← 朱利安

尤塞比亚皇后颂

§10-11

优待亲族与演说者亲历恩惠之见证

演说者赞颂欧塞比亚皇后依凭美德向亲属及父祖故旧广施荣衔与酬赏,并声明自己将作为受恩者亲自作证,宣述自己蒙受皇后与皇帝浩大恩典的经历。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10

Ἐπειδὴ γὰρ τὴν τοῦ γήμαντος εὔνοιαν τηλαυγέστατον πρόσωπον, κατὰ τὸν σοφὸν Πίνδαρον, ἀρχομένη τῶν ἔργων ἔθετο,1 γένος τε ἅπαν καὶ ξυγγενεῖς εὐθὺς ἐνέπλησε τιμῆς, τοὺς μὲν ἤδη γνωρίμους καὶ πρεσβυτέρους ἐπὶ μειζόνων τάττουσα πράξεων καὶ ἀποφήνασα μακαρίους καὶ ζηλωτοὺς βασιλεῖ τʼ ἐποίησε φίλους καὶ τῆς εὐτυχίας τῆς παρούσης ἔδωκε τὴν ἀρχήν. καὶ γὰρ εἴ τῳ δοκοῦσιν, ὥσπερ οὖν ἀληθές, διʼ αὑτοὺς τίμιοι, ταύτῃ γε οἶμαι προσθήσει τὸν ἔπαινον· δῆλον γὰρ ὅτι μὴ τῇ τοῦ γένους κοινωνίᾳ μόνον, πολὺ δὲ πλέον ἀρετῇ φαίνεται νέμουσα· οὗ μεῖζον οὐκ οἶδα ὅπως τις ἐγκώμιον ἐρεῖ. περὶ μὲν τούσδε γέγονε τοιάδε. ὅσοι δὲ ἀγνῶτες ἔτι διὰ νεότητα τοῦ γνωρισθῆναι καὶ ὁπωσοῦν ἐδέοντο, τούτοις ἐλάττονας διένειμε τιμάς. ἀπέλιπε δὲ οὐδὲν εὐεργετοῦσα ξύμπαντας. καὶ οὐ τοὺς ξυγγενεῖς μόνον τοσαῦτα ἔδρασεν ἀγαθά, ξενίαν δὲ ὅτῳ πρὸς τοὺς ἐκείνης πατέρας ὑπάρξασαν ἔγνω, οὐκ ἀνόνητον ἀφῆκε τοῖς κτησαμένοις, τιμᾷ δὲ οἶμαι καὶ τούτους καθάπερ ξυγγενεῖς, καὶ ὅσους τοῦ πατρὸς ἐνόμισε φίλους, ἅπασιν ἔνειμε τῆς φιλίας ἔπαθλα θαυμαστά.

因为她在开创功业之际,依照智者品达之言,将丈夫的恩眷作为“远照四方的门楼”,随即令其整个家族与同族亲属满享尊荣;她将那些本已知名且年长之辈委以重任,使他们显赫而为人艳羡,令他们成为皇帝的挚友,并赋予他们如今福泽的肇端。事实上,若有人认为他们因自身的品性而值得尊敬——正如事实本就如此——那么我认为,这反而更增添了对皇后的赞誉;因为显而易见,她所施予的恩典绝非仅凭宗族之亲,而远更多地是依凭美德;我不知人们还能作出何等比这更崇高的赞颂。关于这些人,情形便是如此。至于那些因年轻而尚无名气、无论如何都亟待显名之人,她则赐予较小的荣衔。然而在惠泽众人之事上,她毫无遗漏。而且,她不仅为亲属行了如此众多的善事,每逢得知有人曾与其父辈结下宾客款待之谊,她也绝不让拥有此谊之人空无所获,而是我想,她也如同对待亲属一般礼遇他们,凡被她视为其父友人者,她皆对其友谊厚赐令人惊叹的酬赏。

