← 朱利安

尤塞比亚皇后颂

§8

宫廷中皇后的德行与对皇帝施政的感化

作者拒绝铺叙婚礼外在的奢华排场,转而着墨于皇后入宫后的德行与善举。他以引得奥德修斯抵御一切诱惑而一心归家的珀涅罗珀为例,盛赞皇后同样赢得了皇帝至深的情爱与信赖,并引导其国政施行宽厚仁慈。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8

οὔκουν οὐδὲ ἡμεῖς ἑκόντες αὑτοὺς ταύταις ὑποθήσομεν ταῖς αἰτίαις, ἱματίων πολυτελῶν καὶ δώρων παντοίων ὅρμων τε καὶ στεφάνων κατάλογον τῶν ἐκ βασιλέως μακρόν τινα τοῦτον ᾄδοντες, οὐδὲ ὡς ἀπήντων οἱ δῆμοι δεξιούμενοι καὶ χαίροντες, οὐδὲ ὅσα κατὰ τὴν ὁδὸν ἐκείνην λαμπρὰ καὶ ζηλωτὰ γέγονε καὶ ἐνομίσθη. ἀλλʼ ἐπειδὴ τῶν βασιλείων εἴσω παρῆλθε καὶ τῆς ἐπωνυμίας ταύτης ἠξιώθη, τί πρῶτον ἔργον ἐκείνης γέγονε, καὶ αὖθις δεύτερον, καὶ ἐπʼ αὐτῷ τρίτον, καὶ πολλὰ δὴ μάλα τὸ ἐντεῦθεν; οὐ γάρ, εἰ σφόδρα λέγειν ἐθέλοιμι καὶ μακρὰς ὑπὲρ τούτων βίβλους ξυντιθέναι, ἀρκέσειν ὑπολαμβάνω τῷ πλήθει τῶν ἔργων,1 ὅσα ἐκείνῃ φρόνησιν καὶ πρᾳότητα καὶ σωφροσύνην καὶ φιλανθρωπίαν ἐπιείκειάν τε καὶ ἐλευθεριότητα καὶ τὰς ἄλλας ἀρετὰς ἐξεμαρτύρησε λαμπρότερον, ἢ νῦν ὁ παρὼν περὶ αὐτῆς λόγος δηλοῦν ἐπιχειρεῖ καὶ ἐκδιδάσκειν τοὺς πάλαι διὰ τῶν ἔργων ἐγνωκότας. οὐ μὴν ἐπειδὴ ἐκεῖνο δυσχερές, μᾶλλον δὲ ἀδύνατον ἐφάνη, παντελῶς ἄξιον ὑπὲρ ἁπάντων ἀποσιωπῆσαι, πειρᾶσθαι δὲ εἰς δύναμιν φράζειν ὑπὲρ αὐτῶν καὶ τῆς μὲν φρονήσεως ποιεῖσθαι σημεῖον καὶ τῆς ἄλλης ἀρετῆς πάσης, ὅτι τὸν γήμαντα διέθηκεν οὕτω περὶ αὑτήν, ὥσπερ οὖν ἄξιον γυναῖκα καλὴν καὶ γενναίαν. Ὥστε ἔγωγε τῆς Πηνελόπης πολλὰ καὶ ἄλλα νομίσας ἐπαίνων ἄξια τοῦτο ἐν τοῖς μάλιστα θαυμάζω, ὅτι δὴ τὸν ἄνδρα λίαν ἔπειθε στέργειν καὶ ἀγαπᾶν αὑτὴν ὑπερορῶντα μέν, ὡς φασί, δαιμονίων γάμων, ἀτιμάζοντα δὲ οὐ μεῖον τὴν τῶν Φαιάκων ξυγγένειαν. Καίτοι γε εἶχον αὐτοῦ πᾶσαι ἐρωτικῶς, Καλυψὼ καὶ Κίρκη καὶ Ναυσικάα· καὶ ἦν αὐταῖς τὰ βασίλεια πάγκαλα, κήπων τινῶν καὶ παραδείσων ἐν αὐτοῖς πεφυτευμένων μάλα ἀμφιλαφέσι καὶ κατασκίοις τοῖς δένδρεσι, λειμῶνές τε ἄνθεσι ποικίλοις καὶ μαλακῇ τῇ πόᾳ βρύοντες· "Κρῆναι δʼ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ·" καὶ ἐτεθήλει περὶ τὴν οἰκίαν ἡμερὶς ἡβώωσα σταφυλῆς οἶμαι τῆς γενναίας, βριθομένη τοῖς βότρυσι· καὶ παρὰ τοῖς Φαίαξιν ἕτερα τοιαῦτα, πλὴν ὅσῳ πολυτελέστερα, ἅτε οἶμαι ποιητὰ ξὺν τέχνῃ, τῆς τῶν αὐτοφυῶν ἔλαττον μετεῖχε χάριτος καὶ ἧττον εἶναι ἐδόκει ἐκείνων ἐράσμια. τῆς τρυφῆς δὲ αὖ καὶ τοῦ πλούτου καὶ προσέτι τῆς περὶ τὰς νήσους ἐκείνας εἰρήνης καὶ ἡσυχίας τίνα οὐκ ἂν ἡττηθῆναι