← 朱利安

尤塞比亚皇后颂

§9

类比雅典娜之票的优西比娅宽宥进谏

演说者赞颂皇后秉承雅典“雅典娜之票”的精神,在皇帝的审判中仁慈进谏以促成宽宥。在列举诸多受益于其恩泽的事迹的同时,他顾及相关当事人的名誉而避免逐一指名道姓提及过往不幸,进而转向叙述无可非议的美德善行。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9

Ἀθήνησι μὲν οὖν φασιν, ὅτε τοῖς πατρίοις ἔθεσιν ἐχρῶντο καὶ ἔζων τοῖς οἰκείοις πειθόμενοι νόμοις μεγάλην καὶ πολυάνθρωπον οἰκοῦντες πόλιν, εἴ ποτε τῶν δικαζόντων αἱ ψῆφοι κατʼ ἴσον γένοιντο τοῖς φεύγουσι πρὸς τοὺς διώκοντας, τὴν τῆς Ἀθηνᾶς ἐπιτιθεμένην τῷ τὴν δίκην ὀφλήσειν μέλλοντι ἀπολύειν1 ἄμφω τῆς αἰτίας, τὸν μὲν ἐπάγοντα τὴν κατηγορίαν τοῦ δοκεῖν εἶναι συκοφάντην, τὸν δέ, ὡς εἰκός, τοῦ δοκεῖν ἔνοχον εἶναι τῷ πονηρεύματι. τοῦτον δὴ φιλάνθρωπον ὄντα καὶ χαρίεντα τὸν νόμον ἐπὶ τῶν δικῶν, ἃς βασιλεὺς κρίνει, σωζόμενον πρᾳότερον αὕτη καθίστησιν. οὗ γὰρ ἂν ὁ φεύγων παρʼ ὀλίγον ἔλθῃ τὴν ἴσην ἐν ταῖς ψήφοις λαχεῖν, πείθει, τὴν ὑπὲρ αὐτοῦ δέησιν προσθεῖσα καὶ ἱκετηρίαν, ἀφεῖναι πάντως τῆς αἰτίας. ὁ δὲ ἑκὼν ἑκόντι τῷ θυμῷ χαρίζεται τὰ τοιαῦτα, καὶ οὐ, καθάπερ Ὅμηρός φησι τὸν Δία ἐκβιαζόμενον παρὰ τῆς γαμετῆς ὁμολογεῖν ὅ,τι ξυγχωροίη, δίδωσιν ἑκὼν ἀέκοντί γε θυμῷ.2 καὶ τυχὸν οὐκ ἄτοπον χαλεπῶς καὶ μόλις τὰ τοιαῦτα ξυγχωρεῖν κατὰ ἀνδρῶν ὑβριστῶν καὶ ἀλαζόνων. ἀλλʼ οὐδὲ γὰρ εἰ σφόδρα ἐπιτήδειοί τινές εἰσι πάσχειν κακῶς καὶ κολάζεσθαι, τούτους ἐκ παντὸς ἀπολέσθαι χρεών· ὃ δὴ καὶ ἡ βασιλὶς ἥδε ξυννοοῦσα κακὸν μὲν οὐδὲν ἐκέλευσεν οὔτε ἄλλο ποτε οὔτε κόλασιν οὔτε τιμωρίαν ἐπαγαγεῖν οὐχ ὅπως βασιλείᾳ τινὸς ἢ πόλει, ἀλλʼ οὐδὲ οἰκίᾳ μιᾷ τῶν πολιτῶν.3 προσθείην δʼ ἂν ἔγωγε θαρρῶν εὖ μάλα, ὅτι μηδὲν ψεῦδός φημι, ὡς οὐδὲ ἐφʼ ἑνὸς ἀνδρὸς ἢ γυναικὸς μιᾶς ἔστιν αὐτὴν αἰτιᾶσθαι ξυμφορᾶς τῳ τῆς τυχούσης, ἀγαθὰ δὲ ὅσα καὶ οὕστινας δρᾷ καὶ ἔδρασεν, ἡδέως ἂν ὑμῖν τὰ πλεῖστα ἐξαριθμησαίμην καθʼ ἕκαστα ἀπαγγέλλων, ὡς ὅδε μὲν τὸν πατρῷον διʼ ἐκείνην νέμεται κλῆρον, ἐκεῖνος δὲ ἀπηλλάγη τιμωρίας, ὀφλήσας τοῖς νόμοις, ἄλλος συκοφαντίαν διέφυγε, παρʼ ὀλίγον ἐλθὼν κινδύνου, τιμῆς δὲ ἔτυχον καὶ ἀρχῆς μυρίοι. καὶ ταῦτα οὐκ ἔστιν ὅστις ἐμὲ ψεύδεσθαι τῶν ἁπάντων φήσει, εἰ καὶ ὀνομαστὶ τοὺς ἄνδρας μὴ καταλέγοιμι. ἀλλ’ ὀκνῶ, μή τισιν ἐξονειδίζειν δόξω τὰς συμφορὰς καὶ οὐκ ἔπαινον τῶν ταύτης ἀγαθῶν, κατάλογον δὲ τῶν ἀλλοτρίων συγγράφειν ἀτυχημάτων. τοσούτων δὲ ἔργων μηδὲν παρασχέσθαι μηδὲ εἰς τὸ ἐμφανὲς ἄγειν τεκμήριον κενόν πως εἶναι δοκεῖ καὶ ἐς ἀπιστίαν ἄγει τὸν ἔπαινον. οὐκοῦν ἐκεῖνα παραιτησάμενος,4 ὁπόσα γʼ ἐμοί τε εἰπεῖν ἀνεπίφθονον ταύτῃ τε ἀκούειν καλὰ λέγοιμʼ ἂν ἤδη.

