆς τῶν πολεμίων καὶ τῶν διωκόντων οὐκ ἀνιέντων, ἐπὶ τὸ λαιὸν ὠθοῦνται, ἵναπερ ὁ ποταμὸς ἦν τοῖς κρατοῦσιν ἐν δεξιᾷ. ἐνταῦθα δὲ ὁ πολὺς ἐγένετο φόνος, καὶ ἐπλήσθη νεκρῶν ἀνδρῶν τε καὶ ἵππων ἀναμίξ. οὐ γὰρ δὴ ὁ Δρᾶος ἐῴκει Σκαμάνδρῳ, οὐδὲ ἦν εὐμενὴς τοῖς φεύγουσιν, ὡς τοὺς μὲν νεκροὺς αὐτοῖς ὅπλοις ἐξωθεῖν καὶ ἀπορριπτεῖν τῶν ῥευμάτων, τοὺς ζῶντας δὲ ξυγκαλύπτειν καὶ ἀποκρύπτειν ἀσφαλῶς ταῖς δίναις.3 τοῦτο γὰρ ὁ ποταμὸς ὁ Τρὼς τυχὸν μὲν ὑπὸ εὐνοίας ἔδρα, τυχὸν δὲ οὕτως ἔχων μεγέθους, ὡς ῥᾴδιον παρέχειν βαδίζειν τε ἐθέλοντι καὶ νηχομένῳ τὸν πόρον· ἐπεὶ καὶ γεφυροῦται μιᾶς ἐμβληθείσης εἰς αὐτὸν πτελέας, ἅπας τε ἀναμορμύρων ἀφρῷ καὶ αἵματι πλάζ’ ὤμους Ἀχιλῆος, εἰ χρὴ καὶ τοῦτο πιστεῦσαι, βιαιότερον δὲ οὐδὲν εἰργάζετο· καὶ ἐπιλαβόντος ὀλίγου καύματος ἀπαγορεύει τὸν πόλεμον καὶ ἐξόμνυται τὴν ἐπικουρίαν.
将领们的怯懦并未使将士们的斗志随之瓦解;相反,当他们的阵列被冲散之后——这并非由于士卒自身的懦弱,而是源于统帅的缺乏经验与愚昧无知——他们便以连队为单位集结起来浴血苦战。战况之激烈超乎一切预料,一方绝不肯向胜者彻底屈服,另一方则力求将胜利进行到底;在一片混乱之中,呐喊声与兵刃撞击声交织而起,战剑在铁盔上崩折,盾牌在长矛下碎裂。将士们捉对厮杀,抛弃盾牌仅凭佩剑贴身相搏,全然不顾自身负伤,将全部愤怒倾注于重创敌军,甚至以牺牲生命为代价,决不让敌军获得一场毫无损失、不流眼泪的胜利。如此搏杀的不仅有阻击追兵的步兵,亦包括那些长矛因折断而彻底失去效用的骑兵。他们的长矛甚为修长,将士们将其一并折断,跳下战马,化身为重装步兵。他们艰难而痛苦地支撑了一段时间;但当骑兵策马自远处开弓攒射,披甲骑兵利用开阔平坦的平原对其发起密集的连续冲锋,且夜幕降临之时,一方便欣然溃逃,另一方则奋力追击直至营寨,将营寨连同行囊、奴隶及牲畜全数缴获。正如我所言,敌军溃败初起而追兵紧咬不放之时,他们被逼向左翼,而胜者的右侧正是那条河流。在那里发生了惨烈的屠杀,河中填满了人与战马交杂的尸骸。因为德拉乌斯河并不像斯卡曼德洛斯河那样对逃亡者心怀善意,既不曾将死者连同兵刃冲出水流抛于岸上,亦不曾将生者安全地掩藏在其漩涡之中。特洛伊的那条河流或许是出于善意才如此作为,或许是因为其水势微小,足以让涉水者或游泳者轻松渡过;盖因仅一株榆树倒落其中便搭成了桥梁,即便全河翻卷着泡沫与鲜血撞击阿喀琉斯的双肩——若这传说亦属可信的话——也并未造成更猛烈的危害;且一旦微受炙烤,便立即罢战并立誓放弃救援。
- 8τὸ γὰρ μηδὲ ἐλπίσαι συγγνώμην εὔλογον ... εἰκότως ἀπέγνω τὴν ἱκετηρίαν
句首的 τὸ μηδὲ ἐλπίσαι συγγνώμην εὔλογον [εἶναι] 为省略 εἶναι 的宾格不定式名词化结构,用来陈述前提,与后文主句动词 ἀπέγνω 及副词 εἰκότως(其主语为分词 διανοηθέντα, ἐργασάμενον 等所修饰的策划者)前后呼应,构成“不奢望宽恕既属合情合理,其放弃求告饶命亦属自然”的因果照应结构。
- 59dτοῦ μὴ καθαρὰν αὐτοῖς μηδὲ ἄδακρυν παρασχεῖν τὴν νίκην καὶ τὸ ἀποθνήσκειν ἀνταλλαττόμενοι
分词 ἀνταλλαττόμενοι(“拿……交换”)支配带冠词属格不定式 τοῦ μὴ ... παρασχεῖν 作价值/交换属格(“换取不让对方获得……”),并以 τὸ ἀποθνήσκειν 作宾格宾语,καί 为副词用法(“甚至死亡”)。
- 60cὡς τοὺς μὲν νεκροὺς αὐτοῖς ὅπλοις ἐξωθεῖν καὶ ἀπορριπτεῖν τῶν ῥευμάτων, τοὺς ζῶντας δὲ ξυγκαλύπτειν καὶ ἀποκρύπτειν ἀσφαλῶς ταῖς δίναις
连词 ὡς 搭配不定式 ἐξωθεῖν, ἀπορριπτεῖν, ξυγκαλύπτειν 及 ἀποκρύπτειν,引导表示结果的从句(“以至于将……推出,并将……掩藏”),对前文 οὐδὲ ἦν εὐμενὴς τοῖς φεύγουσιν(“对逃跑者并不友善”)的具体表现和程度进行展开说明。αὐτοῖς ὅπλοις 为伴随与格,意为“连同其兵刃一起”。