δοκεῖτε τοσούτους ἀνατλάντα πόνους2 καὶ κινδύνους καὶ ἔτι ὑφορώμενον δεινότερα πείσεσθαι, τὰ μὲν ἐν θαλάττῃ τὰ δὲ ἐπὶ τῆς οἰκίας αὐτῆς, πρὸς ἑκατὸν νεανίσκους ἡβῶντας εὖ μάλα μόνον ἀγωνίζεσθαι μέλλοντα, ὅπερ οὐδὲ ἐν Τροίᾳ ἐκείνῳ ποτὲ συνηνέχθη; εἴ τις οὖν ἔροιτο τὸν Ὀδυσσέα παίζων ὧδέ πως· τί ποτε, ὦ σοφώτατε ῥῆτορ ἢ στρατηγὲ ἢ ὅ τι χρή σε ὀνομάζειν, τοσούτους ἑκὼν ὑπέμεινας πόνους, ἐξὸν εἶναι ὄλβιον καὶ εὐδαίμονα, τυχὸν δὲ καὶ ἀθάνατον εἴ τι χρὴ ταῖς ἐπαγγελίαις Καλυψοῦς πιστεύειν, σὺ δὲ ἑλόμενος τὰ χείρω πρὸ τῶν βελτιόνων τοσούτους σαυτῷ προστέθεικας πόνους, οὐδὲ ἐν τῇ Σχερίᾳ καταμεῖναι ἐθελήσας, ἐξὸν ἐκεῖ που παυσάμενον τῆς πλάνης καὶ τῶν κινδύνων ἀπηλλάχθαι· σὺ δὲ ἡμῖν ἐπὶ τῆς οἰκίας ἔγνως στρατεύεσθαι καὶ ἄθλους δή τινας καὶ ἀποδημίαν ἑτέραν ἐκτελεῖν οὔτι τῆς πρόσθεν, ὥς γε τὸ εἰκὸς ἀπονωτέραν οὐδὲ κουφοτέραν. τί δὴ οὖν οἴεσθε πρὸς ταῦτα ἐκεῖνον εἰπεῖν ἔχειν; ἆρʼ οὐχ ὅτι τῇ Πηνελόπῃ συνεῖναι ἐθέλων τοὺς ἄθλους αὐτῇ καὶ τὰς στρατείας χαρίεντα διηγήματα φέρειν ὑπέλαβε; ταῦτά τοι καὶ τὴν μητέρα πεποίηκεν αὐτῷ παραινοῦσαν μεμνῆσθαι πάντων, ὧν τε εἶδε θεαμάτων καὶ ὧν ἤκουσεν ἀκουσμάτων, "ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί," φησίν. ὁ δὲ οὐδενὸς ἐπιλαθόμενος, ἐπειδὴ πρῶτον ἀφίκετο καὶ τῶν μειρακίων τῶν ἐπὶ τὰ βασίλεια κωμαζόντων ἐκράτει ξὺν δίκῃ, πάντα ἀθρόως αὐτῇ διηγεῖτο, ὅσα τε ἔδρασε καὶ ὅσα ἀνέτλη, καὶ εἰ δή τι ἄλλο ὑπὸ τῶν χρησμῶν ἀναπειθόμενος ἐκτελεῖν διενοεῖτο· ἀπόρρητον δὲ ἐποιεῖτο πρὸς αὐτὴν οὐδὲ ἕν, ἀλλʼ ἠξίου κοινωνὸν γίγνεσθαι τῶν βουλευμάτων καὶ ὅ,τι πρακτέον εἴη συννοεῖν καὶ συνεξευρίσκειν. ἆρα τοῦτο ὑμῖν τῆς Πηνελόπης ὀλίγον ἐγκώμιον δοκεῖ, ἢ ἤδη τις ἄλλη τὴν ἐκείνης ἀρετὴν ὑπερβαλλομένη γαμετή τε οὖσα βασιλέως ἀνδρείου καὶ μεγαλοψύχου καὶ σώφρονος τοσαύτην εὔνοιαν ἐνεποίησεν αὑτῆς τῷ γήμαντι, συγκερασαμένη τῇ παρὰ τῶν ἐρώτων ἐπιπνεομένῃ φιλίᾳ τὴν ἐκ τῆς ἀρετῆς καθάπερ ῥεῦμα θεῖον ἐπιφερομένην ταῖς ἀγαθαῖς καὶ γενναίαις ψυχαῖς; δύο γὰρ δὴ τώδε τινὲ πίθω φιλίας ἔστον,3 ὧν ἥδε κατʼ ἴσον ἀρυσαμένη βουλευμάτων τε αὐτῷ γέγονε κοινωνὸς καὶ πρᾷον ὄντα φύσει τὸν βασιλέα καὶ χρηστὸν καὶ εὐγνώμονα πρὸς ἃ πέφυκε παρακαλεῖ μᾶλλον πρεπόντως καὶ πρὸς συγγνώμην τὴν δίκην τρέπει. ὥστε οὐκ ἄν τις εἰπεῖν ἔχοι, ὅτῳ γέγονεν ἡ βασιλὶς ἥδε ἐν δίκῃ τυχὸν ἢ καὶ παρὰ δίκην αἰτία τιμωρίας καὶ κολάσεως μικρᾶς ἢ μείζονος.