相传在雅典,当人们恪守祖辈习俗、遵奉城邦法律而生活在一座庞大且人口稠密的城邦时,倘若法官们的投票在被告与原告之间平分秋色,那么加在即将败诉者身上的“雅典娜之票”便会免除双方的责难:它使提起控告者免于显得像是诬告之徒,而另一方依常理也免于被视为罪行的责任者。这一在皇帝裁断的审判中得以保留的仁慈而优雅的法则,这位皇后使其变得更加宽厚。因为凡是被告差一点就能在投票中获得等同票数之处,她便代为呈上恳求与请愿,劝说皇帝完全赦免其罪责。而皇帝也自愿地、满心甘愿地赐予这些恩惠,绝不像荷马所言宙斯在妻子逼迫下应允其让步之事那样,“出于自愿却心怀不愿”地勉强赐予。或许对于狂妄傲慢之人,艰难而勉强地作出此等宽让并不算荒谬。然而,即便有些人极该遭受苦难与惩治,也绝无理由非要将他们置于死地不可;这位皇后正是深明此理,从未下令将任何祸害,无论是其他祸害、惩罚还是报复,施加于不论谁的王国或城邦,甚至未曾施加于公民的任何单门独户。而我自己亦可满怀信心地补充道——因为我绝无虚言——对于任何人所遭遇的哪怕寻常的不幸,无论涉及的是一个男子还是一个女子,绝无可能归咎于她;相反,关于她向何人正在施予以及曾经施予了何等众多的善行,我倒乐意向你们一一列举陈述其中的绝大部分:诸如这位男子因她得以享有父祖田产,那位男子触犯法网后免遭惩罚,另有一人近乎濒险却摆脱了诬告,更有数以万计的人获得了尊荣与官职。对于这些事,即便我未曾指名道姓地列举那些人,所有人中也绝无一人会说我是在说谎。但我心怀顾虑,唯恐被人以为是在当面数落某些人的厄运,写的不是对她美德的赞颂,反倒成了他人不幸的清单。然而,若对此等功德毫无展示,亦不将确据公之于众,似乎又显得流于空泛,反令赞颂陷入令人难以置信的境地。因此,且请容我略去那些事由,我现在便来讲说那些既不致让我遭受非议、由她听来亦堪称美好的事迹。

语法注4 条
  1. 9τὴν τῆς Ἀθηνᾶς ἐπιτιθεμένην τῷ τὴν δίκην ὀφλήσειν μέλλοντι ἀπολύειν

    间接引语(由 φασιν 统领)中的对格与不定式结构。不定式 ἀπολύειν 的逻辑主语为承前省略了名词 ψῆφον 的对格短语 τὴν τῆς Ἀθηνᾶς(雅典娜之票),现在分词 ἐπιτιθεμένην 与之同性格数一致。与格短语 τῷ τὴν δίκην ὀφλήσειν μέλλοντι 则表示添加或受益对象:“投在即将败诉之人的一方”。

  2. 115bἑκὼν ἀέκοντί γε θυμῷ

    直接引用《伊利亚特》第4卷第43行(宙斯向赫拉让步应允毁灭特洛伊一幕)中著名的矛盾修辞短语。此处与皇帝完全由衷自愿的态度(ἑκὼν ἑκόντι τῷ θυμῷ)形成鲜明对照,用以形容不情愿、受迫之下的勉强让步。

  3. 115cοὐχ ὅπως βασιλείᾳ τινὸς ἢ πόλει, ἀλλʼ οὐδὲ οἰκίᾳ μιᾷ τῶν πολιτῶν

    由 οὐχ ὅπως 与 ἀλλʼ οὐδὲ 呼应构成的强调性否定惯用句式,意为“非但不是……甚至连……也不”(not to speak of... but not even...)。修饰前文动词短语 κακὸν μὲν οὐδὲν ἐκέλευσεν ... ἐπαγαγεῖν,强调不论规模大小,她从未对任何对象下达过降灾或惩治的命令。

  4. 116aἐκεῖνα παραιτησάμενος

    中动态分词 παραιτησάμενος 在此引申为“请求对(提及那些事)予以谅解/略过不提”(引出修辞上的虚饰省叙法 praeteritio)。紧承前文不愿揭人伤疤的顾虑,表明演说者决定略去触及他人不幸的个别事例,转而叙述无懈可击的美德赞颂。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg002.humanitext-grc2:9