§11

Ἐγὼ δέ, ἐπειδή μοι τεκμηρίων καθάπερ ἐν δικαστηρίῳ τὸν λόγον ὁρῶ δεόμενον, αὐτὸς ὑμῖν ἐμαυτὸν τούτων ἐκείνῳ μάρτυρα καὶ ἐπαινέτην παρέξομαι· ἀλλʼ ὅπως μου μή ποτε ὑπιδόμενοι τὴν μαρτυρίαν πρὶν ἐπακοῦσαι τῶν λόγων διαταράττησθε, ὄμνυμι ὑμῖν, ὡς οὐδὲν ψεῦδος οὐδὲ πλάσμα ἐρῶ· ὑμεῖς δὲ κἂν ἀνωμότῳ ἐπιστεύσατε2 πάντα οὐ κολακείας ἕνεκα λέγειν. ἔχω γὰρ ἤδη τοῦ θεοῦ διδόντος καὶ τοῦ βασιλέως ἅπαντα τὰ ἀγαθά, αὐτῆς γε οἶμαι καὶ ταύτης ξυμπροθυμουμένης, ὑπὲρ ὧν ἄν τις κολακεύων ἅπαντα ἀφείη ῥήματα, ὥστε, εἰ μὲν πρὸ τούτων ἔλεγον, ἴσως ἐχρῆν ὀρρωδεῖν τὴν ἄδικον ὑποψίαν· νῦν δὲ ἐν ταύτῃ γεγονὼς τῇ τύχῃ καὶ ἀπομνημονεύων τῶν ἐκείνης εἰς ἐμαυτὸν ἔργων παρέξομαι ὑμῖν εὐγνωμοσύνης μὲν ἐμαυτοῦ σημεῖον, μαρτύριον δὲ ἀληθὲς τῶν ἐκείνης ἔργων. πυνθάνομαι γὰρ δὴ καὶ Δαρεῖον, ἕως ἔτι δορυφόρος ἦν τοῦ Περσῶν μονάρχου, τῷ Σαμίῳ ξένῳ περὶ τὴν Αἴγυπτον συμβαλεῖν φεύγοντι τὴν αὑτοῦ, καὶ λαβόντα φοινικίδα τινὰ δῶρον, οὗ σφόδρα ἐπεθύμει, τὴν Σαμίων ὕστερον ἀντιδοῦναι τυραννίδα, ὁπηνίκα, οἶμαι, τῆς Ἀσίας ἁπάσης κύριος κατέστη. εἰ δὴ οὖν καὶ αὐτὸς πολλὰ μὲν παρʼ αὐτῆς, ὅτε ἔτι ζῆν ἐξῆν ἐν ἡσυχίᾳ, τὰ μέγιστα δὲ διʼ αὐτὴν παρὰ τοῦ γενναίου καὶ μεγαλόφρονος βασιλέως λαβὼν ὁμολογοίην τοῦ μὲν ἀντιδοῦναι τὴν ἴσην λείπεσθαι·3 ἔχει γάρ, οἶμαι, ξύμπαντα παρʼ αὐτοῦ τοῦ καὶ ἡμῖν χαρισαμένου λαβοῦσα· τῷ βούλεσθαι δὲ τὴν μνήμην ἀθάνατον αὐτῇ τῶν ἔργων γενέσθαι καὶ ἐς ὑμᾶς ταῦτα ἀπαγγέλλειν τυχὸν οὐκ ἀγνωμονέστερος φανοῦμαι τοῦ Πέρσου, εἴπερ εἰς τὴν γνώμην ὁρῶντα χρὴ κρίνειν, ἀλλʼ οὐχ ὅτῳ παρέσχεν ἡ τύχη πολλαπλάσιον ἀποτῖσαι τὸ εὐεργέτημα. Τί ποτε οὖν ἐγὼ τοσοῦτον εὖ παθεῖν φημι καὶ ἀνθʼ ὅτου τὸν ἅπαντα χρόνον ὑπόχρεων ἐμαυτὸν εἶναι χάριτος ὁμολογῶ τῇδε, σφόδρα ὥρμησθε ἀκούειν. ἐγὼ δὲ οὐκ ἀποκρύψομαι·

至于我,既然眼见自己的这篇演说如同在法庭之上那般亟需确据,我便亲自在你们面前为那〔演说〕充当这些事迹的证人与赞颂者。但为了不让你们在聆听演说之前便因猜忌我的见证而心生纷乱,我向你们起誓,我绝不说半句虚言或伪作之辞;不过即便我不曾起誓,你们原本也会相信我绝非出于谄媚而陈说一切。因为借着神明与皇帝的赐予,并且我想也是在皇后本人的协同促成之下,凡是有人可能为了谄媚而穷尽一切辞令去谋求的美好事物,我都早已尽皆拥有;因此,倘若我在得到这些之前便陈说此辞,或许理当惧怕不义的猜忌;然而如今,我已然身处这般境遇,追忆她施于我身的事迹,我向你们呈献的,既是我自己感念之情的表征,亦是对她功业的真确见证。我确曾听闻,大流士尚且身为波斯君主的侍从侍卫时,在埃及一带遇见了逃离本邦的萨摩斯客人,并收下了自己极想得到的一件深红斗篷作为礼物,后来,我想是在他成为全亚洲的主宰之时,便将萨摩斯人的僭主之权作为回报赠予对方。因此,即便我自己承认,当昔日尚能安居度日之时便从皇后那里蒙受诸多恩典,而今又借由她从高尚而恢弘的皇帝那里蒙受了至大的恩惠,我却远远无法做出对等的回报——因为我想,她从那位同样向我们广施恩惠的皇帝那里承受并拥有了一切——然而,因我愿令关于她功业的记忆永垂不朽而将这些向你们陈明,我或许并不显得比那位波斯人更不知感恩,倘若评判人时确实应当着眼于心意,而非着眼于命运赐予谁有能力成倍偿还恩德的话。 那么,我究竟声称蒙受了何等巨大的恩惠,又因何承认自己终生对她欠下感激之债呢?你们正迫切渴望听闻。而我绝不隐瞒:

语法注3 条
  1. 10ἀρχομένη τῶν ἔργων ἔθετο

    化用品达《奥林匹亚胜利诗》第六首开篇的名句(ἀρχομένου δ’ ἔργου πρόσωπον χρὴ θέμεν τηλαυγές)。短语 τηλαυγέστατον πρόσωπον 作动词 ἔθετο 的宾语补足语(谓语性宾格),构成隐喻:“在她开创事迹之时,将丈夫的情谊确立为远照四方的门楼”。

  2. 116dκἂν ἀνωμότῳ ἐπιστεύσατε

    κἂν 为 καὶ ἄν 的混声缩合,与过去直陈式(不定过去时)ἐπιστεύσατε 连用,表达与过去事实相反或潜在的推论(“即便未起誓,你们本也会相信”)。与格 ἀνωμότῳ 作说话人(ἐμοί)的修饰语,意为“对于未起誓之人(的我)”。

  3. 117cτοῦ μὲν ἀντιδοῦναι τὴν ἴσην λείπεσθαι

    此句属于依附于动词 ὁμολογοίην 的不定式宾语结构。带属格冠词的不定式 τοῦ ἀντιδοῦναι 是由表示“欠缺/逊色”的动词 λείπεσθαι 所要求的比较或分离属格。阴性宾格 τὴν ἴσην 省略了 ἀντίδοσιν 等名词,为习语用法,意为“同等的回报”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg002.humanitext-grc2:10-11