因此,我们自己也决不愿主动承受这些非难,去长篇吟咏那些来自皇帝的贵重衣物、各色礼物、项圈和冠冕的清单,也不愿叙述民众是如何欣喜欢腾地迎候,以及在那趟旅程中发生并受人称赞的诸多辉煌而令人艳羡之事。相反,既然她已步入宫廷之内,并被赋予了这一尊号,那么她的第一桩善行是什么,随后的第二桩,以及紧接其后的第三桩,乃至此后极多的功德又是什么呢?因为我想,即使我极切望详述并就此撰写巨著,也绝难完全述尽其广博的事迹——这些事迹昭示了她的睿智、温和、节制、仁爱、公允、慷慨以及其他美德,其光辉远胜于当下这篇关于她的演说所试图阐明并重新告知那些早已通过其实际作为知晓她的人们的一切。然而,既然那件事显得困难,毋宁说绝无可能,却绝不意味着应当对所有事全然保持缄默,而是当尽力去言说它们,并将她能使夫君对自己如此倾心依恋这一事实——这正如一位美丽而高贵的妇人所完全当得的那样——视为其睿智及所有其余美德的明证。 因此,我自己在认为珀涅罗珀有许多其他方面值得赞颂的同时,对此事尤为赞叹:那就是她极力促使丈夫如此深爱并眷恋自己,以至于他如人们所言蔑视了神明的婚约,同样也看轻了与淮阿喀亚人的姻亲关系。然而,那些女性——卡吕普索、喀耳刻和瑙西卡阿——全都对他满怀炽热的爱恋;她们的宫阙无比优美,其间植有林木极为繁茂荫蔽的园林与苑囿,草地上各色鲜花与柔嫩青草繁盛竞生: “四股泉水依次喷涌着清冽的流泉;”在宅院四周,一株我想是名种的栽培葡萄树蓬勃生长,挂满了沉甸甸的果串。而在淮阿喀亚人那里也有其他类似的景象,只是因为更为奢华,依我之见因是人工雕琢之故,便少了几分天然之物的优雅,显得不如那些自然之景惹人喜爱。另一方面,面对那般奢华、富足,以及那些岛屿周围的安宁与平静,难道你们认为,任何承受了如此多劳苦与危险、且预料到还将遭受更可怕磨难的人——有的在海上,有的就在自家屋中,不得不孤身一人与百名年富力强的年轻人搏斗,这甚至在特洛伊都未曾发生在他身上——有谁不会被其征服吗?那么,倘若有人带着几分戏谑这样询问奥德修斯:“哎,最智慧的修辞家,或是将领,抑或随你怎么称呼,你为何心甘情愿忍受如此多的劳苦,明明你可以得享富足与幸福,若能信凭卡吕普索的诺言,甚至可能长生不死;而你却舍优取劣,为自己增添如此多的辛劳,甚至不愿留在斯刻里亚,明明在那里你本可终止漂泊、摆脱危险。可你却打定主意要进军自己的家园,去完成某种功业和另一场远行,而这场远行依常理推断绝不比先前那场更省力,也绝不更轻松。”那么,你们认为他对这些话能说些什么呢?难道不是因为渴望与珀涅罗珀在一起,认定自己的劳苦与征战能为她带去悦耳的叙谈吗?正是为此,诗人才让他的母亲告诫他,务必记住所见的一切景象与所闻的一切话语,“以便日后你能告知你的妻子,”她说道。而他未曾忘却一事,一俟归来并以正义制服了在宫中肆虐的年轻人们,便将自己所做与所承受的一切,以及因信服神谕而意欲完成的任何其余之事,一股脑儿全向她倾诉;他未对她隐瞒一事,反而视她配得上成为自己谋划的共同参与者,共同思索、共同找出应行之事。这在你们看来难道是对珀涅罗珀的一点点赞颂吗?抑或早已另有其人超越了她的美德,身为英勇、宽宏而节制的帝王之结发正妻,使夫君对自己产生了如此深厚的恩爱,将爱神所激发的爱意,与从美德中如神圣洪流般涌向善良高贵灵魂的爱意融为一体?因为确实存在两只所谓友爱的瓮,而这位皇后从两者中等量汲取,不仅成为了皇帝谋略的参与者,更极其得体地劝导天性温和、仁厚且通情达理的皇帝顺从其天性,使刑赏之正义转向宽宥仁慈。以至于无人能够指称,这位皇后究竟曾让何人——无论是在情理之中亦或是违背公理——遭受过大大小小的惩罚与惩戒。

语法注3 条
  1. 112bοὐ γάρ, εἰ σφόδρα λέγειν ἐθέλοιμι καὶ μακρὰς ὑπὲρ τούτων βίβλους ξυντιθέναι, ἀρκέσειν ὑπολαμβάνω τῷ πλήθει τῶν ἔργων

    句首的否定词 οὐ 修饰主动词 ὑπολαμβάνω 所带的将来时不定式 ἀρκέσειν(意即“我不认为足以应对”)。插入的 εἰ 条件从句(采用希求法 ἐθέλοιμι)代表间接引语中的潜势条件句(直接语序下相当于 οὐκ ἂν ἀρκέσαιμι)。

  2. 113bτίνα οὐκ ἂν ἡττηθῆναι δοκεῖτε τοσούτους ἀνατλάντα πόνους

    疑问代词宾格 τίνα 作不定式 ἡττηθῆναι 的逻辑主语,分词短语 τοσούτους ἀνατλάντα πόνους 与其保持性数格一致。主句动词 δοκεῖτε(“你们认为……”)统辖此“宾格加不定式”结构,构成修辞反问:“你们认为有谁不会被征服呢?”

  3. 114cδύο γὰρ δὴ τώδε τινὲ πίθω φιλίας ἔστον

    主语 τώδε τινὲ πίθω 与动词 ἔστον(动词 εἰμί 的第三人称双数现在时)构成了标准的古典双数句式。此句在寓意上化用了荷马《伊利亚特》第24卷第527行中宙斯门前的“两只瓮”(δοιοὶ γάρ τε πίθοι)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg002.humanitext-grc2:8